Παρακλητικός Κανών εις την Αγία και Θαυματουργό εικόνα της Δεσποίνης ημών Θεοτόκου της Επονομαζόμενης Προυσιώτισσης

Ποίημα Διονυσίου Ιερομονάχου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Κατόπιν τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν χαριτόβρυτον πιστοῖ τῆς Παρθένου, θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὑμνήσωμεν βοῶντες αὐτῆ· χαίροις ὁ ἀέναος ποταμὸς τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας, ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχοιμεν τὴν σήν, θλίψεσι πάσαις, εἰκὼν θαυματόβρυτε.

Δόξα. Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Αρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ῥυπαρῶν ἐφύμνιον, δέξαι νῦν μόνη Ἁγνή, ὡς πρὶν ὁ υἱός σου, ὁ Θεὸς καὶ πλάστης μου, τῆς χήρας κατεδέξατο, τὰ λεπτὰ καὶ τὴν λύσιν, τῶν ὀφλημάτων παράσχου μοι, ἵνα κατὰ χρέος γεραίρω σε.

Ἐπιδρομαὶ τῶν ἀλαστόρων θλίβουσιν, Ἑλλάδα τὴν ταπεινήν, καὶ πολλαὶ κακώσεις, εὔροσαν τοὺς δούλους σου, ἡμᾶς θεοχαρίτωτε, ἀλλὰ τῇ θεαυγεί σου, Εἰκόνι πόθῳ προστρέχοντες, λύσιν τῶν δεινῶν ἐξαιτούμεθα.

Ὁ σὸς λαὸς ἐπὶ τὸ σὸν κατέφυγεν, Ἐκτύπωμα ἱερόν, καὶ εὐλαβῶς τοῦτο, προσκυνεῖ δεόμενος μὴ οὖν παρίδῃς ἄχραντε, τὰς αὐτοῦ τυραννίας, αἰχμαλωσίας δημοσιεύσεις τε, ἃς κακούργων πάσχει ὠμότητι.

Εὐλογημένη ἡ Θεὸν κυήσασα, τοῦτον δυσώπει ἀεί, ὑπὲρ τῶν σῶν δούλων, τῶν δεινὰ καὶ οἴκτιστα, πασχόντων Παναμώμητε, ἐξ ἰδίων πταισμάτων, καὶ ὑπερφώτῳ Εἰκόνι σου πίστει προστρεχόντων πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῆς Ἑλλάδος τὴν ζάλην, καὶ τὰ φρικτὰ κύματα, τὰ ἐπαπειλοῦντα σοῖς δούλοις, ἄρδην τὸν ὄλεθρον, τρέψον Πανύμνητε, εἰς βαθυτάτην γαλήνην, τῷ ἀμάχῳ σθένει σου, ὡς ταύτης πρόμαχος.

Τοὺς ἐν τῆδε τῇ ποίμνῃ, τῇ σῇ ἁγνῇ Δέσποινα, πάσης ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, ὦ Παναμώμητε.

Οὐκ ἰσχύει Παρθένε, τὸ ἀχανὲς πέλαγος, τῶν σῶν θαυμασίων καὶ ξένων, γλῶσσα ἡ βρότειος, ἐκδιηγήσασθαι, ἆ καθ’ ἑκάστην δεικνύεις, τοῖς πιστῶς προστρέχουσι θεία Εἰκόνι σου.

Τῶν δαιμόνων ἐφόδους, καὶ τὰς πικρὰς Δέσποινα, καὶ πολυχρονίους σῶν δούλων, νόσους ἀπέλασον, ἵνα δοξάζωμεν, ἀνευφημοῦντές σε πόθῳ, ἣν ἀγγέλων ἄϋλοι γλῶσσαι γεραίρουσι.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σε καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβεία θερμὴ καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν σοι· Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

ᾨδὴ δ΄.  Σύ μου ἰσχὺς Κύριε.
Κτήσον Ἁγνή, τὸν πολυτάραχον κλύδωνα, καὶ τὸν σάλον τὸν ἐπεγειρόμενον, κατὰ τῆς σῆς, ποίμνης τῆς οἰκτράς, καὶ ἀθλίως ταύτην καταβυθίζοντα ἅπασαν, βυθῶ τῆς ἀπωλείας, παγκρατεῖ σου δυνάμει, τῆς σῆς χάριτος μόνη Πανύμνητε.

Τίς ἐξειπεῖν, ὦ Ὑπερένδοξε Δέσποινα, ἐξισχύει, τὰς τερατουργίας σου, τὰς ὑετοῦ, πόντου τε αὑτοῦ, σταγόνας καὶ ψάμμον, ὑπερβαινούσας τρανώτατα; ὡς Μήτηρ γὰρ Ὑψίστου, τὸ σθένος κεκτημένη, πάντα πράττεις ἐν μόνῳ τῷ βούλεσθαι.

Τὰ πονηρά, Κόρη πανάχραντε πνεύματα, τοὺς σοὺς δούλους, καταδυναστεύοντα, καὶ ἀφειδῶς, ἄγχοντα αὐτούς, ἀπέλασον τάχος, ἀλλὰ καὶ κίνδυνον ἅπαντα, καὶ νόσους ἀνιάτους, ἐκδίωξον σῶν δούλων, ἵνα σὲ κατὰ χρέος δοξάζωμεν.

Σύ μου ἰσχύς, σύ μου καὶ δύναμις Δέσποινα, ἐκβοᾷ σοι· ὁ ταλαιπωρούμενος, ὑπὸ δεινῆς νόσου τληπαθώς, καὶ τῇ σῇ Εἰκόνι, προσπίπτει ἐπικαλούμενος, θεράπευσόν με Κόρη, πανταχοῦ καὶ κηρύξω, τὴν ὀξεῖαν σου Ἄχραντε δύναμιν.

ᾨδὴ ε΄. Ἵνα τι με ἀπώσω.
Στεναγμοὶ τῆς σῆς ποίμνης, θρῆνοι τε καὶ δάκρυα νῦν ἐπληθύνθησαν· αἱ γὰρ ἀνομίαι κεφαλὴν τὴν αὐτῆς ὑπερήραντο, ἄξια γοῦν ὄντως, ὧν περ εἰργάσατο ἀφρόνως, τὰ ἐπίχειρα ἤδη κομίζεται.

Τὴν ὀργὴν τοῦ Υἱοῦ σου, καὶ τὴν ἀγανάκτησιν Παρθένε πρόφθασον, ἐξιλεουμένη, μητρικαῖς σου πρεσβείαις μητρόθεε, ἵνα μὴ εἰς τέλους, ἀθλίως ποίμνην ἐξαλείψῃ, σὴν τιμῶσαν, Εἰκόνα ὑπέρτιμον.

Νοσηλείας καὶ πάθῃ, χαλεπὰς παρέσεις τε, ὦ Ὑπερένδοξε, καὶ ἀρθρῖτιν νόσον, τὴν δονούσαν τὸν νοῦν καὶ διάνοιαν, τῶν ἀνθρώπων Κόρη, τῇ θεϊκῇ σου δυναστεία, κατακοίμησον τάχος δεόμεθα.

Πειρασμῶν καὶ κινδύνων, καὶ δεινῶν κακώσεων, Κόρη τοὺς δούλους σου, τοὺς πιστῶς τιμῶντας καὶ τὴν σὴν προσκυνοῦντας πανσέβαστον, Πάναγνε Εἰκόνα, δεῖξον Παρθένε ἀνωτέρους, καὶ περίσῳζε μόνη πανάχραντε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τῷ θείω σου νῦν ναῷ προστρέχομεν, οἱ παντίαις συνεχόμενοι νόσοις, πίστει θερμῇ, τὴν Εἰκόνα σου Κόρη, τὴν θαυματόβρυτον κατασπαζόμενοι, καὶ πάντων δὴ τῶν δυσχερῶν, θᾶττον λύσιν Ἁγνὴ κομιζόμεθα.

Ἐνώτισαι νῦν ἡμῶν Πανύμνητε, τὰς δεήσεις τῶν εἰς σὲ προστρεχόντων, ὅτι δειναί, τῶν κακῶν τρικυμίαι, περιεκύκλωσαν ἡμᾶς ὦ Μητρόθεε, καὶ ὄλεθρον τὸν παντελῆ, ἀπειλοῦσι διὸ τούτων λύτρωσαι.

Εἰκόνα σου τὴν σεπτὴν Ὑπέραγνε, προσκυνοῦντας εὐλαβῶς τοὺς σοὺς δούλους, ῥῦσαι δεινῶν καὶ παντοίων κινδύνων, καὶ ἐξ ἐχθρῶν ἀοράτων Πανύμνητε, καὶ ὁρωμένων τῶν δεινῶς, τυραννούντων ἡμᾶς Παναμώμητε.

Συνάχθητε τῆς Ἑλλάδος θρέμματα, καὶ προσπέσατε ἐξ ὅλης καρδίας, τῇ φωταυτῇ τῆς Πανάγνου Εἰκόνι, περιπαθῶς ἐξαιτοῦντες τὰ πρόσφορα, καὶ τεύξεσθε ὡς ἀληθῶς, παρ’ αὐτῆς τὰ αἰτήματα χαίροντες.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς· ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σε.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου ἐν πάσῃ γενεὰ καὶ γενεά. (δὶς)
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἰδέ, καὶ κλῖνον τὸ οὕς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου. Καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι ἐν πάσῃ γενεὰ καὶ γενεά.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α´ 39 – 49, 56).

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄ Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σῶν δούλων, Παναγία Δέσποινα, ἀλλὰ δέξαι τάχιστα, καὶ βοήθησον, θλίψεις γὰρ πάσχομεν, φέρειν οὐ σθένομεν, τῶν δαιμόνων τὰ τοξεύματα, σκέπην οὐκ ἔχομεν, οὐ δε που φυγεῖν οἱ πανάθλιοι· πάντοθεν πολεμούμενοι, καὶ παραμυθία οὐκ ἔστι πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπὶς καὶ προστασία τῶν πιστῶν, μὴ παραβλέψης τὴν δέησιν, τῶν παρακαλούντων σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Κύριε, ἐλέησον (ιβ΄)

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Θλίψεις, ὀδύναι καὶ κακώσεις, ἤδη εὔρωσαν Ἑλλάδα τὴν ἀθλίαν, καὶ πιστῶν σου Ἁγνή, τὸ πλήρωμα βοᾶ σοι· ῥῦσαι ἡμᾶς Πανύμνητε, τῆς δεινῆς πανωλεθρίας.

Θραῦσον Παρθένε τῶν ἀνόμων τὰ φρυάγματα καὶ τὰς ὁρμὰς Κυρία, τὰς ἀτάκτους αὐτῶν, ἡμᾶς δε τοὺς σοὺς δούλους, εἰρήνευσον ἀείποτε, εἰς αἰῶνας σε ὑμνοῦντας.

Σκέπη Παρθένε τοῖς σοῖς δούλοις, καὶ ἀντίληψις γενοῦ καὶ σωτηρίᾳ, τοῖς ἐν πίστει τῇ σῇ, προστρέχουσιν Εἰκόνι, καὶ πειρασμῶν καὶ θλίψεων, ἐξελοῦ ἡμᾶς Κυρία.

Πάθῃ ποικίλα πυρετούς τε, καχεξίας τε καὶ νόσους ἀνιάτους, τῇ ἀμάχῳ σου νῦν, καὶ θεία προστασίᾳ, σῶν δούλων ἐξοστράκισον, ὑπερένδοξε Κυρία.

ᾨδὴ η΄.  Τὸν ἐν ὄρει ἁγίῳ.
Τὴν Εἰκόνα, τὴν σὴν καταπλουτοῦντες Θεομῆτορ πηγὴν θαυμάτων ξένων, τῷ σῷ ναῷ προστρέχοντες λαμβάνομεν, σώματος τὴν ῥῶσιν, καὶ ψυχῆς ὁμοῦ τε ἁγνὴ Παρθενομήτωρ.

Ὡς τυφλοῖς τε τὸ φῶς σὺ ἐδωρήσω, καὶ πεσόντας ἐξ ὕψους ἐλυτρώσω, καὶ νῦν ἡμῶν καταύγασον τὰ ὄμματα, τῶν ἐσκοτισμένων, καὶ τῆς ἁμαρτίας, ἀνάστησον τοῦ χάους.

Οἱ ἐν νόσοις, Παρθένε ἀνιάτους, ἰατῆρά σε ἔχομεν ἐν πάσαις, σκέπη τῇ σῇ διὸ νῦν καταφεύγομεν, ἴασιν ἀφθόνως, Πάναγνε παράσχου, ἡμῖν τοῖς σοῖς οἰκέταις.

Τοὺς παντοίοις δεινοῖς ἐνοχλουμένους, καὶ Εἰκόνι τῇ σῇ προσερχομένους, Παρθενομήτωρ λύτρωσιν τοὺς δούλους σου, τρέπουσα ἐν τάχει, εἰς χαρὰν βαθεῖαν τὴν τούτων ἀθυμίαν.

ᾨδὴ θ΄.  Ἐξέστη ἐπὶ τούτῳ.
Τὸ πένθος τῆς Ἑλλάδος καὶ κατηφές, εἰς χαρὰν μεταποίησον Ἄχραντε, καὶ χαρμονήν, ὅτι σὲ προστάτιν ἐν πειρασμοῖς, λιμένα τε πανεύδιον, κέκτηται ἐν σάλῳ τῶν συμφορῶν, ἐλπίδας σωτηρίας, πρὸς σε Κυρία πάσας, ἀνατιθεῖσα Ὑπερένδοξε.

Συντήρει σοὺς θεράποντας Ἀγαθή, πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων καὶ συμφορῶν, χαλεπῶν ὁρμῶν τε τῶν ἐναγῶν, καὶ μιαιφόνων Ἄχραντε, τῶν κατατρυχόντων ἡμᾶς ἀεί, τοὺς θείους σου τιμῶντας, Εἰκόνα μετὰ πόθου, καὶ προσκυνοῦντας Κόρη πάναγνε.

Ποικίλας νοσηλείας καὶ χαλεπάς, πυρετούς, ποδαλγίας, παρέσεις τε καὶ δυσμενοῦς, ἐπηρείας πάσας καὶ προσβολάς, σῶν οἰκετῶν Πανύμνητε, ἐκποδὼν νῦν ποίησον Ἀγαθή, τῷ πόθῳ προσιόντων, Εἰκόνι τῇ σεπτῇ σου, καὶ σε πιστῶς τιμώντων Πάναγνε.

Μονὴν τὴν θαυμασίαν σου καὶ κλεινήν, ἣν εἰς θείαν κατοίκησιν Ἄχραντε, τὴν σὴν ἀεί, Κόρη ἠρετίσω καὶ τοὺς αὐτῆ, ἀσκητικῶς μονάζοντας, πάντιμον Εἰκόνα σου καὶ σεπτήν, ὡς ὄλβον κεκτημένους, καὶ πύργον ἀσφαλείας, κινδύνων σῷζε Παναμώμητε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τὴν Εἰκόνα τὴν ἱεράν, τῆς Προυσιωτίσσης, ἀσπασώμεθα εὐλαβῶς, βρύουσαν παντοίων, νόσων καὶ πάσης βλάβης, ῥῶσιν δαψιλεστάτην, καὶ χάριν ἄφθονον.

Σφαίρας οὐρανίους φωταγωγεῖς, ἀχράντῳ οἰκήσει, τὴν ὑδρόγειον δε βολαῖς, ἀῤῥήτων θαυμάτων αὐγάζεις ὅθεν πίστει, πάντες σὲ προσκυνοῦμεν, ὦ Προυσιώτισσα.

Τυφλοῖς τὴν ἀνάβλεψιν καὶ κωφοῖς, τὴν εὐηκοΐαν, καὶ ἀλάλοις λύσιν γλωσσῶν, νέμεις Θεοτόκε, πιστῶς σου δεομένοις, βαβαὶ σῶν θαυμασίων, Κόρη μητράνανδρε.

Ὕδωρ ἀνεπήγασας θαυμαστώς, ἐκ πέτρας ἀνίκμου, Θεοτόκε τῇ σῇ Μονῇ, ἐξ οὗ οἱ πιόντες, ἡδύτητος πληροῦνται, Χριστὸν ὑμνολογοῦντες, καὶ σὲ δοξάζοντες.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχὸς α΄. Τῆς Συνόδου τῆς πρώτης.
Τῆς Ἑλλάδος ἀπᾴσῃς σὺ προΐστασαι πρόμαχος, καὶ τερατουργὸς ἐξαισίων, τῇ ἐκ Προύσης Εἰκόνι σου, πανάχραντε παρθένε Μαριάμ, καὶ γὰρ φωτίζεις ἐν τάχει τοὺς τυφλούς, δεινοὺς τε ἀπελαύνεις δαίμονας, καὶ παραλύτους δε συσφίγγεις Ἀγαθή· κρημνῶν τε σῴζεις καὶ πάσης βλάβης τοὺς σοι προστρέχοντας· δόξα τῷ σῷ ἀσπόρῳ τοκετῷ, δόξα τῷ σε θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σου τοιαῦτα τέρατα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων τῶν τιμώντων σου Ἁγνή, τὴν σεπτὴν Εἰκόνα καὶ πίστει, ἀσπαζομένων αὐτήν, Ἄχραντε προΐστασαι, ὡς προστασίᾳ πιστῶν, λυτρουμένη τῶν θλίψεων, αὐτοὺς καὶ κινδύνων, ὅθεν σοι προσπίπτομεν, ταύτην τιμῶντες σεπτώς, Μῆτερ καὶ βοῶμεν ἐν πίστει· ῥῦσαι καὶ ἡμᾶς τοὺς σοὺς δούλους, πάντων τῶν δεινῶν τε καὶ κακώσεων.

Πάντων προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τὴν κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν, ῥῦσαι, πάσης περιστάσεως τοὺς δούλους σου.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.