Μεγάλος Παρακλητικός Κανών εις την Υπεραγίαν Δεσποίνης ημών Θεοτόκον και Αειπαρθένον Μαρία

Ποίημα του βασιλέως Θεοδώρου Δούκα του Λασκάρεως

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;  Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Εἱρμός.
Ἁρματηλάτην Φαραώ ἐβύθισε, τερατουργοῦσα πότε, Μωσαϊκή ῥάβδος, σταυρωτῦπως πλήξασα, καί διελοῦσα θάλασσαν ’Ἰσραήλ δέ φυγάδα, πεζόν ὁδίτην διέσωσεν, ἄσμα τῷ Θέο ἀναμέλποντα.

Τροπάρια.

Τῶν λυπηρῶν ἐπαγωγαί, χειμάζουσι, τὴν ταπεινήν μου ψυχήν καὶ συμφορῶν νέφη, τὴν ἐμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε, ἀλλ’ φώς τετοκυίᾳ, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.

Ἕξ ἀμετρήτων ἀναγκῶν καὶ θλίψεων, καὶ ἕξ ἐχθρῶν δυσμενῶν, καὶ συμφορῶν βίου, λυτρωθείς Πανάχραντε, τῆ κραταιά δυνάμει σου, ἀνυμνῶ, μεγαλύνω, τὴν ἄμετρον σου συμπάθειαν, καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.

Νῦν πεποιθώς ἐπὶ τὴν σὴν κατέφυγον, ἀντίληψιν κραταιάν, καὶ πρὸς τὴν σὴν σκέπην, ὀλοψύχως ἔδραμον καὶ γόνυ κλίνω Δέσποινα, καὶ θρηνῶ καὶ στενάζω, μὴ με παρίδῃς ἄθλιον, τῶν χριστιανῶν καταφύγιον.

Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα, τὰ μεγαλεία τὰ σά, εἷ μὴ γὰρ σύ, Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα τῷ Υἱῷ καὶ Θεῷ σου, τὶς ἐκ τοσούτου με κλύδωνος καὶ δεινῶν κινδύνων ἐῤῥύσατο;

ᾨδὴ γ’. Ἦχος πλ. δ΄. Εἱρμός.
Οὐρανίας ἁψῖδος ὁροφουργέ Κύριε, καὶ τῆς  Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον ἔν τῆ ἀγάπη τῇ σῇ τῶν ἐφετῶν ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια.

Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοι· Πρόφθασον θερμή προστασία, καὶ σὴν βοήθειαν δὸς μοι τῷ δούλο σου, τῷ ταπεινῷ καὶ ἀθλίῳ, τῷ τὴν σὴν ἀντίληψιν ἐπιζητοῦντι θερμῶς.

Ἐθαυμάστωσας ὄντως νῦν ἐπ’ έμοί, Δέσποινα, τὰς εὐεργεσίας σου Κόρη, καὶ τὰ ἐλέη σου, ὅθεν δοξάζω σε, καὶ ἀνυμνῶ καὶ γεραίρω, τὴν πολλὴν καὶ ἄμετρον κηδεμονίαν σου.

Καταιγίς με χειμάζει τῶν συμφορῶν, Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν, άλλὰ προφθάσασα, χεῖρα μοι δὸς βοηθείας, θερμή ἀντίληψις καὶ προστασία μου.

Ἀληθῇ Θεοτόκον ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν, ὦς γὰρ φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾄδου, πρὸς ζωήν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.

Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (τρίς)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (……) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (τρίς)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (τρίς)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Καὶ τὸ Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμή καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφυγίων, ἐκτενῶς βοῷμέν σοι· Θεοτόκε Δέσποινα, πρόφθασον καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄. Εἱρμός.
Σὺ μου ίσχῦς, Κύριε, σὺ μου καὶ δύναμις, σὺ Θεὸς μου, σὺ μου ἀγαλλίαμα, πατρικούς κόλπους μὴ λιπὼν καὶ τὴν ἡμετέραν πτωχείαν ἐπιακεψάμενος, διὸ σὺν τῷ προφήτῃ Ἀββακούμ σοι κραυγάζω, Τῇ δυνάμει σου δόξα, φιλάνθρωπε.

Τροπάρια.

Καὶ ποῦ λοιπόν, ἄλλην εὑρήσω ἀντίληψιν; ποῦ προσφύγῳ; ποῦ δὲ καὶ σωθήσομαι; τίνα θερμήν ἐξῶ βοηθόν θλίψεσι τοῦ βίου καὶ ζάλαις, οΐμοι! κλονούμενος; Εἰς σὲ μόνην ἐλπίζω καὶ θαρρῷ καὶ καυχῶμαι καὶ προστρέχω τῇ σκέπη σου, σῶσον με.

Τὸν ποταμόν τὸν γλυκερόν τοῦ ἐλέους σου, τὸν πλουσίαις δωρεαῖς δροσίσαντα, τὴν παναθλίαν καὶ ταπεινήν, Πάναγνε, ψυχήν μου, τῶν συμφορῶν καὶ τῶν θλίψεων καμίνῳ φλογισθεῖσαν, μεγαλύνω, κηρύττω καὶ προστρέχω τῇ σκέπη σου σῶσον με.

Σὲ τὴν ἁγνήν, σὲ τὴν Παρθένον καὶ ἄσπιλον, μόνην φέρω, τεῖχος ἀπροσμάχητον, καταφυγήν, σκέπην κραταιάν, ὅπλον σωτηρίας. Μὴ με παρίδῃς τὸν ἄσωτον, ἐλπίς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, θλιβομένων χαρᾶ καὶ ἀντίληψις.

Πὼς ἐξειπεῖν σοῦ κατ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους οἰκτιρμούς, Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν δεινῶς πυρουμένην, ὦς ὕδωρ περιδροσίσαντας; Ἀλλ’ τῆς σῆς προνοίας καὶ τῆς εὐεργεσίας, ἦς ἀφθόνως αὑτός παραπήλαυσα!

ᾨδὴ ε΄. Εἱρμός.
Ἶνα τὶ με ἀπώσω ἀπὸ τοῦ προσώπου σου, τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψε με τὸ ἀλλότριον σκότος τὸν δείλαιον ἀλλ’ έπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου τὰς ὀδούς μου κατεύθυνον δέομαι.

Τροπάρια.

Εὐχαρίστως βοῷ σοι Χαῖρε Μητροπάρθενε· χαῖρε Θεόνυμφε· χαῖρε θεία σκέπη· χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον χαῖρε προστασία καὶ βοηθέ καὶ σωτηρία τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.

Οἵ μισοῦντες με μάτην βέλεμνα καὶ ξίφη καὶ λάκκον ηὐτρέπισαν, καὶ ἐπιζητοῦσι τὸ πανάθλιον σῶμα σπαράξαι μου καὶ καταβιβάσαι πρὸς γῆν, Ἀγνῇ, ἐπιζητοῦσιν ἀλλ’ ἐκ τούτων προφθάσασα σῶσον με.

Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ σῇ δυνάμει ἔν τῆ σκέπη σου φυλάξαν ἄτρωτον ἐκ παντός κινδύνου, καὶ ἕξ ἐχθρῶν τῶν πολεμούντων καὶ μισούντων με, Κόρη πανύμνητε.

Τὶ σοὶ δῶρον προσάξω τῆς εὐχαριστίας, ἀνθ’ ὧνπερ ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καὶ τῆς σῆς ἀμετρήτου χρηστότητος; Τοιγαροῦν δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω σοῦ τὴν ἄφατον πρὸς με συμπάθειαν.

ᾨδὴ στ‘. Εἱρμός.
Τὴν δέησιν έκχεώ πρὸς Κύριον, καὶ αὑτώ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ψυχή μόυ ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾄδῃ προσήγγισε, καὶ δέομαι ὦς Ἰωνᾶς· Ἐκ φθοράς Θεός με ἀνάγαγε.

Τροπάρια.

Τὰ νέφη τῶν λυπηρῶν ἐκάλυψαν τὴν ἀθλίαν μου ψυχήν καὶ καρδίαν, καὶ σκοτασμόν ἐμποιοῦσι μοι, Κόρη, ἀλλ’ γεννήσασα φῶς τὸ ἀπρόσιτον, ἀπελάσαν ταῦτα μακράν, τῇ έμπνεύσει τῆς θείας πρεσβείας σου.

Παράκλησιν ἐν ταῖς θλίψεσιν οἴδα, καὶ τῶν νόσων ἰατρόν σε γινώσκω, καὶ παντελῆ συντριμμόν τοῦ θανάτου, καὶ ποταμόν τῆς ζωῆς ἀνεξάντλητον, καὶ πάντων τῶν ἔν συμφοραῖς, ταχινήν καὶ ὀξεῖαν ἀντίληψιν.

Οὗ κρύπτω σου τὸν βυθὸν τοῦ ἐλέους, καὶ τὴν βρύσιν τῶν ἂπειρων θαυμάτων, καὶ τὴν πηγήν τὴν ἀέναον ὄντως τῆς πρὸς ἐμὲ συμπαθείας σου, Δέσποινα, ἀλλ’ ἅπασιν ὁμολογῶ, καὶ βοῷ καὶ κηρύττω καὶ φθέγγομαι.

Ἐκύκλωσαν αἵ τοῦ βίου με ζάλαι, ὤσπερ μέλισσαι κηρίον, Παρθένε, καὶ τὴν ἐμήν κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων, ἀλλ’ εὕροιμι σε βοηθόν καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.

Διάσωσον, ἀπό κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὦς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, διὰ λόγου τὸν Λόγον ἀνερμηνευτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὦς ἔχουσα μητρικῇν παῤῥησίαν.

Αἴτησις
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον. Κύριε ἐλέησον (τρίς)
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος. Κύριε ἐλέησον (τρίς)
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώνῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου. Κύριε ἐλέησον (τρίς)
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Ἀμήν.

Κοντάκιον. Ἦχος β’
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητήν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὦς ἀγαθῇ εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

Α΄. Ἀντίφωνον.
Ἦχος δ’
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ με πάθη, ἀλλ’ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικῇ μονάδι, ἱεροκρυφίως.

Καὶ νῦν…
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ

Στίχος.  Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.

Τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησθήσομαι.

Καὶ ὑπὲρ του καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ Ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Κύριε, ἐλέησον (γ΄).

Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πᾶσι.
Καὶ τῶ Πνεύματί σου.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου, τὸ Ἀνάγνωσμα.
Πρόσχωμεν. 

Δόξα σοί, Κύριε, δόξα σοί.

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά, γυνὴ δέ τις, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφή, καλουμένη Μαρία, ἣ καὶ παρακαθήσασα παρά τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν, ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλὰ, ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὓς ἐθήλασας. Αὐτὸς δὲ εἶπε· Μενοῦν γε, μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. 

Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα… Ἦχος β’
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νύν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄.
Ὅλην ἀποθέμενοι.
Μὴ καταπιστεύσῃς με, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλὰ δέξαι δέησιν, τοῦ ἱκέτου σου· θλίψις γὰρ ἔχει με, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καὶ παραμυθίαν οὐκ ἔχω πλήν σου· Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μή μου παρίδῃς τὴν δέησιν, τὸ συμφέρον ποίησον.

Ἕτερα Θεοτοκία
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καὶ πανευφήμων Ἀποστόλων. Τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν, καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις τῆς Λυκίας, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου τῆς Πενταπόλεως, τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καὶ Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (ἡμέρας), καὶ πάντων σου τῶν Ἁγίων ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

Κύριε, ἐλέησον (ιβ’)
Ἐλέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ΄ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδᾶς τοῦ Κανόνος.

ᾨδὴ ζ΄. Εἱρμός.
Παῖδες Ἑβραίων ἔν καμίνῳ κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ μετέβαλον βοῶντες· Εὐλογητός εἷ Κύριε, Θεός εἰς τοὺς αἰῶνας.

Τροπάρια.

Φῶς τεκοῦσα Θεοτόκε, σκοτισθέντα με νυκτί ἁμαρτημάτων, φωταγώγησον σύ, φωτός οὖσα δοχεῖον, τὸ καθαρόν καὶ ἄμωμον, ἲνα πόθῳ σε δοξάζω.

Σκέπη γενοῦ καὶ προστασία καὶ ἀντίληψις καὶ καύχημα Παρθένε, γυμνωθέντι μοι νῦν, ἀπάσης βοηθείας, ἀβοηθήτων δύναμις, καὶ ἐλπίς ἀπηλπισμένων.

Ὄλῃ ψυχή καὶ διανοίᾳ καὶ καρδία σε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων ἀλλ’ τῆς σῆς χρηστότητος, καὶ ἀπείρων σου θαυμάτων!

Βλέψον ἰλέω ὄμματι σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν, ἤν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι ἀμετρήτῳ σου ἐλέει.

ᾨδὴ η΄. Εἱρμός.
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα καὶ ἔν βάτῳ πυρί τὸ τῆς ἀειπαρθένου, τῷ Μωυσεῖ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἵς πάντας τοὺς αἰῶνας.

Τροπάρια.

Διἀ σπλάγχνα ἐλέους σου, Παρθένε, μὴ παρίδῃς σεμνή, ποντουμένον με σάλω βιοτικῶν κυμάτων ἀλλὰ δίδου μοι χεῖρα βοηθείας, καταπονουμένῳ κακώσεσι τοῦ βίου.

Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὒροσάν με, Ἀγνῇ, καὶ συμφοραί τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν ἄλλα πρόστηθι μοι καὶ ἀντιλαβοῦ μου τῇ κραταιά σου σκέπη.

Ἐν ταῖς ζάλαις ἐφεῦρον σε λιμένα, ἐν ταῖς λύπαις χαρὰν καὶ εὐφροσύνην, καὶ ἐν ταῖς νόσοις ταχινὴν βοήθειαν, καὶ ἐν τοῖς κινδύνοις, ῥύστιν καὶ προστάτιν, ἐν τοῖς πειρατηρίοις.

Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε θεία καὶ μανναδόχε στάμνε, χαῖρε χρυσὴ λυχνία, λαμπὰς ἄσβεστος, χαῖρε τῶν παρθένων δόξα καὶ μητέρων, ὡράϊσμα καὶ κλέος.

ᾨδὴ θ΄. Εἱρμός.
Ἐξέστη ἐπὶ τούτῳ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεὸς ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι.

Τροπάρια.

Πρὸς τίνα καταφύγω ἄλλην Ἀγνῇ; που προσδράμω λοιπὸν καὶ σωθήσομαι; που πορευθῶ; ποίαν δὲ ἐφεύρω καταφυγήν; ποίαν θέρμην ἀντίληψιν; ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; Εἰς σὲ μόνην ἐλπίζω, εἰς σε μόνην καυχῶμαι, καὶ ἐπὶ σὲ θαρρῶν κατέφυγον.

Ούκ ἐστιν ἀριθμήσασθαι δυνατόν μεγαλεία τὰ σά, Θεονύμφευτε, καὶ τὸν βυθόν τὸν ἀνεξερεύνητον ἐξειπεῖν, τῶν ὑπέρ νοῦν θαυμάτων σου, τῶν τετελεσμένων διηνεκῶς, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσιν, ὦς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Ἐν ὕμνοις εὐχαρίστοις δοξολογώ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλὴν δύναμιν σου πᾶσιν ὁμολογῶ, καὶ τὰς εὐεργεσίας σου, ἄς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω, μεγαλύνω, ψυχή τε καὶ καρδία, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Τὴν δέησιν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμόν μὴ παρίδῃς καὶ δάκρυα καὶ στεναγμόν ἀλλ’ ἀντιλαβοῦ μου ὦς ἀγαθή, καὶ τὰς αἰτήσεις πληρῶσoν δύνασαι γὰρ πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμήν οἰκτράν ταπείνωσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ Μεγαλυνάρια
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἤμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.

Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχῇ πρὸς σε καταφεύγω τὴν Κεχαριτωμένη ἐλπίς ἀπηλπισμένων, σὺ μοι βοήθησον.

Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν,να μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα, Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.

Ψάλλομεν προθύμως σοὶ τὴν ᾠδὴν νῦν, τῇ πανυμνήτῳ Θεοτόκῳ χαρμονικώς μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων δυσώπει, Θεοτόκε, τοῦ οὶκτειρήσαι ἡμᾶς.

Ἀλαλά τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν ὑπὸ τοῦ ἀποστόλου Λουκᾶ, ἱερωτάτου, τὴν Ὁδηγήτριαν.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γ’)
Δόξα… Καὶ νῦν…
Παναγία Τριάς, ἐλέησον ἡμᾶς.
Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον (ἐκ γ’)
Δόξα. Καὶ νῦν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστὶν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα του Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας των αἰώνων. Ἀμήν.

Ἦχος πλ. β’
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπίβλεψον καὶ νῦν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Κατὰ τὴν περίοδο τῶν Παρακλήσεων τοῦ Δεκαπενταυγούστου ψάλλονται τὸ Ἀπολυτίκιον τοῦ Ἀγίου (τῆς ἡμέρας) καὶ τὸ Θεοτοκίον τοῦ αὐτοῦ Ἦχου.

Ἱερεύς μνημονεύει, καὶ ποιεῖ μικράν Ἀπόλυσιν.

Ἦχος γ΄.
Ἀπόστολοι ἐκ περάτων συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίῳ, κηδεύσατε μου τό σῶμα, καὶ σὺ Υἱέ καὶ Θεέ μου, παράλαβε μου τὸ πνεῦμα.

γλυκασμός τῶν ἀγγέλων, τῶν θλιβομένων χαρά, χριστιανῶν προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Καὶ σὲ μεσίτριαν ἔχω, πρὸς τὸν φιλάνθρωπον Θεόν· μὴ μου ἐλέγξῃ τὰς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων. Παρακαλῶ σε Παρθένε, βοηθῆσαν μοι ἐν τάχει.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πώς γαλουχεῖς τὸν Δεσπότην.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ίησοῦ Χριστέ ὁ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

Μικρός Παρακλητικός κανών εις την Υπεραγίαν Δεσποίνης ημών Θεοτόκον και Αειπαρθένον Μαρία

Χαιρετισμοί εις την Υπεραγίαν Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Χαιρετισμοί εις την Κοίμησιν της Υπεραγίας Δεσποίνης ημών Θεοτόκου και Αειπαρθένου Μαρίας

Εγκώμια εις την Υπεραγία Δεσποίνης ημών Θεοτόκο και Αειπαρθένο Μαρία