Παρακλητικός Κανών εις τον Όσιο Πατέρα ημών Βησσαρίων τον Αιγύπτιο

Ποίημα Μοναχής Φιλαρέτης

†Εορτάζεται στις 20 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς τῆς Τριάδος ἱερώτατος μύστης, καὶ ἀρετῶν σκεῦος σεπτὸν καὶ δοχεῖον, καὶ ὡς θαυμάτων πέλαγος ἀκένωτον, Βησσαρίων ἔνδοξε, πάσης θλίψεως ῥῦσαι, νόσων καὶ κακώσεων, χαλεπῶν τοὺς ἐκ πόθου, σοὶ προσιόντας πάντοτε πιστῶς, καὶ αἰτουμένους πρεσβείαν σου ἄμαχον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σὲ πόθῳ ὑμνῶ, Πάτερ Βησσαρίων.
Ἐν δὲ τοῖς Θεοτοκίοις· Φιλαρέτη

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταῖα·
Δόξα καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄ . Ὑγρὰν διοδεύσας.
Σκοτίαν νοός μου τὴν χαλεπήν, ἀπέλασον Πάτερ, τῇ σῇ αἴγλῃ τῇ παμφαεῖ, ὡς ἂν μεγαλύνω τὴν σὴν μνήμην, καὶ ἀνυμνήσω τοὺς θείους ἀγῶνάς σου.

Ἐν νόσοις κατάκειμαι χαλεπαῖς, πάτερ Βησσαρίων, σοὶ προστρέχω τῷ θαυμαστῷ, προστάτη καὶ ῥύστη μου κραυγάζων, ταῖς ἱκεσίαις σου δός μοι τὴν ἴασιν.

Πολλοὺς ὡς διέσωσας ἐκ δεινῶν, νόσων ἀνιάτων, συμφορῶν τε καὶ ἀναγκῶν, οὕτω καὶ ἡμᾶς τοὺς σὲ τιμῶντας, ὦ Βησσαρίων ἀεὶ περιφύλαττε.

Θεοτοκίον.
Φιλάνθρωπον Κύριον καὶ Θεόν, ἐκύησας Κόρη, ἀνορθώσαντα τὴν ἡμῶν, φύσιν ἐκ τοῦ ἅδου· ὅθεν πάντες, χρεωστικῶς σε ἁγνὴ μεγαλύνομεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλικῶς ὑπετάγην ἐχθρῷ δολίῳ πανεύφημε, γεγονὼς λῃστῶν ἀκαθάρτων, σπήλαιον βέβηλον· διὸ προστρέχω τῇ σῇ συμπαθεστάτῃ πρεσβείᾳ, ἵνα λάβω ἄφεσιν, τῶν ἐγκλημάτων μου.

Θεὸν Πάτερ δυσώπει κατοικτειρήσαι τοὺς δούλους σου, ἔχεις γὰρ πολλὴν παῤῥησίαν, πρὸς ὃν ἐδόξασας, τῇ ἰσαγγέλῳ σου καὶ θαυμαστῇ πολιτείᾳ, Βησσαρίων ἔνδοξε, Ὁσίων καύχημα.

Ὡς ἀνέβλυσας ὕδωρ τῇ προσευχῇ σου πανόλβιε, οὕτω κἀμοὶ δίδου ἀκούων, ῥεῖθρα πρεσβείαις σου, ὡς ἃν τὴν ἔνθεον, τρίβον καλῶς διοδεύσας, μετανοίας τοὺς ἡδεῖς, καρποὺς τρυγήσαιμι.

Θεοτοκίον.
Ἵλεων τὸν Υἱόν σου καὶ Σωτῆρα ἀπέργασαι, τῇ σῇ μητρικῇ παῤῥησίᾳ, ἄχραντε Δέσποινα, εἰς σὲ γὰρ ἅπαντες, πίστει προστρέχομεν Κόρη, ὡς πηγὴν ἀκένωτον, ζωῆς καὶ χάριτος.

Διάσωσον θαυματουργὲ Βησσαρίων θεόφρον, τοὺς προσιόντας σοι δούλους ἐκ θλίψεων, καὶ χαλεπῶν πειρασμῶν τοῦ βελίαρ.

Ἐπίβλεψον, ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄ . Πρεσβεία θερμή.
Χριστοῦ τῷ φρικτῷ νῦν θρόνῷ παριστάμενος, σὺν θείοις χοροῖς Δικαίων Πάτερ ὅσιε, ὑπὲρ ἡμῶν ἐκτενῶς καθικέτευε, ὡς ἂν εὕρωμεν ἔλεος ἅπαντες, ἐν τῇ ἡμέρᾳ τῇ φρικτῇ, τῆς ἐτάσεως ὦ Παμμακάριστε.

ᾨδὴ δ΄ . Εἰσακήκοα Κύριε.
Ὑπὲρ πάντων ἱκέτευε, Βησσαρίων ὅσιε παναοίδιμε, τῶν τελούντων σου τὴν κοίμησιν, τὴν φωτοφανῆ καὶ πανσεβάσμιον.

Μύστης ἔνθεος γέγονας, τοῦ Θεοῦ ἀσκήσας ὡς ἄσαρκος, καὶ νεκρώσας τὰ κινήματα, τῆς σαρκὸς ἀγρύπνοις σου δεήσεσιν.

Νικηφόρος ἀνέδραμες, ἔνθα φῶς τὸ ἄδυτον πέλει ὅσιε Βησσαρίων ἱερώτατε, ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.

Θεοτοκίον.
Λεπρωθείσαν Πανάχραντε, τὴν ψυχὴν ποικίλοις ἐν ἀτοπήμασι, καὶ τοῖς πάθεσι θεράπευσον, δραστικῷ φαρμάκῳ σου ὦ Δέσποινα.

ᾨδῇ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης φαεινός, Πάτερ ἥλιος μακάριε, καταυγάζων τὰς καρδίας τῶν πιστῶν, Βησσαρίων τῶν Ἀγγέλων ἰσοστάσιε.

Πάθεσιν δεινοῖς, καθυπέκυψας ὁ ἄθλιος, δουλωθεὶς τῇ δυναστείᾳ τοῦ ἐχθροῦ, Βησσαρίων θαυμαστέ σὺ μὲ διάσωσον.

Ἄσκησιν στεῤῥάν, ὡς διήνυσας μακάριε, ἀνεδείχθης θαυμασίων αὐτουργός, καὶ χαρίτων θεϊκῶν Πάτερ κειμήλιον.

Θεοτοκίον.
Ἄλλην ἀσφαλῆ, οὐ κεκτήμεθα βοήθειαν, προστασίαν καὶ θερμὴν καταφυγήν, μετὰ Θεὸν εἰ μὴ σὲ κόρη Πανάμωμε.

ᾨδὴ στ΄ . Τὴν δέησιν.
Τὸν βίον, τῶν Ἀγγέλων ζηλώσας, ὥσπερ ἄσαρκος τὸ καῦμα καὶ ψῦχος, καθυπέμεινας γνώμη γενναίᾳ, καὶ εἰς τὰ ἔμπροσθεν τὴν σὴν διάνοιαν, ἔκτεινας Πάτερ ἱερέ, εἰς οὐδὲν τὰ τῆς γῆς λογισάμενος.

Ἐν κόποις, ἀμετρήτοις καὶ πόνοις, προσευχαῖς καὶ ἐν νηστείαις θεόφρον, τὸν Χριστὸν ἐθεράπευσας ὅθεν, νῦν τὴν δόξαν κληροῦσαι τὴν ἄφθαρτον, παρέχων χάριν δαψιλῇ, τοῖς τελοῦσι τὴν πάνσεπτον μνήμην σου.

Ῥεῖθρα, τοῦ ποταμοῦ τῷ σημείῳ, τοῦ Τιμίου Σταυροῦ Βησσαρίων, διεπεράσας ἀβρόχως ὤσπερ, Μωυσῆς ὁ θεόπτης καὶ τὴν πικράν, γεῦσιν μετήλλαξας σαφῶς, τῶν ὑδάτων Χριστοῦ θείᾳ χάριτι.

Θεοτοκίον.
Ῥῦσαί με, τῆς ἀσβέστου γεέννης, ἐν ἡμέρᾳ τῇ ἐσχάτῃ Παρθένε, ὅτι κατάκριτος ὅλος ὑπάρχω, ἐκ τῶν ἀμέτρων κακῶν μου Πανάμωμε, καὶ σῶσόν με ὡς ἀγαθή, καὶ εἰς θεῖον νυμφῶνα εἰσάγαγε.

Διάσωσον θαυματουργὲ Βησσαρίων θεόφρον, τοὺς προσιόντας σοι δούλους ἐκ θλίψεων, καὶ χαλεπῶν πειρασμῶν τοῦ βελίαρ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄ . Τοῖς τῶν αἱμάτων σου.
Τὴν σὴν πρεσβείαν στεῤῥόν καταφύγιον, καὶ ὡς λιμένα κατέχοντες ἄκλυστον, ταύτῃ ἀεὶ ἐκ ψυχῆς καταφεύγομεν, Βησσαρίων Πατέρων ἀγλάισμα, καὶ ἐκλυτρούμεθα δεινῶν, πειρασμῶν πολυτρόπων τε καὶ θλίψεων.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ευαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-22).
Τῷ καιρῷ ἐκείνῳ,  ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἡμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅσιε θεόληπτε θαυματουργὲ Βησσαρίων, ἀσκητῶν ἀγλάισμα, τῆς Αἰγύπτου βλάστημα ἱερώτατον, τῶν Ὁσίων σύσκηνε, Προφητῶν Μαρτύρων, Ἀποστόλων καὶ ἁπάντων τε, Δικαίων πρέσβευε, Χριστῷ τῷ Σωτῆρι ἑκάστοτε, ῥυσθῆναι πάσης θλίψεως, τοὺς εἰλικρινῶς σε γεραίροντας, ὀργῆς καὶ κινδύνου, παντοίας ἐνεστώσης ἀπειλῆς, ἵνα ἐν ὕμνοις δοξάζομεν, τὴν Ἁγίαν μνήμην σου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαρυνθείς τῇ κακίᾳ εἰς ἀπείρους αἰῶνας μέλλω κολάζεσθαι, καὶ κόπτεσθαι καὶ κλαίειν, ἀλλὰ με σῶσον Πάτερ, τῇ ἀγρύπνῳ πρεσβείᾳ σου, ἵνα σε πόθῳ ὑμνῷ, εἰς πάντας τοὺς αἰῶνας.

Ἡ Ἁγία σου μνήμη ἁγιάζει ἡμᾶς Πάτερ ὅσιε, καὶ χάριν καὶ εἰρήνην, παρέχει Βησσαρίων, τοῖς πιστῶς ἀνακράζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σωτηρίας τὴν τρίβον εὔθυνόν μοι τρισμάκαρ καὶ καταξίωσον, τὸν ἐλαφρὸν βαστάζειν, ζυγὸν Χριστοῦ Κυρίου, Βησσαρίων πανεύφημε, ἵνα τῆς θείας χαρᾶς, ἀξιωθῷ καὶ δόξης.

Θεοτοκίον.
Ἐκ ποικίλων κινδύνων ἐκλυτρούμενος Κόρη τῇ προστασίᾳ σου, δοξάζω μεγαλύνω, σὲ πάναγνε Παρθένε, καὶ ἐκ πόθου κραυγάζῳ σοι· χαῖρε πιστῶν ἡ ἐλπίς, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Στῆσον τὰ πάθη, ὥσπερ τὸν ἥλιον Πάτερ, τῇ εὐχῇ σου ἐκράτησας τὸ πάλαι, καὶ φωτὶ Κυρίου, τὸν νοῦν κατάλαμψόν μου.

Ἀνενδοιάστῳ, πόθῳ ψυχῆς σοι προστρέχω, Βησσαρίων θεράπον τοῦ Κυρίου, ἐξαιτῶν τὴν λύσιν, παθῶν τῶν ἀκαθάρτων.

Ῥέουσι ῥεῖθρα, θαυμάτων καὶ ἰαμάτων, ἐκ τῆς σῆς εἰκόνος Βησσαρίων· ὅθεν τὸν Σωτῆρα, Χριστὸν ὑπερυψοῦμεν.

Θεοτοκίον.
Τῶν ἀμετρήτων, πειρασμῶν τὰς ἐφόδους, καταπράυνον ἀνύμφευτε Παρθένε, διδοῦσα σὴν γαλήνην, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἱλάσθητι θεόφρον, τοὺς ἐξαιτουμένους, τὴν σὴν ταχεῖαν βοήθειαν Ὅσιε, καὶ τὸ συμφέρον ἑκάστῳ δίδου πρεσβείαις σου.

Ὡς ἔχων παῤῥησίαν, πρὸς τὸν πάντων Κτίστην, ἄρον τὰς χεῖράς σου Πάτερ καὶ αἴτησαι, τῶν πειρασμῶν Βησσαρίων τὴν ἀπολύτρωσιν.

Νίκης ἐδέξω στέφος, παρὰ τοῦ Δεσπότου, καὶ ἀιδίων γερῶν τὴν ἀντίδοσιν, ὦ Βησσαρίων Ὁσίων κλεινὸν ἀγλάισμα.

Θεοτοκίον.
Ἡνέωκται ἡ πύλη, θείου Παραδείσου, διὰ τοῦ σοῦ ξένου τόκου Πανύμνητε, Θεὸς γὰρ Λόγος σαρκοῦται, ὃν μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων κλέος λαμπρόν, καὶ τῆς Ἐκκλησίας ὁ ἀκοίμητος ὀφθαλμός, χαίροις ὁ προστάτης, τῶν σὲ πιστῶς τιμώντων, θεόφρον Βησσαρίων, ἀξιοθαύμαστε.

Τῆς Αἰγύπτου γόνον τὸν ἱερόν, ἀσκητῶν τὴν δόξαν, μοναζόντων ὑπογραμμόν, τὸ τοῦ Παρακλήτου, κειμήλιον καὶ σκεῦος, τὸν θεῖον Βησσαρίωνα, εὐφημήσωμεν.

Θαύμασι διέλαμψας ἀληθῶς, ὡς Θεοῦ θεράπων, Βησσαρίων θαυματουργέ, πάντας καταυγάσας, τῷ βίῳ σου θεόφρον· διὸ νῦν τὴν σὴν μνήμην, ὕμνοις γεραίρομεν.

Ὥσπερ φοῖνιξ Πάτερ ἐν ταῖς αὐλαῖς, τοῦ Θεοῦ ηὐξήθης, ἐγκρατείας τοῖς ποταμοῖς, ποτισθεῖς ἐνθέως· διὸ καὶ ἐδοξάσθης, παρὰ Χριστοῦ πλουσίως, ὦ Παμμακάριστε.

Τοὺς πιστῶς αἰτοῦντας τὴν σὴν θερμήν, ἀῤῥωγὴν θεόφρον, Βησσαρίων Πάτερ σοφέ, λύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, ἐχθροῦ τοῦ πανωλέθρου, ταῖς ἱκεσίαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κλῖμαξ, ἀρετῶν περιφανής, Πάτερ ἀνεδείχθης ἀσκήσας, καθάπερ ἄσαρκος, πάντας θείοις τρόποις σου, ἀνάγων Ὅσιε, πρὸς τὴν ἄνω λαμπρότητα, καὶ ἄληκτον δόξαν, ἧς νῦν ἐμφορούμενος, ἀπαύστως πρέσβευε, ταύτης καὶ ἡμᾶς ἀπολαῦσαι, μετὰ τῶν Δικαίων ἁπάντων, Βησσαρίων τῶν Ἀγγέλων σύσκηνε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.