Παρακλητικός Κανών εις τους Αγίους Ενδόξους Τέσσερας Νεομάρτυρες Αγγελή Μανουήλ Γεώργιο και Νικόλαο των εκ Μελάμπων και εν Ρεθμύμνου Κρήτης Μαρτυρισάντων.

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζονται στις 28 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς Νεομάρτυρας Χριστοῦ τοὺς γενναίους, καϑικετεύσωμεν πιστοὶ ἐκβοῶντες· Ὑπὲρ ἡμῶν πρεσβεύετε πρὸς Κύριον, Ἀγγελή, Γεώργιε, καὶ Νικόλαε μάκαρ, σὺν τῷ Μανουὴλ ὁμοῦ, πάσης ρύεσϑε βλάβης, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργῇ, τῇ προστασίᾳ, ὑμῶν καταφεύγοντες.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τέτρας ἀθλητῶν ἀεί με σκέπε. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, ἀεὶ δυσωπεῖτε, Ἀϑλοφόροι νεοφανεῖς, διδόναι ἡμῖν πταισμάτῶν λύσιν, τοῖς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγουσιν.

Ἐν πάσῃ ἀνάγκῃ καὶ συμφορᾷ, Ἀγγελὴ ϑεόφρον, καὶ Γεώργιε, Μανουήλ, σὺν τῷ Νικολάῳ βοῃϑεῖτε, τοῖς προσιοῦσιν ὑμῖν μετὰ πίστεως.

Τοῦ βίου κυκλούμενοι τοῖς δεινοῖς, προσπίπτομεν πίστει, τῇ ϑερμῇ ὑμῶν ἀρωγῇ, ὡς ἂν Νεομάρτυρες Κυρίου, τῆς ἐπελϑούσης ρυσϑείημεν ϑλίψεως.

Θεοτοκίον.
Ῥοαῖς τῶν πλουσίων σου οἰκτιρμῶν, κατάρδευσον Κόρη, ξηρανϑεῖσάν μου τὴν ψυχήν, παϑῶν συνοχῇ τῆς ἁμαρτίας, καὶ τοῦ ἐχϑροῦ τῆς κακίας με λύτρωσαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπὸ πάσης ἀνάγκης, καὶ χαλεπῆς ϑλίψεως, ἡ τῶν αὐταδέλφων Μαρτύρων δυὰς ὑπέρτιμος, ὦ Ἀγγελὴ ϑαυμαστέ, καὶ Μανουὴλ ϑεομάκαρ, ϑᾶττον ἀπαλλάξατε, ἡμᾶς δεόμεϑα.

Συνοχῆς ἐπωδύνου, καὶ ϑλιβερᾶς ῥύσασϑε, σὺν τῷ εὐκλεεῖ Γεωργίῳ, Μάρτυς Νικόλαε, ὑμῶν δεήσεσι, τοὺς ἐκζητοῦντας ἐν πίστει τὴν ὑμῶν ἑκάστοτε, ϑείαν ἀντίληψιν.

Ἀνωτέρους τηρεῖτο, πάσης φϑορᾶς πάντοτε, τοὺς εἰλικρινῶς προσιόντας, ὑμῶν τῇ χάριτι, ᾧ Νεομάρτυρες, καὶ τοῦ ἐχϑροῦ τὴν μανίαν, καϑ’ ἡμῶν συντρίψατε, ὑμῶν δεήσεσι.

Θεοτοκίον.
Θρόνος πύρινος ὥφϑης, καὶ ϑαυμαστός, Ἄχραντε, τοῦ Παμβασιλέως τῆς δόξης καὶ Παντοκράτορος, τοῦτον βαστάζουσα, ἐν ταῖς ἁγίαις χερσί σου, ὃν ἀφράστως τέτοκας. δι’ ἀγαϑότητα.

Διάσωσον, ὦ τετρακτὺς τῶν Ἁγίων Νεομαρτύρων, πάσης βλάβης καὶ νοσημάτων καὶ ϑλίψεων, τοὺς προσιόντας τῇ ϑείᾳ ὑμῶν πρεσβείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν, ὑπάρχοντες καὶ ἔφοροι, στεῤῥὲ Ἀγγελή, καὶ Μανουὴλ Γεώργιε, Νικόλαε μακάριε, προστατεύειν ἡμῶν μὴ ἐλλίπητε, ὡς ἂν παϑῶν καὶ δεινῶν προσβολῶν, ῥυώμεϑα πάντοτε τοῦ ὄφεως.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνόμενοι χάριτι, τῇ τοῦ Παρακλήτου Ἅγιοι Μάρτυρες, σκοτασμὸν παϑῶν διώξατε, ἐξ ἡμῶν καὶ πάσης περιστάσεως.

Ἡ σορὸς ὑμῶν Ἅγιοι, βλύζει ἰαμάτων χάριν ἀέναον, πρὸς ἣν πίστει προσπελάζοντες, πάσης ἀλγηδόνος ἐκλυτρούμεϑα.

Τὸν Ναὸν ὑμῶν Μάρτυρες, οἷαπερ λιμένα ἄκλυστον ἔχοντες, πάσης ζάλης ἐκλυτρούμεθα, ἐν αὐτῷ προστρέχοντες ἑκάστοτε.

Θεοτοκίον.
Ὡς Θεὸς σωματώσασα, Κέχαριτωμένη ὑπὲρ κατάληψιν, σώματός μου τὴν ἀσθένειαν, καὶ ψυχῆς τὸν κλύδωνα κατάπαυσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσων χαλεπῶν, Ἀϑληταὶ Χριστοῦ τετράριϑμοι, τοῖς λειψάνοις καταφεύγοντες ὑμῶν, ἐκλυτρούμεϑα καὶ χάριτος πληρούμεϑα.

Ἅπας εὐλαβῶς, τῷ ναῷ ὑμῶν ὦ Μάρτυρες, προσιὼν λαμβάνει ϑείας δωρεάς, καὶ καρποῦται ὧν περ ηὔξατο ἐκ πίστεως.

Ἔχοντες πολλήν, παῤῥησίαν πρὸς τὸν Κύριον, ὦ τετρὰς Νεομαρτύρων ἐκλεκτή, ἐκτενῶς ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύσατε.

Θεοτοκίον.
Ἴασαι Ἀγνή, τῆς ψυχῆς μου τὰ συντρίμματα, καὶ τοῦ σώματος τὰ πάϑη τὰ δεινά, τῇ πολλῇ σου συμπαϑείᾳ καὶ χρηστότητι.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Μαρτύρων, ἀξιωϑέντες τῆς δόξης, Μανουὴλ καὶ Ἀγγελὴ Ἀϑλοφόροι, σὺν Γεωργίῳ τε καὶ Νικολάῳ, τῆς τῶν παϑῶν ἀδοξίας ἰάσασϑαι τὴν ἀσϑενοῦσάν μου ψυχήν, ὡς Χριστοῦ εὐκλεεῖς Νεομάρτυρες.

Ἐκ πάσης, ἐπιβουλῆς ὀλεϑρίου, Ἀγγελὴ καὶ Μανουὴλ δυσωποῦμεν, σὺν Γεωργίῳ τε καὶ Νικολάῳ, ἡμᾶς ἀτρώτους τηρεῖτε δεόμεϑα, ταῖς ἀντιλήψεσιν ὑμῶν, καὶ ϑερμαῖς ἱκεσίαις πρὸς Κύριον.

Συνόντες, ταῖς τῶν Ἀγγέλων χορείαις, Ἀγγελὴ σὺν Γεωργίῳ τῷ ϑείῳ, καὶ Μανουὴλ καὶ Νικόλαε ἅμα, ἐξ οὐρανίων ἁψίδων μὴ παύσησϑε, ἡμῖν παρέχοντες ἀεί, τῆς ὑμῶν προστασίας τὰς χάριτας.

Θεοτοκίον.
Κυρίου τοῦ Βασιλέως τῆς δόξης, ἀνεδείχϑης ἀειπάρϑενος Μήτηρ, τοῦτον ἀφϑόρως τεκοῦσα Παρϑένε, καὶ ἐκ μαστῶν σου ὡς νήπιον ἔϑρεψας διὸ διάϑρεψον κἀμέ, μετανοίας τῷ ἀρτῷ καὶ σῷσόν με.

Διάσωσον ὦ τετρακτὺς τῶν Ἁγίων Νεομαρτύρων, πάσης βλάβης καὶ νοσημάτων καὶ ϑλίψεων, τοὺς προσιόντας, τῇ ϑείᾳ ὑμῶν πρεσβείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοις των αιμάτων σου.
Ὡς τῆς Τριάδος στεῤῥοὶ Νεομάρτυρες, σὺν Ἀγγελῇ Γεωργίῳ Νικόλαε, ὁμοῦ Μανουὴλ παναοίδιμε, ἡμῖν αἰτεῖσϑε, πταισμάτων συγχώρησιν, καὶ βίου εἰρήνην δεόμεϑα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἀγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ ἐθαυμάτωσεν ὁ Κύριος.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τῶν σῶν Μαρτύρων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μάρτυρες τετράριϑμοι, οἱ τῆς ἀπάτης τὴν φλόγα, ἐν ἐσχάτοις ἔτεσι, τοῖς αἱμάτων ῥεύμασι κατασβέσαντες, Ἀγγελὴ ἔνδοξε, Μανουὴλ ϑεόφρον, καὶ Γεώργιε Νικόλαε, Ἀγγέλων σύσκηνοι, μὴ παύσατε ὑμῶν παρακλήσεσι, παϑῶν πικρῶν τοὺς ἄνϑρακας, ἡμῶν τὴν ζωὴν ἀναλίσκοντας, καὶ δρόσον ἁγίαν, ὀμβρήσατε ἡμῖν ἀναψυχῆς, ἵνα τοῖς πᾶσι κηρύττωμεν, ὑμῶν τὴν ἀντίληψιν.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐκ Θεοῦ δεδεγμένοι, Νεομάρτυρες ϑεῖοι ϑαυμάτων δύναμιν, ἰᾶσϑε τοὺς ἐν πίστει, ὑμῶν τῷ ϑείῳ οἴκῳ, προσιόντας καὶ ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πλήρης χάριτος πέλει, καὶ ὀσμῆς οὐρανίου ὦ Νεομάρτυρες, ἡ ϑήκη τῶν λειψάνων, ὑμῶν καὶ κατευφραίνει, τοὺς ἐν πίστει προστρέχοντας, καὶ ἀνυμνοῦντας ὑμῶν, τὴν ἄϑλησιν τὴν ϑείαν.

Ἐκ παντοίων κινδύνων, ἐκλυτρούμεϑα τάχος ὑμῶν τῇ χάριτι, Γεώργιε ϑεόφρον, καὶ Ἀγγελὴ τρισμάκαρ, Μανουὴλ καὶ Νικόλαε, καὶ εὐγνωμόνως ὑμῖν, ἄδομεν ϑεῖον ὕμνον.

Θεοτοκίον.
Γεννηϑεὶς ἀποῤῥήτως, ἐξ ἁγνῶν σου αἱμάτων ὁ Ὑπερούσιος, ἁπάντων ἀνωτέραν, ἀνέδειξέ σε Κόρη καὶ Ἀγγέλων βασίλισσαν· διὸ κἀμὲ χαμαιρπῶν ὕψωσον νοημάτων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐνηϑληκότες, ὑπὲρ Χριστοῦ ὁμοφρόνως, Νεομάρτυρες ἡμᾶς ἐν ὀμονοίᾳ, ἀεὶ συντηρεῖτε, καὶ ἀληϑεῖ ἀγάπῃ.

Ῥῶσιν πηγάζει, ὑμῶν λειψάνων ἡ ϑήκη, Νεομάρτυρες τῇ ϑείᾳ ἐπομβρίᾳ, τοῖς προσερχομένοις, αὐτοῖς ἐν εὐλαβείᾳ.

Ἄλυπον βίον, ἐν ἀληϑεῖ εὐπραγίᾳ, ἐνισχύσατε ἡμᾶς πιστῶς ἀνύειν, τοὺς ὑμᾶς τιμῶντας, ὦ Μάρτυρες Κυρίου.

Θεοτοκίον.
Σὺ εἶ Παρϑένε, τῶν εὐσεβῶν προστασίᾳ, καὶ βοήϑεια καὶ στήριγμα καὶ δόξα· ὅϑεν τῇ ϑερμῇ σου, προσπίπτομεν πρεσβείᾳ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν αἰτεῖσϑε, ὡς ἡμῶν προστάται, παρὰ Χριστοῦ ϑαυμαστοὶ Νεομάρτυρες, κατὰ παϑῶν τῶν ἐν βίῳ καὶ ἀπολύτρωσιν.

Μαρτύρων τετρὰς ϑεία, Ἀγγελὴ τρισμάκαρ, καὶ Μανουὴλ καὶ Νικόλαε ἔνδοξοι, σὺν Γεωργίῳ ἀπαύστως ἡμῶν προΐστασϑε.

Οἱ νέοι Ἀϑλοφόροι, Κρήτης οἱ λαμπτῆρες. καὶ Ἐκκλησίας τὰ νέα προπύργια, τὰς ἱκεσίας ἁπάντων ἡμῶν προσδέξασϑε,

Θεοτοκίον.
Ὑψίστου χαῖρε ϑρόνε, Κεχαριτωμένη, χαῖρε ἡμῶν ἀσφαλὲς καταφύγιον, καὶ σωτηρία καὶ σκέπη καὶ ἀγαλλίασμα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε ὁπλῖται νέοι Χριστοῦ, Γεώργιε μάκαρ, Ἀγγελή τε καὶ Μανουήλ, σὺν τῷ Νικολάῳ, Ῥεϑύμνης ϑεία δόξα, καὶ πάντων τῶν Μαρτύρων, οἱ ἰσοστάσιοι.

Γνώμῃ τε καὶ πίστει τῇ ἀληϑεῖ, συνδούμενοι ὄντως, Νεομάρτυρες εὐκλεεῖς, τὴν τῶν παρανόμων, καϑείλετε μανίαν, ὑπὲρ Χριστοῦ νομίμως, ἀνδραγαϑήσαντες.

Χαίροντες ὑπέστητε τὴν τομήν, δι’ ἀγάπην ϑείαν, Νεομάρτυρες τοῦ Χριστοῦ, καὶ ῥείϑροις αἱμάτων, Χριστοῦ τὴν Ἐκκλησίαν, ἠρδεύσατε πλουσίως. ὑμᾶς γεραίρουσαν.

Χαίρετε τῆς Κρήτης ϑεῖοι βλαστοί, χαίρετε Ῥεϑύμνης, πολυοῦχοι καὶ ἀρωγοί, Νικόλαος ἅμα, καὶ Ἀγγελῆς ὁ ϑεῖος, καὶ Μανουήλ, Γεώργιος ὁ ἀοίδιμος.

Πίστει τῷ ἁγίῳ ὑμῶν ναῷ, σπεύδοντες προϑύμως, Νεομάρτυρες τοῦ Χριστοῦ, ὑμῶν τῶν λειψάνων, τὴν ϑήκην προσκυνοῦμεν, καὶ ἐξ αὐτῶν πλουσίαν, χάριν λαμβάνομεν.

Ῥύεσϑε ἐκ πάσης ἐπιφορᾶς, Ἀγγελὴς ϑεόφρον, καὶ Γεώργιος ὁ στεῤῥός, Μανουὴλ τρισμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, τοὺς σπεύδοντας ἀπαύστως. ὑμῶν τῇ χάριτι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέοι τοῦ Σωτῆρος Ἀϑληταί, οἱ ἐν τῇ Ῥεϑύμνῃ νομίμως, ἀνδραγαϑήσαντες, Ἀγγελή, Γεώργιε, καὶ Μανουὴλ σὺν αὐτοῖς, καὶ ὁ ϑεῖος Νικόλαος, τοὺς τῇ προστασίᾳ, ὑμῶν καταφεύγοντας, πάσης στενώσεως, ῤύεσϑε ὑμῶν τῇ πρεσβείᾳ, καὶ πταισμάτων λύσιν αἰτεῖσϑε, παρὰ τοῦ Χριστοῦ ἡμῖν δεόμεϑα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Τὴν δὲ παράκλησιν τοῦ Γερασίμου
Τετρὰς θεία πρόσδεξαι Νεομαρτύρων.