Παρακλητικός Κανών εις τον Όσιο Βάρβαρο τον Πενταπολίτη

Ποίημα Αποστόλου Παπαχρήστου

†Εορτάζεται στις 23 Ιουνίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐν ἀσκήσει τὸν Δεσπότην δοξάσαντα, καὶ τῇ ἀθλήσει τὸν βελίαρ βυθίσαντα, τὸν θεοφόρον Βάρβαρον τιμήσωμεν πιστοί, κράζοντες καὶ λέγοντες· ἐκ δεινῶν καὶ κινδύνων, λύτρωσαι τοὺς δούλους σου καὶ ἐκ νόσων ποικίλων, καὶ ἐκ δαιμόνων βλάβης καὶ φθορᾶς, σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Σὲ Βάρβαρε σέβω, σῶσόν με τάχει. Ἀποστόλου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνὼν τῇ Τριάδι τῷ Παντουργῷ, ὡς Ὅσιος ἅμα καὶ ὡς Μάρτυς δυσωπῶ· ὦ Βάρβαρε μάκαρ σαῖς πρεσβείαις, ἐκ τῶν παθῶν καὶ δεινῶν με διάσωσον.

Ἐλθὼν ἐν τῷ τόπῳ τῷδε σοφέ, ἀλλόθρησκος πέλων πάτερ Βάρβαρε καὶ λῃστής, ἡ χάρις ἠλλοίωσέ σε μάκαρ, ἡ τοῦ Θεοῦ ἥν μοι δίδου πρεσβείαις σου.

Βαβαὶ τῶν θαυμάτων σου Ἰησοῦ, τοῦ πρώην βλασφήμου τὴν διάνοιαν καὶ τὸν νοῦν, φωτί σου ἡγίασας διό με, ἐσκοτισμένον τοῖς πάθεσι φώτισον.

Θεοτοκίον.
Ἀνύμφευτε Πάναγνε Μαριάμ, Θεὸν τῶν ἁπάντων ἡ τεκοῦσα ὑπερφυῶς, αὐτὸν ἐκδυσώπει κληρονόμον, τῆς αἰωνίου ζωῆς ἀναδεῖξαί με.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ῥωμαλέῳ φρονήματι εἰς Χριστὸν Ὅσιε, σπεύδειν βαπτισθῆναι θρησκείαν ἀποβαλλόμενος, Ἀγαρηνῶν βδελυράν, Θεὸν κἀμὲ ἀγαπῆσαι, ἐκ καρδίας φώτισον τοῦτον μακάριε.

Βοηθὸς καὶ προστάτης πέλεις σοφὲ Βάρβαρε, ἐκ θανατηφόρων παθῶν με ἀεὶ λυτρούμενος, καὶ ψυχοφθόρων τε, ὅθεν ᾠδαῖς καὶ ψαλμοίς τε, σὲ ὑμνῶ γηθόμενος καὶ μακαρίζω σε.

Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορᾶς ἔνδοξε, Βάρβαρε θεόφρον καὶ θλίψεως καὶ κακώσεως, καὶ ἐξ ἀνθρώπων τε, συκοφαντούντων με ῥῦσαι, καὶ ἐξολοθρεῦσαί με ζητούντων Ὅσιε.

Θεοτοκίον.
Ῥητορεύειν σε γλῶσσα, οὐκ εὐπορεῖ Δέσποινα, σοῦ τὰ μεγαλεῖα Παρθένε καὶ τὰ θαυμάσια, ὁ γὰρ ἀχώρητος, ἐν σοὶ χωρεῖται καὶ σώζει, ὅλον με τὸν ἄνθρωπον, ὁ ὤν φιλάνθρωπος.

Διάσωσον, ἐκ συμφορῶν πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κέκτησαι πρὸς Θεὸν παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς ἐν Νύσσῃ καὶ ἐν Τρύφῳ τε, καὶ πάσῃ σοφὲ Ἀκαρνανίᾳ πέφηνας, ἐκ κινδύνων πάντων τε καὶ ἐκ παθῶν χαλεπῶν παμμάκαρ λυτρούμενος, καὶ ἐξ ἐχθρῶν δυσμενῶν, ὦ Βάρβαρε θεόφρον ταῖς πρεσβείαις σου.

ᾨδῇ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ τῆς πλάνης με λύτρωσαι, τοῦ ἐχθροῦ καὶ φῶς μοι κατάπεμψον, τοῦ Χριστοῦ παμμάκαρ Βάρβαρε, ὁ διὰ Χριστὸν πάντα ἀφέμενος.

Σοὺς τιμῶ πόνους ἔνδοξε, τῆς σεπτῆς ἀθλήσεως καὶ παλαίσματα, κατ’ ἐχθρῶν θεόφρον Βάρβαρε, ὅθεν σοι βοῶ ἐκ τούτων ῥῦσαί με.

Εἰ καὶ Βάρβαρος κέκλησαι, ἀλλὰ εὐγενὴς ὑπὲρ πάντας πέφηνας, ὅθεν ῥῦσαι ἐπιθέσεως, τῆς βαρβαρικῆς παθῶν με ἔνδοξε.

Θεοτοκίον.
Βουληθεὶς ὁ Φιλάνθρωπος, σῶσαι τὸν πεσόντα Παρθένε ἄνθρωπον, ἐκ σοῦ ἄνθρωπος ἐγένετο, καὶ εἰς οὐρανοὺς τοῦτον ἀνήγαγεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὥσπερ ἀετός, ὑψιπέτης πάτερ Βάρβαρε, εἰς οὐρανοὺς ἀναγαγών σου τὸν νοῦν, τῆς κοσμικῆς ἀπάτης, σώζεις τοὺς ἱκέτας σου.

Σὲ ἐκδυσωπῶ, ἐκ δαιμόνων με διάσωσον, τῶν ἐκ μαγείας πάτερ Βάρβαρε, ὁ ἀποπνίξας τούτους, ῥείθροις τῶν δακρύων σου.

Ὤ! Τῆς σῆς θερμῆς, ἀγαπήσεως πρὸς Κύριον, ζῶν ἐκ λαχάνων τοῦτον ηὔφρανας, ὅθεν νηστείας, ἐραστήν με δεῖξον Βάρβαρε.

Θεοτοκίον.
Σὲ ἐκδυσωπῶ, Θεοτοκε πολυΰμνητε, ἐξ ἀφορήτων πόνων ῥῦσαί με, τῶν ἐκ τῶν νόσων ἀνιάτων, τυραννούντων με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ Κύριος, προειδώς σου Βάρβαρε, τὴν ψυχὴν ἐκ τῶν βροτῶν σε ἐκλέγει, καὶ ἐκ νεκρᾶς τῶν Ἀράβων θρησκείας, θεὸν ποιῆσαι ἐν χάριτι ἔνδοξε, ᾧ πρέσβευε διηνεκῶς, καὶ ἡμεῖς σὴν χαρὰν ἀπολαύσωμεν.

Νενίκηκας, τὸν ἐχθρὸν πανεύφημε, σῇ ἀσκήσει καὶ βυθῷ ἀπωλείας, τῇ σῇ σφαγῇ παραδέδωκας ὅθεν, διπλοῖς στεφάνοις Χριστός σε ἐκόσμησε, καὶ δέδωκέ σοι τὴν ἰσχύν, τὰ ἡμῶν θεραπεύειν νοσήματα.

Μηδεὶς ποτέ, ἐνδοιαζέτω ἄνθρωπος, καὶ μηδεὶς ἀμφιβαλλέτω οὐδόλως, ὅτι ἡμῖν, ἰατρός τε καὶ ῥύστης, ἐδόθη πᾶσιν ὁ ἔνδοξος Βάρβαρος, τὰς νόσους τε τὰς χαλεπάς, ἐκ ψυχῶν καὶ σωμάτων ἰώμενος.

Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου Δέσποινα, τρικυμίαι με καὶ ζάλαι καὶ θλίψεις, καὶ σὺν αὐτοῖς, τῆς πενίας τὸ βάρος, ἀσθενειῶν τε Ἁγνὴ τὸ ἀνίατον, καὶ δέομαί σου Ἀγαθή, ἐκ τοῦ σάλου με τούτων διάσωσον.

Διάσωσον, ἐκ συμφορῶν πάτερ Βάρβαρε τοὺς σοὺς δούλους, καὶ δαιμόνων ἐκ χαλεπῶν καὶ πάσης κακώσεως, ὡς κέκτησαι πρὸς Θεὸν παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν σε Χριστιανοῖς καὶ ἀσφάλειαν, πάτερ Βάρβαρε καὶ ἀρωγόν σε κεκτήμεθα, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ ῥῦσαι ἐξ ἐχθρῶν ἡμᾶς, καὶ ἀνομβρίας τῶν κακῶν καὶ ὀλεθρίων πολέμων τε, δώρησαι τὴν εἰρήνην, ἴασαι τοὺς νοσοῦντας, σὺ γὰ εἶ ἡμῶν Πατήρ, πρὸς οὖν τίνα πορευσώμεθα.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαίου
(Κεφ. θ’,36-38, η’, 1-8).

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς τοὺς ὄχλους, καὶ ἐσπλαγχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς Μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα Ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννης ὁ ἀδελφὸς αὐτοῦ· Φίλιππος καὶ Βαρθολομαῖος· Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος· Σίμων ὁ Κανανίτης, καὶ ᾿Ιούδας ὁ ᾿Ισκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ᾿Ιησοῦς παραγγείλας αὐτοῖς, λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ παρίδῃς Ὅσιε, σῶν ἱκετῶν ἰκεσίας, ἀλλ’ εὐσπλάγχνῳ ὄμματι, πάντας ἡμᾶς οἴκτιρον, πάτερ Βάρβαρε, τοὺς ἐν ἀσθενείαις τε κατατρυχομένους, ἀνιάτοις καὶ ἐν θλίψεσι, δεινοῖς πολέμοις τε λιμῷ τε καὶ λοιμῷ καὶ ἐν καύσωνι, μαγείαις ὀχλουμένους τε καὶ δαιμόνων ἔχθραν μὴ φέροντας, φρενῶν ἐκ τῆς βλάβης, ψυχῆς ἀσθενειῶν τε καὶ παθῶν, ἵνα χαρὰν πάντες ἔχοντες, σὲ ἀεὶ γεραίρωμεν.

Σώσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν κλεινὸν φρουρὸν Τρύφου Νύσσης ὄρους τὴν δόξαν τε καὶ τὸ καύχημα, τὸν Βάρβαρον τὸν θεῖον τιμῶντες Κτίστῃ τοῦτον τῷ ἡμῖν δόντι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἀπὸ βλάβης παντοίας πάτερ Βάρβαρε ῥῦσαι τοὺς κινουμένους ἀεί, ἐν γῇ ἢ ἐν θαλάσσῃ, ἐρήμῳ ἢ ἀέρι καὶ βοᾶν σὺν σοὶ πάντοτε, τῷ ζωοδότῃ Χριστῷ Σωτήρ, εὐλογητὸς εἶ.

Χαίρων ἔφερες Πάτερ σοῦ τὴν τρίπηχυν ἄλυσιν προσκυνῶν τε ἀεί, Τριάδα τὴν ἁγίαν, τὴν σώσασάν σε πλάνης, καὶ γηθόμενος ἔψαλλες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ὑπερτέρα Ἀγγέλων ἀνωτέρα τε κτίσεως πάσης ὤφθης σεμνή, Θεὸν σαρκὶ τεκοῦσα, διπλοῦν τῇ φύσει ὄντα καὶ Παρθένος διέμεινας, εὐλογημένη Ἁγνή, ἡμῶν ἡ σωτηρία.

ᾨδὴ η΄ Τὸν Βασιλέα.
Ἀπὸ κακίας, τοῦ ἀρχεκάκου βελίαρ, πάτερ Βάρβαρε ῥῦσαι τὴν ψυχήν μου, ἵνα σε γεραίρω, τὸν μέγαν μου προστάτην.

Παρηγορία, τῶν αἰχμαλώτων παμμάκαρ, καὶ τῶν ὄντων ἐν φυλακαῖς ὑπάρχεις, ὅθε σε ὑμνοῦμεν, ὦ Βάρβαρε θεόφρον.

Ὁ ἀντιλήπτωρ, ὁ ἰατρὸς ὁ προστάτης, ὁ ποιμὴν ὁ πατὴρ ἡμῶν ὑμνείσθω, Βάρβαρος ὁ θεῖος, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Σὲ δυσωπῶ, τὴν Παναγίαν Παρθένον, ἐκ θανάτου ῥῦσαι τὴν ψυχήν μου, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν ὄντα μετ’ Ἀγγέλων, καὶ σὺν τῷ Δεσπότῃ, ἀεὶ τιμώμενον ἔνδοξε Βάρβαρον, τῆς καταδίκης ῥυσθῶμεν νῦν δυσωπήσωμεν.

Ὁλόφωτος ὑπάρχων, καὶ ὑπὲρ ἡλίου, ἀκτῖνας λάμπων μακάριε Βάρβαρε, τοὺς προσιόντας σοι πίστει οἴκτειρον δούλους σου.

Λαὸς τοῦ Τρύφου, ὕμνοις καὶ Ἀκαρνανίας, καὶ τῆς Ἑλλάδος τιμῶντές σε Ὅσιε, Ὀρθοδοξία αἰτοῦμεν στήριξον ἅπαντας.

Οὐδεὶς ἐν τῷ ναῷ σου, τῶν προσερχομένων, κατησχυμμένος θεόφρον οὐκ ἐκπορεύεται, ἀλλὰ λαμβάνει τὸ δῶρον χαίρων ὦ Βάρβαρε.

Θεοτοκίον.
Ὑμνοῦμέν σε Μαρία, κεχαριτωμένη, οἱ γηγενεῖς τὴν τὸν Κτίστην κυήσασαν, σὺν Ἀσωμάτων χορείαις σὲ μεγαλύνοντες.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις αἰχμαλώτων ὁ λυτρωτής, χαίροις ἀσθενούντων ὁ ταχύπορος ἰατρός, χαίροις ὀ στεφάνοις, ἀθλητικοῖς παμμάκαρ, στεφθεὶς παρὰ Κυρίου ὅσιε Βάρβαρε.

Ὥσπερ ἐθεράπευσας σὺ ποτέ, τὴν τοῦ Κωνσταντίνου θυγατέρα ἐκ τῆς δεινῆς, νόσου ἀνιάτου, ὦ Βάρβαρε θεόφρον, κἀμοὶ δὸς τὴν ὑγίειαν, ὅπως γεραίρω σε.

Χαῖρε Τρύφου πόλις ἠ εὐκλεής, ὄρος Νύσσα χαῖρε καὶ εὐφραίνου πᾶσα ἡ γῆ, τῆς Ἀκαρνανίας, προστάτην κεκτημένη, τὸν Βάρβαρον τὸν θεῖον δόξα καὶ καύχημα.

Ἐκ κινδύνων ῥῦσαι Πάτερ ἡμᾶς, τὸν τῆς γῆς θαλάσσης καὶ ἀέρος καὶ ποταμῶν, ἐκ φρικτῶν πολέμων, καὶ πονηρῶν ἀνθρώπων, κακίας τε δαιμόνων ὅσιε Βάρβαρε.

Τίς οὐ θεραπεύεται προσπεσών, Βάρβαρε παμμάκαρ τῇ εἰκόνι σου τῇ σεπτῇ, τυφλὸς χωλὸς κωφός τε, παράλυτος μαγείαν, ὁ ἔχων καὶ οἱ πάντες σὲ μακαρίζοντες.

Χαίροις μοναζόντων θεία κρηπίς, δόξα τῶν Μαρτύρων ὁ στεφάνοις διπλοῖς στεφθείς, καὶ συμβασιλεύων, Χριστῷ εἰς τοὺς αἰῶνας, ὦ Βάρβαρε θεόφρον, σκέπε τοὺς δούλους σου.

Ὥσπερ ζωοδόχος Πάτερ πηγή, ὥσπερ Ἰορδάνης ἐκ τοῦ τάφου σου τοῦ σεπτοῦ, ὕδωρ ἀναβλύζει, τὰς νόσους θεραπεῦον, παντοίας τῶν ἀνθρώπων ὅσιε Βάρβαρε.

Σὺν τῇ Θεοτόκῳ Πάτερ σοφέ, τῷ σεπτῷ Προδρόμῳ Ἀποστόλοις τοῖς ἱεροῖς, Βάρβαρε Ἀγγέλοις, καὶ πᾶσι τοῖς Ἁγίοις, Χριστὸν ἀεὶ δυσώπει σώζεσθαι ἅπαντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὄρους Νύσσης τὴν δόξαν καὶ τοῦ Τρύφου τὸν ἔφορον, καὶ Ἀκαρνανίας τὸ κλέος, τὸν πανεύφημον Βάρβαρον, τιμήσωμεν ἐν ὕμνοις οἱ πιστοί, μιμούμενοι αὐτοῦ τὰς ἀρετάς, τοῖς γὰρ πᾶσιν ἰάσεις βρύει ὡς συμπαθεῖς, τοῖς πρὸς αὐτὸν κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πίστει, τοὺς προστρέχοντας τῇ σῇ, σκέπῃ πανσεβάσμιε πάτερ, ἔνδοξε Βάρβαρε, πάσης περιστάσεως ῥῦσαι πρεσβείαις σου, ἐκ παθῶν ψυχοφθόρων τε, πταισμάτων ἀμέτρων, τοὺ ἐνοχλουμένους τε ὑπὸ δαιμόνων δεινῶν, ἅμα, ἀφορήτου μαγείας, ὅπως εὐγνωμόνως τοῖς ὕμνοις, πάντες σε γεραίρομεν θεσπέσιε.

Πάντας, θεραπεύειν ὦ σοφέ, τούς τε ἀνιάτοις ἐν νόσοις καὶ ἐκ τῆς βλάβης φρενῶν, Βάρβαρε θεσπέσιε, καὶ συνοδεύεις ἀεί, τοὺς ἐν γῇ καὶ θαλάσσῃ τε, κρημνῷ καὶ ἀέρι, σκέπη, ὀρφανῶν ἀδικουμένων σὺ εἶ, ὅθεν σὲ αἰτοῦμεν δυσώπει, καὶ ἐν τῇ ἡμέρᾳ τῆς δίκης, ἅπαντες ῥυσθῶμεν τῆς κολάσεως.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.