Παράκληση εις τον Άγιο Προφήτη Αβακούμ
Ποίημα Γεωργίου Γαλανόπουλου

†Εορτάζεται στις 2 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεηγόρον τοῦ Κυρίου Προφήτην, τὸν προσημάνατα τὴν σάρκωσιν Λόγου, βουλὴν ἀνεξιχνίαστον ἐκ Κόρης ἁγνῆς, Ἀββακοὺμ πιστοὶ τὸν φήσαντα, ὡς κατάσκιον καὶ δασύ, ὄρος καὶ προφητικῶς, ἐν σκιᾷ καὶ συμβόλοις, Θεὸν ἐπὶ τῆς θείας φυλακῆς, ἐγηγερμένον, ἰδόντα τιμήσωμεν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Πρόσδεξαι Ἀββακούμ, τόδ’ ᾆσμα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παθῶν με ταράττουσι προσβολαί, ἀλλὰ σὺ Προφῆτα, ταῖς πρεσβείαις σου πρὸς Θεόν, παράσχου ἐκλύτρωσιν ἁπάντων, τῶν δυσμενῶν καὶ ἰσχύι σου ζώωσον.
Ῥημάτων ἐνθέων σου Ἀββακούμ, προεῖδες ὡς ὄρος, τὸ κατάσκιον καὶ δασύ, Ἁγνὴν θεομήτορα Παρθένον· διὸ σοῖς λόγοις ἡμῶν νοῦν ἀνύψωσον.
Ὁδὸν ἡμῖν δεῖξον τὴν θεϊκήν, ἣν προὔλεξας πᾶσιν, ὁ ἐπὶ θείας φυλακῆς, σημάνας τὴν ἔγερσιν ἐκ τάφου, τοῦ ζωοδότου καὶ κόσμου ποιήσαντος.
Θεοτοκίον.
Σωτῆρα ἐκύησας καὶ Θεόν, ὃν ἔτεκες Κόρη, ἀνωδίνως ἐν πενιχρῷ, σπηλαίῳ εἰς γένους σωτηρίας, καὶ μητρικῶς δυσωπεῖς ὑπὲρ δούλων σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δουλωθῆναι προεῖπας Ναβουχοδονόσορι, Ἱερουλαὴμ ὦ Προφῆτα, καὶ τοῦτο γέγονεν· ὅθεν ἡμᾶς ἐξελοῦ, τῆς τῶν παθῶν τυραννίδος, ἐξ ἐχθρῶν δωρούμενος, ἀπελευθέρωσιν.
Ἐκομίσω ἐν θέρους καιρῷ τροφὴν ἔνδοξε, εἰς τὴν Βαβυλῶνα Προφήτην Δανιὴλ θρέψασθαι, καὶ εἶτα εἰς τοὺς ἀγρούς, τοῖς θερισταῖς ἐπανάγων· ὅθεν ἡμᾶς ἔκθρεψον, θείοις σου φθέγμασι.
Ξενοτρόπως προέφης μέλλει Θεὸς ἔσεσθαι, ἐξ ἀπειρογάμου Παρθένου, Ἀββακοὺμ πάντιμε, τῷ δὲ Πιλάτῳ τολμῶν· δός μοι τὸν ξένον ἐζήτει, ὁ εὐσχήμων ὃν ἡμεῖς, οὐκ ξένον ἔγνωμεν.
Θεοτοκίον.
Ἀληθῶς Θεοτόκον πάντες ἡμεῖς ἔχομεν, σὲ Λόγον Θεοῦ ἐν σπηλαίῳ, ἀφράστως τέξασαν, Τοῦτον δυσώπει ἀεί, ἁμαρτιῶν ἡμῖν δοῦναι, τὴν ὀφλὴν ὡς εὔσπλαγχνος, καὶ μέγα ἔλεος.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεηγόρε καὶ ἱερὲ Ἀββακούμ, ἐν μέλεσι καὶ δὸς τὰ κρείττω λιταῖς σου Προφῆτα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προφῆτα εἰπὼν ὡς ὄρος τὸ κατάσκιον, Παρθένον ἁγνὴν νῦν ἡμεῖς ἐννοοῦμέν σε, σαῖς εὐχαῖς λαμβάνοντες, ὡς χαρίτων δρόσον θεόπνευστε· ὅθεν μὴ παύσῃ θείαν Ἀββακούμ, λιτάζειν βουλὴν ἀνεξιχνίαστον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰσχυρὸν περιτείχισμα, πάντες Ἀββακοὺμ κατ’ ἐχθρῶν σὲ ἔχομεν· διὸ πρόσθες σὴν βοήθειαν, ἵνα βέλη τούτων ἀποφεύγωμεν.
Ἀλγηδόνων ἐκλύτρωσαι, τῆς σαρκὸς κινήσεις παῦσον μακάριε, τὰς ἀτάκτους ἱκετεύομεν, σὲ τῶν ἐν Προφήταις θεοῤῥήμονα.
Βαβυλὼν ἡ ταλαίπωρος, ὡς φησὶ Δαυῒδ σὲ κατεῖδεν ἔνδοξε, ἐπισκέπτην ἀντιλήπτορα· ὅθεν δὸς κἀμῖν τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Βλῦσον πᾶσι τὴν χάριν σου, καὶ περιφρουρεῖν σῇ ἰσχύι Δέσποινα, μὴ ἐλλείπῃς τοὺς ἐν ᾄσμασι, δούλους σου πιστοὺς σὲ μεγαλύνοντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄκουε ἡμῶν, τῆς καρδίας τὰ αἰτήματα, ὁ τῷ δακτύλῳ σου δεικνύων τὸ οὖς, ὡς ἔφ’ ἁπάντων, σὺ εἶ Ἀββακοὺμ εὐήκοος.
Κόπασον ψυχῆς, τρικυμίαν ἱερώτατε, ὁ γαλήνην δοὺς λαῷ τοῦ Ἰσραήλ, καὶ νέμε κρείττω, θερμαῖς λιταῖς σου παντάπασιν.
Οἴκοις τοῦ Θεοῦ, προσπελάζοντες ὑμνοῦμέν σε, οἱ τιμῶντές σου τὴν μνήμην ψαλμικῶς· διὸ Χριστὸν σύ, εὐχαῖς σου παράσχου ἵλεων.
Θεοτοκίον.
Ὕψωσον Υἱῷ, τὰς ἀχράντους Μῆτερ χεῖράς σου, ὑπὲρ ἡμῶν ἐπταικότων πρὸς Θεόν, ὅπως τοῦ θείου ἐλέους, λιταῖς σου τύχωμεν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μυστήρια, τοῦ Θεοῦ ἐγνώρισας, ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, φήσας πανευκλεές, θεῖε ἱερομῦστα, ὦ Ἀββακοὺμ Προφητῶν ἀγαλλίαμα· διὸ τοὺς μέλποντας ᾠδαῖς, τὴν σεπτὴν ἑορτήν σου χαρίτωσον.
Τὰ τραύματα, τῆς ψυχῆς μου ἴασαι, καὶ σαρκὸς τὰς ἀλγηδόνας Προφῆτα· ῥῦσαι παθῶν, πειρασμῶν καὶ ὀδύνης, καὶ ἐλευθέρωσον νόσων καὶ θλίψεων, κινδύνων τε καὶ συμφορῶν, τὸν ὑμνοῦντά σε πόθῳ θεόπνευστε.
Ὁ τάλας, ἐγενόμην ἐπίχαρμα, τοῦ σατᾶν ὡς δοῦλος τῆς ἁμαρτίας· ὅτι κακῶν, ἡ ψυχή μου ἐτρώθη, καὶ ὡς ἀμνὸν πλανηθέντα ἀφήρπασεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Ἀββακοὺμ προσευχαῖς Σῶτερ σῶσόν με.
Θεοτοκίον.
Δούλη ἰδού, τοῦ Θεοῦ εἰμὴ εἶπας, καὶ Παντάναξ τῇ γαστρί σου εἰσέδυ, ὦ Μαριάμ, ὃν δυσώπει ἀπαύστως, ἡγιασμένη σκηνὴ καὶ εὐρύχωρος, ὑπὲρ ἡμῶν δοῦναι ψυχαῖς, ἱλασμὸν ἐπταικότων καὶ ἔλεος.
Διάσωσον, ἐκ πάσης βλάβης καὶ νόσων τοὺς σὲ τιμῶντας, θεηγόρε καὶ ἱερὲ Ἀββακούμ, ἐν μέλεσι καὶ δὸς τὰ κρείττω λιταῖς σου Προφῆτα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς φρουρόν σε καὶ ἀντιλήπτορα κατέχομεν, Ἀββακοὺμ σεπτὲ καὶ μορφήν σου ἀσπαζόμεθα, ἐκβοῶντές σοι μετὰ δακρύων καὶ προσευχῶν· Προφῆτα Θεοῦ, πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, τὸν ῥαθύμως διάγοντα, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ ἀθέων, τὸ γένος τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς Κύριον.
Προκείμενον.
Μὴ ἅπτεσθε τῶν χρηστῶν μου, καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.
Στίιχος. Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ σοῦ Προφήτου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, σὲ νῦν καταφεύγοντα πρὸς ἐξέργεσιν, ὕπνου τὸν δείλαιον· διὸ προσπίπτοντα, δέξαι με τιμήν σοι νέμοντα, ἴασιν ἄμφω δός, τάχιστα καὶ ῥῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν λυπηρῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὴν μνήμην ἀρετὰς καὶ θαυμαστά, ἃ κατηργάσω τοῖς λόγοις σου, Ἀββακοὺμ θεσπέσιε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀεισέβαστον μνήμην σὴν τελοῦντες ἐν πίστει ὦ Ἀββακοὺμ ἱερέ, αἰτούμεθα λιταῖς σου, κολάσεως ῥυσθῆναι, οἱ ἀπαύστως κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σαρκούμενον προεῖδες ἀπειράνδρως ἐκ Κόρης τὸν ἐν ὑψίστοις Θεόν· διὸ Αὐτὸν μὴ παύσῃ, ἱλάσκειν θεηγόρε, σωτηρίαν δωρήσασθαι, καὶ ἐκ δουλείας ἐχθρῶν, ἐλευθερίαν πᾶσι.
Μετὰ τροφῆς ἐπήρθης Βαβυλῶνι κομῖσαι ταύτην σοφῷ Δανιήλ, ἐν λάκκῳ τῶν λεόντων, καὶ τάχει ἐπανῆγες, εἰς ἀγρὸν τοῖς θερίζουσι, σὺν τῷ Ἀγγέλῳ σεπτέ, ἡμᾶς σοῖς λόγοις τρέφων.
Θεοτοκίον.
Ἀκτῖσι θείας δόξης καῖ χάριτός σου φαίνεις τοὺς σὲ ὑμνοῦντας ἁγνή· ἐλθὲ φῶς ἡ τεκοῦσα, πρὸς γένους σωτηρίας, τάχει νῦν καταυγᾶσαί μου, φρενῶν καρδίας ψυχῆς, τὸ ἐρεβῶδες σκότος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται μέγα, πλῆθος ἐν σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, ταῖς Ἀββακοὺμ πρεσβείαις.
Ἐλέους θείου, καὶ δωρεῶν ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, σὲ τὸν τοῦ Δεσπότου, θεόφρονα Προφήτην.
Ὤφθης πολλάκις, μάκαρ πιστοὺς περισκέπων, ὡς Παντάνακτος προὐλεξας γένναν· ὅθεν ἡμᾶς ῥῦσαι, Προφῆτα ἐκ κινδύνων.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ βροτῶν Ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, ὦ Ἀββακοὺμ βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης αἱρέσεων.
Ἰκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς καὶ παθῶν, τοὺς τὴν σὴν μνήμην, ψαλμοῖς Ἀββακοὺμ γεραίροντας.
Ὁ φῶς δοὺς Ἰουδαίοις, ῥήμασί σου θείοις, δὸς ἡμῖν πονηροῦ φεύγειν παγίδων δεσμά, καὶ ἔσο πρόμαχος πάντων τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Ὑψίστου χρυσοῦς θρόνος, ἄσπιλε ὑπάρχεις· διὸ δυσώπει Υἱόν σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄστρον τηλαυγοῦς σὺ ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαμψας τοῖς πιστοῖς· ὅθεν ταῖς ἀκτῖσι, χαρίτων σου Προφῆτα, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς εὐφημοῦσί σε.
Δὸς ἡμῖν ἀμείνω ταῖς σαῖς λιταῖς, Ἀββακοὺμ Κυρίῳ, τὴν εἰρήνην τε καὶ χαράν, ἱλασμὸν πταισμάτων, ταπείνωσιν ἀγάπην, φόβον Θεοῦ σὺν πίστει, πρὸς βίον ἔνθεον.
Μῦστα ἱερώτατε καὶ σοφέ, Ἀββακοῦμ προφῆτα, θεηγόρε καὶ θαυμαστέ, ὁ Θεὸν κηρύξας, ἐν ὥρᾳ θείας δίκης, ὑπὲρ τῶν σὲ τιμώντων, σωθῆναι μνήσθητι.
Πάρεσο μεσίτης πρὸς τὸν Θεόν, τῶν σὲ ἀνυμνούντων, ὦ θεόπνευστε Ἀββακούμ, δοῦναι σωτηρίας, ἀπόφασιν ἐν κρίσει, Αὐτοῦ θείῳ ἐλέει, καὶ πάντων ἄφεσιν.
Σῶτερ σὺ εἶ Κτίστης Δημιουργός, Σύμπαντος καὶ γένους, θείῳ λόγῳ σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας, σῶσαι λῃστὰς καὶ πόρνας, ἡμᾶς δὲ σοῦ Προφήτου, σῶσον δεήσεσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Συμεὼν φυλῆς ἔνδοξε γόνε, καὶ Σαφὰτ υἱὲ σοφὲ Προφῆτα, λόγοις σου θείοις Ἑβραίους ἐπότισας, καὶ προσημάνας Θεοῦ Λόγου σάρκωσιν, ἀπὸ Θαιμὰν ἥξει, προὔλεξας Κύριον, τὴν Ἀνάστασιν καὶ τοῦ Ναοῦ τὴν ἐρήμωσιν· διὸ Ἀββακοὺμ ἱκέτευε, Χριστὸν ἡμῖν δοθῆναι μέγα ἔλεος.
Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, θεοφρόνων ὁδηγός, τεῖχος ὀχυρὸν ἀντιλήπτωρ, καὶ εὐσεβῶν ἀρωγός, Ἀββακοὺμ θεόπνευστε, ὁ προσημάνας Θεοῦ, τὴν ἀπόῤῥητον σάρκωσιν, ἐξ ὄρους δασέως, ἀπειράνδρου γυναικός, πρὸς σωτηρίαν λαοῦ· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐκ φθορᾶς νοσημάτων, καὶ δεινῶν τοὺς μνήμην σου γεραίροντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

