Παρακλητικός Κανών εις τον Άγιο Μεγαλομάρτυρα Θύρσον
Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 23 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἀθλητὴν Θύρσον πιστῶς εὐφημοῦμεν, ἐμμελετῶντες τὴν αὐτοῦ πολιτείαν, τὰς ἀρετάς τὰ θαύματα καὶ πλῆθος αἰκισμών· γέγονεν ὁ παναοίδιμος, τῶν πιστῶν ἀρετῆς κανών, πρέσβυς καὶ φρουρὸς αὐτῶν ἐν ἀνάγκῃ καὶ θλίψει· καὶ γὰρ ὡς μάρτυς πέλει πρὸς Θεόν, πάντων ἀνθρώπων, μεσίτης εὐπρόσδεκτος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τῇ Θεοτόκῳ ταπεινῶς ἐκβοῶμεν· οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ενέδραις· τῇ μητρικῇ σου σκέπασον ἀγάπης ἡμᾶς· δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὁρμὰς παθῶν, καὶ δαιμόνων μανίαν· σὺ γὰρ ὑπάρχεις Δέσποινα ἁγνῇ, Μήτηρ καὶ σκέπη, καὶ θεία ἀντίληψις.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΤΙΜΩ ΘΥΡΣΟΝ ΑΘΛΗΤΗΝ ΥΜΝΟΙΣ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τιμήσωμεν Θύρσον τὸν ἀθλητήν, τὸν καταβαλόντα, τοῦ βελίαρ τὰς μηχανάς, ἐν ὁμολογίᾳ καὶ ἐν ἄθλοις, Χριστὸν κηρύττοντα πᾶσι τοῖς πέρασιν.
Ἰσχύϊ τοῦ Πνεύματος ὁ κλεινός, ἀπειλῶν τυράννου, κατεφρόνησεν ἐν χαρᾷ, καὶ πάσχων προσέβλεπεν ὁ Θύρσος, πρὸς οὐρανοῦ Βασιλείαν αἰώνιον.
Μαρτύρων τὸ κλέος καὶ ἀθλητῶν, καὶ ὁμολογούντων, ἀνεδείχθης ὑπογραμμός· ὦ Θύρσε ἱκέτευε τὸν Κτίστην, ὑπὲρ τῶν πίστει τιμώντων τοὺς ἄθλους σου.
Θεοτοκίον.
Ὡράισμα πέλεις τῶν ἐπὶ γῆς, καὶ τῶν οὐρανίων, Θεοτόκε παναληθώς, τῇ σῇ καθαρότητι Παρθένε, καὶ τῇ κυήσει τοῦ Λόγου Πανάμωμε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Θυμιῷμεν ἐν πόθῳ καὶ ἐν χαρᾷ μέλπομεν, τοῦ μεγαλομάρτυρος Θύρσου, τὰ κατορθώματα, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ ὑφ’ οὗ ἐστέφθη ἀξίως, εἰς τὴν ἐπουράνιον, θείαν κατάπαυσιν.
Ὑπακούων ὁ Θύρσος τοῖς τοῦ Χριστοῦ ῥήμασι, σπεύδει μαρτυρήσαι ἐν πόθῳ, ὑπὲρ τῆς πίστεως· διὸ ἐν χώρᾳ ζωῆς, σὺν Ἀσωμάτοις χορεύει, κατοπτεύων χάριτι, φῶς τὸ ἀπρόσιτον.
Ῥητορείας ὁ λόγος ἀδυνατεῖ ἔνδοξε, τὰ σὰ ἐξυμνήσαι ὦ Θύρσε, σεπτὰ ἀθλήματα, καὶ μαρτυρίων φρικτῶν, ἀπαριθμήσαι τὸ πλῆθος, καὶ θαυμάτων πέλαγος, θεοχαρίτωτε.
Θεοτοκίον.
Σωτηρίας ἐγένου τῆς τῶν βροτῶν πρόξενος, τῇ κυοφορίᾳ τοῦ Κτίστου, ἐν τῇ νηδύϊ σου, Παρθενομῆτορ ἁγνή, τῆς Ἐκκλησίας ἡ δόξα, τῶν πιστῶν ἡ πρέσβειρα, καὶ ἱλαστήριον.
Περίσῳζε, ταῖς σαῖς πρεσβείαις τοὺς πίστει σε προσκυνοῦντας, ὅτι πέλεις σῶν ὑμνητῶν σεπτὸν καταφύγιον, ὡς μάρτυς Κυρίου ἔνδοξε Θύρσε.
Στερέωσον, τοὺς ἀνυμνοῦντας τὸν Τόκον σου Θεοτόκε, ἐν τῇ πίστει τοῦ Ἰησοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα πρὸς Χριστὸν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Θεὸν ἀληθῆ, ἐκήρυξας σῷ αἵματι, Χριστὸν τοῖς λαοῖς, ὦ Θύρσε παναοίδιμε, καὶ σημείοις καὶ θαύμασι, τὴν τοῦ Λόγου ἔδειξας δύναμιν, διὸ εἰσῆλθες εἰς ζωήν, πρεσβεύων ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁλοψύχως ἐνήθλησας, Θύρσε παντευλόγητε ὑπὲρ πίστεως, καὶ τοῖς θαύμασι κατέπληξας, τῶν ἀπίστων πλήθη ἄθεα.
Νικητήρια ᾄσματα, Θύρσε πανσεβάσμιέ σοι προσφέρομεν, καθικέτευε τὸν Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς τιμώντων σε.
Ἀριστεὺς ἀναδέδειξαι, Θύρσε ἐν τῷ σκάμματι καὶ ὑπόδειγμα, τῶν ποθούντων τὰ οὐράνια, καὶ τῶν Πρωτοτόκων τὴν κατάπαυσιν.
Θεοτοκίον.
Θεοτόκε Πανάμωμε, τῆς οἰκονομίας μέγα μυστήριον, διηκόνησας Θεόνυμφε, σάρκα σὴν δανείσασα τῷ Κτίστῃ σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς πρεσβείαις σου, λαβεῖν ὦ Θύρσε παρὰ τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τοῦ πνεύματος τὴν θεόσδοτον.
Ἤθλησας κλεινέ, ἐν σημείοις τε καὶ θαύμασιν, ἀνακηρύττων Θεὸν τὸν Ἰησοῦν, καὶ προσελκύων, τῇ πίστει πολλοὺς πανένδοξε.
Τύραννον σατάν, ἐταπείνωσας τοῖς ἄθλοις σου, ἐπιστηρίζων ὦ Θύρσε τοὺς πιστούς, ἐν μαρτυρίοις, καὶ ζήλῳ ὑπὲρ τῆς πίστεως.
Θεοτοκίον.
Ἥλιον Χριστόν, ἐν ἀγκάλαις σου ἐβάστασας, Θεοχαρίτωτε Μῆτερ Μαριάμ, πρὸς ὃν πρεσβεύεις, ἀπαύστως ὑπὲρ τῶν τιμώντων σε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νενίκηκας, αἰκισμοὺς καὶ τύραννον, Θύρσε χάριτος πλησθεὶς τοῦ Σωτήρος· διὸ ζωῆς, τῆς ἀγήρω καὶ θείας, κατατρυφᾷς, ἐς ἀεὶ παναοίδιμε, πρεσβεύων ὑπὲρ τῶν πιστῶς, αἰτουμένων λιτάς σου πρὸς Κύριον.
Ὑμνήσωμεν ἐν ᾠδαῖς τὸν μάρτυρα, καὶ Χριστὸν δοξολογήσωμεν πάντες· ὅτι δεινῶς ἐτασθεὶς ὁ γενναῖος, τῇ τοῦ Κυρίου δυνάμει κατῄσχυνε, τὸν τύραννον καὶ τὸν σατάν, δοξασθεὶς αἰωνίως ἐν χάριτι.
Μακάριος, ἀνεδείχθης ἔνδοξε, τὸν Χριστὸν ὁμολογήσας γενναίως· ὅτι Αὐτῷ ἐνωθεὶς αἰωνίως, συνεορτάζεις Ἀγγέλοις καὶ Μάρτυσι, δεόμενος ὑπὲρ ἡμῶν, ἵνα τύχωμεν θείας ἀφέσεως.
Θεοτοκίον.
Νεάνιδες, καὶ παρθένοι Ἄχραντε, σὺν μητράσι ἐν σοὶ χαίρουσι πάσαι· ὅτι Θεὸς σαρκωθεὶς ἐκ σοῦ Κόρη, διαφυλάττει τὴν μήτραν σου ἄφθορον· παράδοξον παναληθώς, τὸ ἐν σοὶ ὑπὲρ φύσιν μυστήριον.
Περίσῳζε, ταῖς σαῖς πρεσβείαις τοὺς πίστει σε προσκυνοῦντας, ὅτι πέλεις σῶν ὑμνητῶν σεπτὸν καταφύγιον, ὡς μάρτυς Κυρίου ἔνδοξε Θύρσε.
Στερέωσον, τοὺς ἀνυμνοῦντας τὸν Τόκον σου Θεοτόκε, ἐν τῇ πίστει τοῦ Ἰησοῦ καὶ βίου παλαίσμασιν, ὡς ἔχουσα πρὸς Χριστὸν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Πανενδόξων μαρτύρων τὸ καύχημα, πέφυκας, ἀριστεύων τῇ ὁμολογίᾳ ἐν χάριτι, Θύρσε πάντιμε ἀθλητά τῆς πίστεως Χριστού· διὸ ἔλαβες παρὰ Θεοῦ, τοῦ ἀθλοφόρου τὴν τιμήν, καὶ θεώσεως στέφανον· πρέσβευε θεοφόρε, δοθῆναι τοῖς σὲ τιμῶσιν, τὴν τῶν παθῶν ἀπαλλαγήν, καὶ ψυχῆς τὴν ἀπολύτρωσιν.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὑτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τοῦ ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τύραννον παγκάκιστον, καταβαλὼν θεαρέστως, τὸν Σταυρὸν ἀνέλαβες, μαρτυρίου ἔνδοξε καὶ ἐν σκάμμασι, ἐν χαρᾷ ἔσπευσας, πρὸς ὁμολογίαν, αἰκισμούς δε καθυπέμεινας, ποθῶν τὰ κρείττονα, εὐαγγελικώς Θύρσε πάντιμε· σημείοις τε καὶ θαύμασι, πάντας τοὺς ἐν πλάνῃ κατέπληξας· ὅθεν κατεστέφθης, χειρὶ τοῦ ἀθλοθέτου Ἰησοῦ, καὶ τὴν οὐράνιον ἔλαβες, δόξαν καὶ τερπνότητα.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανὸς σε ὑδέξω, Θύρσε ἔνδοξε μάρτυς καὶ τῶν ἁγίων χορός, μεθ’ ὧν συνεορτάζεις, ὑμνῶν τὸν ἐν Τριάδι, Ὁμοούσιον Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱκετεύει σε πᾶσα, Θύρσε μεγαλομάρτυς, τῶν γηγενῶν ἡ πληθύς· δεήθητι Κυρίου, ὑπὲρ τῶν σὲ τιμώντων καὶ βοώντων ἐκ πίστεως· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίας τὴν χάριν, Θύρσε πᾶσι παράσχου, ταῖς σαῖς λιταῖς πρὸς Χριστόν, ἀξίωσον δε πάντας, ὑμνεῖν τὸν ἀθλοθέτην, καὶ Σωτῆρα τῆς κτίσεως· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Νοεραὶ θεῖαι τάξεις, ἀνυμνοῦσι Παρθένε, τὸν σὸν Υἱὸν καὶ Θεόν, ὃν ἔτεκες ἀφράστως, ἐκ Πνεύματος Ἁγίου, καὶ Αὐτῷ ἀεὶ λέγουσιν· ὁ τῶν βροτῶν καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχὺν τῷ Θύρσῳ, ἐν μαρτυρίοις καὶ πάθει, ὁ τῶν ὅλων Δεσπότης δωρείται· οὗ τὴν θείαν Χάριν, ὑμνοῦμεν εἰς αἰῶνας.
Κατανικάται, ὁ ἀρχηγός τῶν δαιμόνων, ὑπὸ μάρτυρος Θύρσου ὑμνοῦντος, καὶ ὑπερυψοῦντος, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὀλοκληρώσας, ὁμολογίαν ὁ Μάρτυς, ἐν ἁγίοις συγκαταριθμεῖται, καθορῶν τὴν δόξαν, Θεοῦ τοῦ ἐν Τριάδι.
Θεοτοκίον.
Διακηρύττεις, ἐν καθαρότητι βίου, τοῦ Υἱοῦ σου Παρθένε τὴν Χάριν, οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέως τὰς βασάνους, Θύρσος ὑπομένει, ἐπιστηρίζων σημείοις βροτοὺς ὁ κλεινός, καὶ συνεγείρει εἰς ὕμνον, τοῦ Παντοκράτορος.
Μαρτύρων αἱ χορεῖαι, Θύρσου μαρτυρίαν, ἐπικροτοῦσιν ἐν ὕμνοις καινοῖς καὶ ᾠδαῖς, καὶ τὸν Σωτῆρα τιμῶσι, τὸν τοῦτον στέψαντα.
Ὁρῶμεν ἐν ἁγίοις, Θύρσον στεφανίτην, κατατρυφῶντα τῆς θείας χαρᾶς καὶ ζωῆς, σὺν Πρωτοτόκοις καὶ πᾶσι τοῖς ἐναθλήσασιν.
Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρθένε, καὶ δοξολογούμεν, τὸν γεννηθέντα ἀφράστως ἐκ σου ὡς βροτόν, πρὸς σωτηρίαν τοῦ κόσμου καὶ ἀπολύτρωσιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Θύρσον τὸν γενναῖον, καὶ καλλίνικον ἀθλητήν, τὸν ἐν μαρτυρίοις κηρύξαντα Σωτῆρα, Χριστὸν τὸν Ζωοδότην, καὶ πάντων Κύριον.
Χαίροις Χριστομάρτυς καὶ ἀθλητά, Θύρσε θεοφόρε, τῶν μαρτύρων ἡ καλλονῇ, χαίροις Ἐκκλησίας τὸ καύχημα καὶ κλέος, πιστῶν δε ὁ προστάτης, καὶ μέγα πρότυπον.
Πάσχων ὑπὲρ πίστεως ἀθλητά, ἔχαιρες μεγάλως, καὶ ἐδίδασκες τοὺς βροτούς, ποθεῖν βασιλείαν αἰώνιον καὶ θείαν, καὶ θέωσιν καὶ δόξαν, τὴν ἀτελεύτητον.
Χάριν ἐξαιτοῦμαι Θύρσε τὴν σήν, καὶ δύναμιν θείαν, ἣν ἐδέξω παρὰ Χριστοῦ, ὑφ’ οὗ ἠξιώθης ἰδεῖν τὸ τῆς Τριάδος, ἀπρόσιτον καὶ θεῖον, φῶς τὸ ὑπέρλαμπρον.
Πλάνην τῶν εἰδώλων τὴν παχυλήν, Θύρσε τῇ δυνάμει, τῇ τοῦ Πνεύματος ἀναιρεῖς, σημείοις δε θείοις καὶ θαύμασι ποικίλοις, τὴν πίστιν τῆς Τριάδος, κηρύττεις ἔνδοξε.
Στήριξον καρδίας Θύρσε κλεινέ, τῶν ἐπευφημούντων, μαρτυρίαν σου θαυμαστήν, καὶ φύλαξον ἀτρώτους ἐκ τῶν τοῦ πολεμίου, βελῶν πεπυρωμένων, καὶ ἐπιθέσεων.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Μέγαν μάρτυρα τῆς ἀληθείας, Θύρσον ἔνδοξον, πιστῶς τιμῶμεν, καρτερῶς γὰρ αἰκισμοὺς καθυπέμεινεν, ἐπισφραγίζων ἐκχύσει τοῦ αἵματος, ὁμολογίαν στεῤῥὰν καὶ θεόδεκτον· ὅθεν ἔλαβε, τὸ στέφος τὸ ἀμαράντινον, καὶ δόξαν μαρτυρίου ὁ τρισόλβιος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἐρασταὶ τῶν ἀθλητῶν, Θύρσον τὸν γενναῖον ὁπλίτην, καὶ ἀθλοφόρον Χριστοῦ, ὕμνοις καταστέψωμεν, λόγοις προσείπωμεν· τὸν ἐχθρὸν ἐταπείνωσας, εἰδώλων τὴν πλάνην, ῥήμασι τοῖς πίστεως, λαμπρῶς κατέβαλες, πάθει δε ἐκήρυξας πᾶσι, θείαν βασιλείαν, καὶ δόξαν τῆς Τριαδικῆς μίας Θεότητος.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

