Παρακλητικός Κανών εις την Θείαν Ανάληψιν του Κυρίου ημών Ιησού Χριστού

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται πάντα την 40ή ημέρα μετά την Κυριακή του Πάσχα

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁ ἐκ τοῦ Ὄρους Ἐλαιῶν μετὰ δόξης, ἀναληφθεὶς πρὸς τὸν Θεὸν καὶ Πατέρα, ἐξ οὗ οὐδόλως Δέσποτα κεχώρισαι, δίδου τὰ ἐλέη σου, τῷ λαῷ σου Οἰκτίρμον, ῥᾶνον ταῖς ψυχαῖς ἡμῶν, τὴν πλουσίαν σου χάριν, τῶν προσκυνούντων Σῶτερ εὐσεβῶς, τὴν ἐν σαρκί σου, ἁγίαν Ἀνάληψιν.

Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Ἐν ὄψει Σῶτερ τῆς Ἀχράντου Μητρός σου, καὶ τῶν ἁγίων καὶ κλεινῶν Ἀποστόλων, ἀναληφθεὶς πρὸς τὸν Πατέρα ἔδραμες· τούτων τοῖς δεήσεσι, τῶν πολλῶν οἰκτιρμῶν σου, βλῦσον τὴν χρηστότητα, τοῖς πιστοῖς λατρευταῖς σου, καὶ τῆς σῆς δόξης πλήρωσον Χριστέ, τοὺς τὴν σεπτήν σου, αἰνοῦντας Ἀνάληψιν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῇ σῇ ἀνόδῳ σώζοις με Σῶτερ. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τῇ σῇ Ἀναλήψει πρὸς οὐρανόν, χαρᾶς ὑμᾶς πλῆσον, καὶ εἰρήνης καὶ φωτισμοῦ, τοὺς πίστει καὶ πόθῳ προσκυνοῦντας, τὴν σὴν Χριστὲ ὑπὲρ νοῦν συγκατάβασιν.

Ἡνίκα σὲ εἶδον οἱ Μαθηταί, ἀρθέντα Σωτήρ μου, φωνὴν ἧραν ἵκετικήν· μεθ᾽ ὧν καὶ ἡμεῖς σοι ἐκβοῶμεν· δίδου ἥμῖν τὰ ἐλέη σου Κύριε.

Σαρκὶ ἀνελήφθης εἰς οὐρανόν, καὶ ἔπεμψας κόσμῳ, τὸ σὸν Πνεῦμα τὸ συμφυές· πέμψον καὶ ἡμῖν τανῦν Οἰκτίρμον, τῶν οἰκτιρμῶν σου τὰ θεῖα δωρήματα.

Θεοτοκίον.
Ἡλίου νεφέλη τοῦ νοητοῦ, ὡς εἶδες νεφέλῃ, ἐπαιρόμενον φωτεινῇ, Κεχαριτωμένῃ τὸν Υἱόν σου, τούτου τὴν θείαν ἀνύμνεις Ἀνάληψιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀνελήφθης ἐν δόξῃ, ὁ τοῦ παντὸς αἴτιος, ὅθεν οὐδαμῶς ἐχωρίσθης· διὸ βοῶμέν σοι· σῶσον Φιλάνθρωπε, ἐπηρειῶν τοῦ βελίαρ, τοὺς τὴν σὴν Ἀνάληψιν, πιστῶς δοξόζοντας.

Νοῦν θεόφρονα δίδου, καὶ τῶν παθῶν ἴασιν, ὁ ἀναληφθεὶς ἐκ τοῦ Ὄρους, τοῖς σοὶ λατρεύουσι, καὶ πληρωτὰς ἡμᾶς, τῶν ἐντολῶν σου, Οἰκτίρμον, τῶν ἁγίων ἔργασαι, ὡς ἂν σωθείημεν.

Ὁ Πατρὸς δεξιόθεν, ὥσπερ Υἱὸς σύνθρονος, Δέσποτα καθίσας προσδέχου, ὡς φύσει εὔσπλαγχνος, ἡμῶν τὴν δέησιν, καὶ τῶν ἀχράντῶν χειρῶν σου, οἴκτιρον ὡς ποίημα, ἥμᾶς Φιλάνθρωπε.

Θεοτοκίον.
Διὰ σπλάγχνα ἐλέους, φύσιν βροτῶν ἔλαβες, ἐκ τῆς ἀκηράτου παρθένου, καὶ Θεομήτορος, ἧς ταῖς δεήσεσι, σῶσον ἡμᾶς Ζωοδότα, καὶ μετόχους ποίησον, τῆς βασιλείας σου.

Διάσωσον τὸν περιούσιον κλῆρον σοῦ Ἐλεῆμον, ὁ ἐξ Ὄρους τῶν Ἐλαιῶν πρὸς οὐράνια, ἀναληφθεὶς καὶ θεώσας ἡμῶν τὴν φύσιν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἐξ Ὄρους Χριστέ, τῶν Ἐλαιῶν Φιλάνθρωπε, ἀνῆλθες λαμπρῶς, πρὸς δόξαν τὴν ἀρχίφωτον· διὸ ἡμῶν ἀνύψωσον, καὶ τὸν νοῦν καὶ τὴν ἔφεσιν ἅπασαν, πρὸς τὴν σὴν ἀγάπησιν Σωτήρ, ὡς ἂν κοινωνήσωμεν τῆς δόξῃς σου.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὡς εὐλόγησας Κύριε, τῇ σῇ Ἀναλήψει τοὺς Ἀποστόλους σου, οὕτω δίδου ἥμῖν πάντοτε, τὴν σὴν εὐλογίαν τὴν σωτήριον.

Συντριβέντας τοῖς πάθεσιν, ἴασαι Οἰκτίρμον τῇ σῇ χρηστότητι, τοὺς τὴν θείαν σου Ἀνάληψιν, ἀνυμνολογοῦντας καὶ δοξάζοντας.

Ζῇν ἡμᾶς ἐν τῷ φόβῳ σου, ὁ ἀναληφθεὶς καὶ σώσας τὰ σύμπαντα, ἐνδυνάμωσον Φιλάνθρωπε, τοὺς λελυτρωμένους τῷ σῷ αἵματι.

Θεοτοκίον.
Ὁ τεχθεὶς ἐκ λαγόνων σου, ὑπὲρ νοῦν καὶ λόγον Παρθένε ἄχραντε, προστασίαν σε ἀνέδειξε, τοῖς σὲ Θεοτόκον μεγαλύνουσι.

ᾨδῃ ε΄. Φώτισον ἡμᾶς.
Ὅλον ἐκ φθορᾶς, ὡς ἀνυψώσας τὸν ἄνθρωπον, τῇ ἐνδόξῳ Ἀναλήψει σου Χριστέ, οὕτως ὕψωσον ἡμᾶς πρὸς βίον κρείττονα.

Ἴδε συμπαθῶς, τοὺς αἰνοῦντας τῆς ἀνόδου σου, πρὸς τὰ ἄνω τὴν ἁγίαν ἑορτήν, καὶ παράσχου ἡμῖν Σῶτερ θεῖον ἔλεος.

Σύντριψον Χριστέ, τοῖς ποσὶν ἡμῶν τὸν δόλιον, καὶ ἀνύψωσον τὸ φρόνημα ἡμῶν, τῇ σεπτῇ σου Ἀναλήψει πρὸς οὐράνια.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπαρθένε, τὴν πεσοῦσάν μου ἀνύψωσον ψυχήν, πρὸς ἀγάπην τοῦ Υἱοῦ σοῦ τὴν σωτήριον.

ᾨδῃ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐπήρθης, τοῦ Ἐλαιῶνος ἐξ Ὄρους, ἐν σαρκὶ πρὸς τὸν Πατέρα Οἰκτίρμον· ὅθεν ἡμῶν τῆς σαρκὸς τὰς ὀδύνας, καὶ τῆς ψυχῆς πάντα πόνον θεράπευσον, καὶ δίδου Δέσποτα Χριστέ, τῶν πταισμάτων ἡμῶν τὴν συγχώρησιν.

Σὺν τρόμῳ, τῶν Ἀσωμάτων οἱ τάξεις, τὴν Ἀνάληψίν σου ὕμνησαν Σῶτερ, ἣν καὶ ἡμεῖς οἱ πιστοί, σου ἱκέται, λαμπροφανῶς ἑορτάζοντες κράζομεν· τὸ πρόσωπόν σου τὸ σεπτόν, ἐν ἐλέει ἡμῖν στρέψον Δέσποτα.

Ὡς εἶδον, οἱ τῶν Ἀγγέλων σε δῆμοι, ἀνερχόμενον σαρκὶ πρὸς τὰ ἄνω, ἄρατε πύλας ἐβόων ἀλλήλοις· νῦν δὲ ἡμεῖς σοι βοῶμεν ἐν δάκρυσιν· ἄνοιξον Δέσποτα ἡμῖν, τοῦ ἐλέους σοῦ πύλας ὡς Εὐσπλαγχνος.

Θεοτοκίον.
Τὴν φύσιν, τὴν ἐξ Ἀδὰμ Θεοτόκε, ἣν ἀνέλαβεν ἐκ σοῦ ὁ Δεσπότης ἀναληφθεὶς τῷ Θεῷ καὶ Πατρί τε, καθαρωτάτην προσήγαγεν Ἄχραντε· ὅθεν ἀξίωσον ἡμᾶς, ἀνελθεῖν πρὸς ἀνάβασιν κρείττονα.

Διάσωσον τὸν περιούσιον κλῆρόν σοῦ Ἐλεῆμον, ὁ ἐξ Ὄρους τῶν Ἐλαιῶν πρὸς οὐράνια, ἀναληφθεὶς καὶ θεώσας ἡμῶν τὴν φύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πανοικτίρμον καὶ Πολυέλεε Κύριε, ἀνεξίκακε καὶ μόνε μακρόθυμε, μὴ παρίδῃς ὡς ἀγαθὸς δεήσεων φωνάς, ἀλλ᾽ ἐπίβλεψον ὦ Ἰησοῦ, εἰς τὴν ταπείνωσιν ἡμῶν, τῶν πιστῶς ἐκβοώντων σοι· ἐλέησον Ἐλεῆμον, καὶ οἴκτειρον ὡς Οἰκτίρμων, τοὺς προσκυνοῦντας εὐσεβῶς τὴν ἁγίαν σου Ἀνάληψιν.

Προκείμενον.
Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
Στίχος. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ, κα΄ 36-53)
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν, ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. Πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. Καὶ εἶπεν αὐτοῖς· τι τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἶμι ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὖκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. Καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. Ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; Οἱ δὲ ἐπέδῶκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου· καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. Εἶπε δὲ αὐτοῖς· οὗτοι οἷ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὧν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. Ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. Καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾽ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ, ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. Καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. Καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ, αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν.

Δόξα.
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χάριτος ἐνέπλησας, τὴν σὲ τεκοῦσαν Οἰκτίρμον, καὶ τοὺς Ἀποστόλους σου, πρὸς τὰ ἐπουράνια ἀνερχόμενος· ταύτης οὖν Δέσποτα, καὶ ἡμᾶς σοὺς δούλους, καταξίωσον ὡς Εὔσπλαγχνος, πταισμάτων ἄφεσιν, καὶ τῶν οἰτκριμῶν σοὺ τὴν μέθεξιν, καὶ πᾶν καλὸν δωρούμενος, καὶ ἐν ὥρᾳ Λόγε τῆς κρίσεως, στῆσον δεξιόθεν, ἡμᾶς τοὺς σοὺς ἱκέτας Ἰησοῦ, ὁ δεξιᾷ τοῦ Γεννήτορος, καθίσας ὡς γέγραπται.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῇ σῇ Ἀναλήψει, οὐρανὸς ἑορτάζει καὶ γῆς τὰ πέρατα, καὶ πάντες πρὸς τὴν θεῖαν, ἀγάπην σοῦ ὑψοῦνται, Φωτοδότα κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥυπωθεῖσαν καθάρος, τῶν βροτῶν τὴν οὐσίαν ταύτην ἀνύψωσας, τῇ θείᾳ Ἀναλήψει, Χριστὲ πρὸς τὸν Πατέρα· διὰ τοῦτο δοξάζομεν, τὸ πρὸς ἡμᾶς γεγονός, ἄπειρον ἔλεός σου.

Γενοῦ ἄῤῥηκτον τεῖχος, τοῖς πιστοῖς λατρευταῖς σου ἐν πᾶσι Κύριε, τοῖς πίστει προσκυνοῦσι, τὴν σὴν πρὸς τὸν Πατέρα, παναγίαν Ἀνάληψιν, τὰς καθ᾽ ἡμῶν τοῦ ἐχθροῦ, ἐπαγωγὰς συντρίβων.

Θεοτοκίον.
Ἐλαιῶν ἐν τῷ Ὄρει, ἀνελθοῦσα Παρθένε σὺν τοῖς σεπτοῖς Μαθηταῖς, ἀνύμνησας τὴν δόξαν, τῆς θείας τοῦ Υἱοῦ σου, Ἀναλήψεως κράζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.

Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ῥήματα Σῶτερ, ἐκ κατωδύνου καρδίας, ἡμῶν πρόσδεξαι ὁ ἀνελθὼν ἐν δόξῃ, πρὸς τὸν σὸν Πατέρα, ὅθεν οὐκ ἐχωρίσθης.

Ἀπὸ τοῦ θρόνου, τοῦ Πατρικοῦ σου Οἰκτίρμον, ὦ ἐκάθισας ἀναληφθεὶς ἐν δόξῃ, δίδου τῷ λαῷ σου, τὰς ἀγαθάς σου δόσεις.

Σαρκὶ ἀνῆλθες, πρὸς τὸν Πατέρα σου Σῶτερ, καὶ ἀπέστειλας τὸ Ἅγιόν σου Πνεῦμα, τοῖς ὑπερυψοῦσι, τὴν σὴν οἰκονομίαν.

Θεοτοκίον.
Ἰσχύν μοι δίδου, καταπατεῖν Θεοτόκε, ἐπὶ ἅπασι τὴν δύναμιν τοῦ πλάνου, ἵνα θεαρέστως, ἀνύσω τὴν ζωήν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μεγίστης εὐκληρίας, ἔτυχεν ἡ φύσις, ἡ τῶν βροτῶν τῇ σεπτῇ Ἀναλήψει σου, ἧς καὶ ἡμᾶς Ζωοδότα τυχεῖν ἀξίωσον.

Οὐράνωσον Οἰκτίρμον, ἡμῶν τὰς καρδίας, ὁ ἀνελθὼν σὺν σαρκὶ πρὸς οὐράνια, καὶ οὐρανῶν βασιλείας ἡμᾶς ἀξίωσον.

Ὑμνοῦντές σου Οἰκτίρμον, τῆς σεπτῆς ἀνόδου, πρὸς τὸν Πατέρα τὸ μέγα μυστήριον, τῶν οἰκτιρμῶν σοῦ τὰ ῥεῖθρα ἀπεκδεχόμεθα.

Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, πρὸς ἀγάπην Κόρη, τοῦ ἐξ ἁγνῶν προελθόντος αἱμάτων σου, σκεῦός με δεῖξον Παρθένε τῆς θείας χάριτος.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἄξιόν ἐστιν ὧς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεὸν Λόγον, τὸν ἀναληφθέντα σωματικῶς, πρὸς τὸν σὸν Πατέρα, ὁ ἐν κόλποις τούτου ἀεί, καὶ ἧμῖν διδόντα, εἰρήνην οὐρανόθεν, τοῖς πίστει προσκυνοῦσι, τὴν σὴν Ἀνάληψιν.

Λύσας τοῦ θανάτου πᾶσαν ἰσχύν, ἀνέστης ἐν δόξῃ, καὶ ἀνέδραμες Ἰησοῦ, πρὸς τὸν σὸν Πατέρα, Ἀγγέλων καὶ ἀνθρώπων, ὑμνούντων Ζωοδότα, τὴν σὴν Ἀνάληψιν.

Ἕως Βηθανίας ἐξαγαγών, σὺν τῇ σε τεκούσῃ, τοὺς ἁγίους σου Μαθητάς, ἐκεῖθεν ἐπήρθης, πρὸς τὴν Πατρῴαν δόξαν, ἧς οὐδαμῶς ἀπέστῃς, κἂν ὥφθης ἄνθρωπος.

Νεφέλη ὁλόφωτος Ἰησοῦ, καθυπέλαβέ σε, καθορώντων τῶν μαθητῶν, καὶ τῶν Ἀσωμάτων, ὑμνούντων σοὺ τὴν δόξαν, καὶ τῷ Πατρὶ προσάγεις, φύσιν τὴν ἔκπτωτον.

Ἄρατε τὰς πύλας τῶν οὐρανῶν, ἀλλήλαις ἐβόων, τῶν Ἀγγέλων αἱ στρατιαί· ὁ γὰρ Ζωοδότης, τὸν θάνατον πατήσας, ἀνέρχεται ἔν δόξῃ· ὃν προσκυνήσωμεν.

Τοῦ Πατρὸς καθίσας ἐκ δεξιῶν, ὡς σύνθρονος τούτου, καὶ ὁμόδοξος Βασιλεύς, τῆς ἐξ εὐωνύμων, ἀπάλλαξον μερίδος, τοὺς προσκυνοῦντας Σῶτερ, τὴν σὴν Ἀνάληψιν.

Βλέποντες αἱρόμενον Βασιλεῦ, οἱ Ἀπόστολοί σου, ἐκ τοῦ Ὄρους τῶν Ἐλαιῶν, ποῦ ἀπαίρεις Σῶτερ; ἐβόων ἀλλὰ πέμψον, ἡμῖν τοῖς σὲ ποθοῦσι, Πνεῦμα τὸ Ἅγιον.

Πλήρεις θυμηδίας πνευματικῆς, οἱ Ἀπόστολοί σου, ἐκ τοῦ Ὄρους τῶν Ἐλαιῶν, ὑπέστρεψαν Λόγε· ὧν θείαις ἱκεσίαις, τῆς σῆς χαρᾶς Οἰκτίρμον, ἡμᾶς ἀξίωσον.

Ἴδε τὴν ἀσθένειαν Ἰησοῦ, τῶν πιστῶν σου δούλων, καὶ παράσχου ὡς ἀγαθός, ἡμῖν πταισμάτων λύσιν, καὶ ἄναψον τὴν φλόγα, τῆς σῆς ἀγάπης Σῶτερ, ἐν ταῖς ψυχαῖς ἡμῶν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθῃτάς, τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ ὁ ἐξ Ὄρους Ἐλαιῶν, πρὸς τὴν σὴν ἀρχίφωτον δόξαν, ἀναλῃφθεὶς ἐν σαρκί, τῆς σῆς ἀγαθότητος καὶ ἱλαρότητος, τὰ ἐλέη τὰ πλούσια, ὡς φύσει Οἰκτίρμον, πέμψον τοῖς ἱκέταις σου, καὶ κατοικτείρησον, πάντας τοὺς πιστῶς προσκυνοῦντας, τῆς σῆς Ἀναλήψεως Λόγε, τὸ ὑπὲρ κατάληψιν μυστήριον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ὁ ἀναληφθεὶς ἐν δόξῃ Ζωοδότα
Γερασίμου πρόσδεξαι τὴν ἱκεσίαν.