Παρακλητικός Κανών εις τον Όσιο Νίκωνα του εν τω Ξηρώ Όρει εν τω Σπηλαίω ασκήσαντα
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

†Εορτάζεται στις 11 Δεκεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐνθεώτατον βλαστὸν γῆς Ῥωσίδος, ἄνθος βλαστήσαντα Ξηρῷ ἐν τῷ ὄρει, τῆς Βασιλίδος πόλεων ἡδὺ καὶ τερπνόν, σωφροσύνης νήψεως προσευχῆς καὶ νηστείας, Νίκωνα τιμήσωμεν μιμητὴν τῶν Ἀγγέλων, καὶ τὰς αὐτοῦ δεήσεις πρὸς Θεόν, τὸν Ζωοδότην θερμῶς αἰτησώμεθα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Νίκων Ὅσιε, βλάβης ἐχθίστου ῥῦσαί με. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νικῆσαι τὸν ἔχθιστον καὶ αὐτοῦ, ἰσχὺν θριαμβεῦσαι, καταξίωσον τοὺς πιστῶς, προσφεύγοντας Νίκων θεοφόρε, ταῖς σαῖς θερμαῖς πρὸς τὸν Κτίστην δεήσεσιν.
Ἰδεῖν ἐν σκηνώμασιν οὐρανῶν, Χριστὸν σοὺς ἱκέτας, καταξίωσον Ἀσκητά, οὗ τὸ κάλλος προσώπου ἀπολαύεις, Νίκων Ὁσίων πατέρων ἀγλάϊσμα.
Κοσμῆτορ ἐνθέων ἡσυχαστῶν, Ξηροῦ ὄρους κλέος, καὶ ὁμόζητε ἀρετῆς, σεπτοῦ Παταπίου μάκαρ Νίκων, ἡμᾶς συνοίκους σοφίας ἀνάδειξον.
Θεοτοκίον.
Ὡς φάρον τιμῶντές σε ἀκραιφνοῦς, Ἁγνὴ Θεοτόκε, ταπεινώσεως ἀκλινῶς, ζητοῦμεν τὰς θείας σου πρεσβείας, πρὸς ταπεινοῦ κτῆσιν Μῆτερ φρονήματος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Νικητήριον αἶνον, σοὶ εὐλαβῶς πλέκομεν, Νίκων εὐσυμπάθητε πάτερ, ὅτι ἑκάστοτε, ἡμᾶς ὑψόθεν φρουρεῖς, καὶ περισκέπεις τοὺς πόθῳ, ἀνυμνοῦντας ἄσκησιν, σοῦ τὴν θεάρεστον.
Ὁδηγὸς ποντουμένων, καὶ ἰθυντὴρ ἄριστος, πέλεις τῶν πιστῶς προσφερόντων, κλῆσιν τὴν θείαν σου, καὶ προσκυνούντων μορφήν, ἐν τῇ Μονῇ Παταπίου, τοῦ σεπτοῦ σὴν πάντιμον, Νίκων μακάριε.
Σωφροσύνης πύξιον, Νίκων σεπτὲ πρόσδεξαι, σοῦ τῶν ἱκετῶν τὰς ἐντεύξεις, καὶ τῷ Παντάνακτι, καὶ φιλανθρώπῳ Θεῷ, αὐτὰς προσάγαγε τάχος, ἵνα χάριν εὕρωμεν, οἱ ἀνυμνοῦντές σε.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου, Μῆτερ Θεοῦ πάναγνε, σοῦ τὸν θεῖον Τόκον καὶ Κτίστην, κόσμου ἀπέργασαι, ἵλεων πᾶσιν ημῖν, τοῖς μεγαλύνουσι πόθῳ, θαυμασίων πλῆθός σου, ἄχραντε Δέσποινα.
Διάσωσον, τοὺς σέ γεραίροντας Νίκων πνευματοφόρε, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ κακώσεως, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Κατὰ τῶν παθῶν τὴν νίκην ἐπιβράβευσον, ἡμῖν τοῖς πιστῶς προσφεύγουσι σῇ χάριτι, σεπτὲ Νίκων ὅσιε, τοῦ Ξηροῦ ὄρους ἔνοικε, τοῦ Παταπίου τοῖς ἀσκητικοῖς, καμάτοις ἐν Πόλει ἀμιλλώμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπομβρίαις δεήσεων, σοῦ πρὸς τὸν Παντάνακτα Νίκων κάθαρον, ῥύπου πάντας τοὺς ὑμνοῦντάς σε, ὡς ἀσκητικῶν ἀγώνων μέλαθρον.
Βοηθὸν καὶ ἀκέστορα, ἔγνωμέν σε Νίκων ἐν περιστάσεσι, καὶ δεινοῖς τοῦ βίου κλύδωσι, Κωνσταντινουπόλεως ὡράϊσμα.
Λαμπηδὼν ὁσιότητος, ἐν Ξηρῷ τῷ ὄρει ἀσκήσει ἔλαμψας, καὶ ἐφώτισας τοὺς κράζοντας· χαῖρε Νίκων κόσμου καταφύγιον.
Θεοτοκίον.
Ἀγνωσίας σκοτόμαιναν, σβέσον τῶν τιμώντων σε Μητροπάρθενε, καὶ ἀνάτειλον φωτόλαμπρον, ἦμαρ ἐπιγνώσεως τοῖς δούλοις σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βύθιον ἔχθρόν, τὸν ζητοῦντα ἀπολέσαι με, κατασύντριψον ῥομφαίᾳ σῶν εὐχῶν, πρὸς τὸν εὔσπλαγχνον Δεσπότην Νίκων ἔνδοξε.
Ἡ σεπτὴ Μονή, Παταπίου τοῦ θεόφρονος, τὴν σὴν μνήμην ἀνυμνοῦσα ἐν χορῷ, κατασπάζεται μορφήν σου Νίκων ὅσιε.
Στήριξον ἡμᾶς, ἐν τῇ πίστει Νίκων κράζομεν, κλονουμένους βακτηρίᾳ σῶν εὐχῶν, πρὸς Χριστὸν τὸν πάντας κάμνοντα στηρίζοντα.
Θεοτοκίον.
Εὕροιμεν θερμήν, σὲ προστάτιν Θεονύμφευτε, ἐν τοῖς κλύδωσι τοῦ βίου τοῖς δεινοῖς, καὶ ἐν πάσαις περιστάσεσι Μητρόθεε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Χαρίτωσον, τοὺς ἀεὶ τιμῶντάς σε, ζηλωτὰ τῶν ἀρετῶν Παταπίου, οὗ τὸ ἀλώβητον σκῆνος ἡ μάνδρα, Προδρόμου Πέτρας σεπτῆς μετανοίας σου, ἐφύλαττε Νίκων σεπτέ, ἐν πασῶν Βασιλίδι τῶν πόλεων.
Θεάνθρωπον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντων τῶν προσφύγων σου Νίκων, τῶν προσκυνούντων μορφήν σου τὴν θείαν, ἐν τῇ Μονῇ Παταπίου τοῦ ἔμφρονος, καὶ τοῦ λειψάνου σου σεπτήν, θήκην χάριτας πᾶσι τὴν βλύζουσαν.
Ἱδρῶσί σου, ἐγκρατείας ἔσβεσας, τῶν παθῶν τῶν χαμαιζήλων τὴν φλόγα, βλαστὲ Ῥωσίδος ὁ χθόνα ποτίσας, τοῦ Βυζαντίου διὸ ἱκετεύω σε· κατάσβεσόν μου ζοφερόν, πῦρ παθῶν Νίκων τῶν τυραννούντων με.
Θεοτοκίον.
Συμμέτοχον, τῆς χαρᾶς ἀνάδειξον, τοῦ Υἱοῦ σου Θεοτόκε Παρθένε, τὸν μεγαλύνοντα πόθῳ τὸ πλῆθος, τῶν θαυμασίων σου καὶ ἐκδεχόμενον, τὰς σὰς ἐνθέρμους προσευχάς, καὶ τὴν πρός με σὴν ἄγρυπνον εὔνοιαν.
Διάσωσον, τοὺς σέ γεραίροντας Νίκων πνευματοφόρε, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ καὶ κακώσεως, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Τῶν θεαυγῶν Ἀσκητῶν ἐγκαλλώπισμα, καὶ θεοφόρων Ὁσίων ὑπόδειγμα, Ξηροῦ τοῦ ὄρους σεπτὸν ἐνδιαίτημα, καὶ νικητὴν κατ’ ἐχθροῦ θεῖον Νίκωνα, πιστῶν ὡς μεσίτην τιμήσωμεν.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὀσίου Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. στ΄ 17-23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς Μαθητὰς αὐτοῦ, ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νίκων πάτερ Ὅσιε, ὁ τὰ ἡδέα τοῦ βίου, καὶ τερπνὰ ὡς ἄϋλος, μέροψ καὶ ἀσώματος ἀρνησάμενος, καὶ ζωὴν ἄμεμπτον, ἐν Μονῇ τῆς Πέτρας, τοῦ Προδρόμου βιωσάμενος, κλῖνον εὐήκοον, οὗς τοῖς σὲ πιστῶς μακαρίζουσι, καὶ πόθῳ προσκυνοῦσί σου, τὴν εἰκόνα τὴν θαυματόβρυτον, ἵνα βίου πάντες, διέλθωμεν σεμνῶς τὴν ἀτραπόν, καὶ εἰς σκηνὰς καταντήσωμεν, θεϊκῆς λαμπρότητος.
Σώσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Ῥωσίας τὸ ἄστρον, ἐν Κωνσταντινουπόλει, βολαῖς ἀσκήσεως, καὶ ταπεινοφροσύνης, ἀκτῖσι παμφαέσιν, διαλάμψας ὑμνήσωμεν, πυξίδα ὡς ἀκραιφνοῦς, ζωῆς ἡμῶν πρὸς πόλον.
Οἰκιστὰ θείων δόμων, Νίκων πνευματοφόρε, ὁ ἀμιλλώμενος, ἐν βίῳ Παταπίου, ταῖς ἀρεταῖς μὴ παύσῃ, δυσωπῶν τὸν Παντάνακτα, εὐθῦναι τρίβους ἡμῶν, πρὸς οὐρανῶν ἐπάλξεις.
Ὑπελθὼν θεαρέστως, τῆς ἀσκήσεως πόνους, πρὸς ὁλοκλήρωσιν, ἐνίσχυσόν με Νίκων, τὸ στάδιον τοῦ βίου, τοῦ παρόντος πρεσβείαις σου, πρὸς τὸν Θεὸν διελθεῖν, ἀμέμπτως καὶ ἀσπίλως.
Θεοτοκίον.
Ῥῦσαι κακοηθείας, ἐμπαθείας ῥαστώνης, ὀργῆς καὶ θλίψεως, τοὺς δούλους σου Παρθένε, ἁγνὴ Θεοκυῆτορ, καὶ ὁδὸν ἐγρηγόρσεως, καὶ ἀπαθείας ἡμῖν, τοῖς σε ὑμνοῦσι δεῖξον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ τῶν πίστει, ἀσπαζομένων μορφήν σου, ἐν σπηλαίῳ σεπτοῦ Παταπίου, Νίκων μὴ ἐλλίπῃς, Χριστὸν καθικετεύων.
Σωμάτων παῦσον, καὶ τῶν ψυχῶν ἀλγηδόνας, τῇ σῇ χάριτι Νίκων τρισμάκαρ, ὁ ἐν Βυζαντίῳ, ἀσκήσας ἰσαγγέλως.
Ἄμφω μοι δίδου, Νίκων ὑγείαν ῥώμην, καὶ ἰσχὺν ἐδαφίσαι τοῦ πλάνου, τὴν ὀφρὺν λιταῖς σου, πρὸς Κύριον ἀπαύστοις.
Θεοτοκίον.
Ἰλύος Μῆτερ, παθῶν με κάθαρον τάχος, τῷ ὑσσώπῳ τῶν θείων εὐχῶν σου, πρὸς τὸν Ζωοδότην, Υἱὸν μονογενῆ σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυράλειπτρον ἁγνείας, Νίκων δυσωδίαν, παθῶν ἡμῶν χαμαιζήλων ἀπέλασον, καὶ εὐωδίας με πλῆσον τῆς θείας χάριτος.
Ἐπάκουσόν μου Νίκων, καὶ ζωῆς ἀγήρω, πολίτην δεῖξον τὸν ὕμνοις τιμῶντάς σε, καὶ καταφεύγοντα πόθῳ ταῖς σαῖς δεήσεσι.
Χριστὸν ὁ ἀγαπήσας, Νίκων ἐκ μυχίων, τῆς σῆς καρδίας Αὐτὸν καθικέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.
Θεοτοκίον.
Μητράναδρε Παρθένε, Κεχαριτωμένη, χαρᾶς καρδίας τῶν δούλων σου ἔμπλησον, καὶ λυπηρῶν ζόφον σκέδασον τὸν ψυχόλεθρον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Νίκων ὅσιε ἀσκητά, ἐν Ξηρῷ τῷ ὄρει ὁ νικήσας τὸν δυσμενῆ, πόνοις νυχθημέροις, εὐχῇ καὶ ταπεινώσει, καὶ νίκης ἀϊδίου, γέρα δρεψάμενος.
Χαίροις ταπεινώσεως λαμπηδών, χαίροις ἀκτησίας καὶ σεμνότητος φῶς τερπνόν, χαίροις ἐναρέτου, διαγωγῆς φαιδρότης, καὶ προσευχῆς ἀόκνου, Νίκων ἀμάρυγμα.
Πόνων Παταπίου τὸν ζηλωτήν, τὸν ἐν τοῦ Προδρόμου, ἐνασκήσαντα τῇ Μονῇ, ὀνομαζομένῃ, τῆς Πέτρας ἐν τῇ πόλει, τῇ Βασιλίδι ὕμνοις, Νίκωνα στέψωμεν.
Μνήμην τὴν ἁγίαν σου καὶ σεπτήν, ἄγουσα ἡ μάνδρα, Παταπίου τοῦ εὐκλεοῦς, Νίκων μεγαλύνει, καμάτων σου τὸ πλῆθος, πρὸς ἀρετὴν θεόφρον, καὶ ὁλοκλήρωσιν.
Ἀχανοῦς Ῥωσίας σεπτὲ βλαστέ, καὶ τοῦ Βυζαντίου, ἐνδιαίτημα ἱερόν, Νίκων ὁ ἀσκήσας, ἐν τῷ Ξηρῷ τῷ ὄρει, χαρίτων θείων ῥόδα, εὔοσμα ἤνθησας.
Πρέσβευε ἀπαύστως τῷ Λυτρωτῇ, Νίκων θεοφόρε ὑπέρ πάντων τῶν εὐσεβῶν, κατασπαζομένων, τὴν θείαν σου εἰκόνα, καὶ ἀνυμνούντων πόθῳ, σοῦ τὰ παλαίσματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας ἐκβλάστημα ἱερώτατον, ὄμβροις πιᾶναν τὴν χθόνα, ὄρους Ξηροῦ τὴν σεπτήν, τῶν αὐτοῦ ἀσκητικῶν ἱδρώτων μέλψωμεν, Νίκωνα νέον εὐλαβῶς, ὡς νικήσαντα ἐχθρόν, τὸν βέβηλον νυχθημέροις, πόνοις καὶ χάριν λαβόντα, πιστῶν γενέσθαι φύλαξ ἄγρυπνος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντων, ἀσκουμένων καλλονή, καὶ βροτῶν ἐνθέων φαιδρότης, ὁ νικητὴς κατ’ ἐχθροῦ, μισοκάλου πρόσδεξαι, ἡμῶν τὴν δέησιν, Νίκων θεομακάριστε, καὶ σοῦ τοῖς ἱκέταις, κατ’ ἐχθίστου βράβευε, νίκας ἑκάστοτε, καὶ κατὰ παθῶν χαμαιζήλων, τοῖς ἀσπαζομένοις εἰκόνα, σοῦ τὴν χαριτόβρυτον θειότατε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Νίκας δώρησαι μοναχῇ Παταπίᾳ,
κατ’ ἐχθίστου Νίκων Χαραλάμπης κράζει.

