Παρακλητικός Κανών εις την Παναγία την Μεγαλοσπηλαιώτισσα η Μεγασπηλιώτισσα

Ποίημα Γεωργίου Δ. Τζουρά

†Εορτάζεται στις 15 Αυγούστου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μέγα Σπηλαίου Θεοτόκῳ προσδράμωμεν, οἱ ἐν ἀνάγκαις καὶ αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ καρδίας κράζοντες καὶ βάθους ψυχῆς· τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως κόρη, καὶ ὡς ηὐλόγησας ποτὲ τοῦ Λουκᾶ σὴν Εἰκόνα, οὕτως ἡμᾶς εὐλόγησον καὶ νῦν, καὶ ἐν εἰρήνῃ ἡμᾶς πάντοτε φύλαττε.

Δόξα.
Τὸ αὐτὸ ἢ τὸ Ἀπολυτίκιον τοῦ Ἁγίου ἢ τοῦ Ναοῦ.

Καὶ νῦν.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεθα τοῦ κανόνος.

Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε Μεγασπηλιώτισσα πρέσβευε ὑπὲρ ἡμῶν.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Στενώσεων πλείστων καὶ ἀναγκῶν, ἐξάγαγε Μῆτερ, τοὺς ἐν θλίψεσι καὶ δεινοῖς, θερμῶς παρακαλοῦντας καὶ αἰτοῦντας τὴν σὴν βοήθειαν, Μῆτερ Θεόνυμφε.

Ὡς Λουκᾶν ηὐλόγησας, σὺ σεμνὴ καὶ τὴν σὴν Εἰκόνα ἥνπερ τότε χειροποιεῖ, οὕτως νῦν εὐλόγησόν μας πάντας, τοὺς ἐν Σπηλαίῳ θερμῶς σοὶ προστρέχοντας.

Ὁδήγησας πάλαι τὸν Συμεών, μετὰ Θεοδώρου καὶ Εὐφροσύνην ἅμα φωνεῖς, καὶ τὴν σὴν Εἰκόνα ἐν Σπηλαίῳ, τούτοις Μητέρα σὺ οὖσαν ὑπέδειξας.

Ὁδήγησον ἅμα νῦν, Δέσποινα, καὶ ἡμᾶς σοὺς δούλους, τοὺς ἐν πόνῳ καὶ στεναγμοῖς, θερμῶς παρακαλοῦντας καὶ φωνοῦντας, εἰς τὴν ἐκπλήρωσιν πάσης αἰτήσεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὸν ὄφιν τὸν δόλιον, θείῳ πυρί σου κατέκαυσας, ὅτε Συμεὼν ὕψωσέ σε, Παντάνασσα, καὶ τὰ ἐμπόδια, ἐκ τούτου τούτους ἐῤῥύσω, διὸ σὸν θρόνον ἔστησαν Μῆτερ, ἐπίγειον.

Οὕτω πάλιν τὸν ὄφιν, θείῳ πυρὶ κατάκαυσον, ὅτε καὶ ἡμεῖς σὲ ὑμνοῦμεν Θεογεννήτρια, καὶ τεχνασμάτων του, ἐκ τούτου πάντας ἡμᾶς ῥῦσαι, τοὺς προσκαλουμένους σέ, ἐν ὥρᾳ θλίψεως.

Ἐκ πέτρας ὕδωρ ἀνέβλυσας, καὶ ἀμφιβολίας διέλυσας, τὰς τοῦ Συμεών, Θεοδώρου, διὰ τὴν δούλην σου, ἥτις διὰ ῥάβδου της, θεῖον Σταυρὸν σημειοῦσα· ἅπαντες δοξάζομεν τὰ σὰ θαυμάσια!

Οὕτω πάλιν καὶ σήμερον, τὰς ἀμφιβολίας διάλυσον, τὰς ἐν τῇ ψυχῇ διανοίᾳ, διὰ θαυμάτων σου, ἵνα διαλύουσα συκοφαντίας, μαγείας, κόσμῳ σὲ κηρύττωμεν ψυχονικήτρια.

Φρούρησον, δι’ ἀγγέλων τοὺς δούλους σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς, ὦ Μεγασπηλιώτισσα, γοερῶς ἀνακράζομεν, ῥῦσαί μας τάχος.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἡ χεὶρ τοῦ Λουκᾶ πιστῶς σε ἀπεικόνισε καὶ χεὶρ Συμεὼν ἐν γῇ σὲ ἐνεθρόνισε, καὶ ὡς ηὐλόγησας ποτέ, διὰ τῶν ἁγίων σου χειρῶν, σὰς εἰκόνας Πανύμνητε, οὕτως ἡμᾶς εὐλόγησον καὶ νῦν, τοὺς πόθῳ καὶ πίστει ἀνυμνοῦντάς σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν Σπηλαίῳ σὺ ἔτεκες, τὸν Σωτῆρα κόσμου, ἐλεημονήτρια, καὶ ἐν Σπηλαίῳ στήνεις σήμερον, νοσημάτων πάντων ἰατήρια.

Τὴν σκοτόμαιναν ἔλυσας, ἀφ’ ἡμῶν Παντάνασσα, διὰ τοῦ τόκου σου, τῇ πρεσβείᾳ σου νῦν διάλυσον, πᾶσαν τὴν ἐχθρῶν ἡμῶν ἐπήρειαν.

Εἰς τὴν χάριν σου Δέσποινα, τίς ἐν πίστει σὲ ἐπικαλέσεται, καὶ τὴν λύσιν τοῦ αἰτήματος παρὰ σοῦ ἀφθόνουσα οὐκ ἔλαβε;

Ἀφθονοῦσιν αἰτήματα, τῶν προσερχομένων πανεύφημε, διὸ Ἀφθόνουσα καλοῦσίν σε, οἳ ὡς οὕτως σοὶ ταῦτα λαμβάνουσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄστρον λαμπερόν, ἡ Εἰκόνα σου Παντάνασσα, τοῖς πιστοῖς σου ἐν τῇ γῇ Μεγασπηλιώτισσα, ἄνθος εὐῶδες τοῖς ὑμνοῦσιν καὶ οὐράνιον.

Φώτιζε νυνί, καὶ χορήγει τὰ αἰτήματα, τοῖς καλοῦσιν καὶ ὑμνοῦσιν σὲ ἀεί, Μεγασπηλιώτισσα, θερμῶς σου τὴν ἐπίσκεψιν.

Ὡς τὸν Συμεών, ὁδηγεῖς εἰς τὸν λιμένα σου, καὶ Εὐφροσύνην καὶ Θεόδωρον Ἁγνή, οὕτως ὁδήγει καὶ ἡμᾶς διὰ πᾶσαν πρᾶξιν μας.

Σύντριψον σεμνή, τοὺς ἐχθροὺς τοὺς πολεμοῦντάς μας, γοργῶς πληροῦσα τὰς καρδίας ἡμῶν, εὐφροσύνην καὶ χαρὰν ἀνεκδιήγητον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαγείας, καὶ ἐχθρῶν ἀπάλλαξον, τοὺς θερμῶς ἐπικαλοῦντας Μητέρα, χαρᾶς πληροῦσα αὐτοὺς καὶ ὑγιείας, Μεγασπηλιώτισσα Μῆτερ θεόβρυτε, καὶ πᾶσαν αἴτησιν πιστῶν, σὺ ταχέως ἐκπλήρωσον Ἄνασσα.

Τὸν φθόνον καὶ ἀρὰς διάλυσον, τῶν πιστῶν σὲ αἰτουμένων πρεσβείαν, λύπην διαλύουσα τούτοις πτωχείαν, πλουσιοδώρισσα κόρη Πανάχραντε, καὶ θραῦσον πᾶσαν τῶν ἐχθρῶν, νοητήν, αἰσθητήν των ἀντίστασιν.

Ὑμνοῦντας, τοὺς θερμῶς σοὶ σκέπασον, ἐξ ἀνθρώπων τῆς βοῆς σὺ φρουροῦσα, λαμπρῶς στολίσαι αὐτοὺς εὐθυμίας, Μεγασπηλιώτισσα Μῆτερ πανδώρουσα, ἵνα ὑμνῶσίν σε ἀεί, διὰ τῶν ὧδε σοὶ ὕμνων Κυράνασσα.

Πενίας τὴν στολὴν ἀπέλασον, καὶ πεσόντας τὴν ἀνόρθωσιν δὸς σύ, ἵνα ἀεὶ διαλαλοῦσιν τὸ θαῦμα, καὶ προσκαλοῦσιν τοὺς πάντας εἰς οἶκόν σου, καὶ οὕτω πάντες σοὶ θερμῶς, εὐχαριστήριον ᾆσμα σοὶ μέλψωμεν.

Φρούρισον, δι’ ἀγγέλων τοὺς δούλους σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς, ὦ Μεγασπηλιώτισσα, γοερῶς ἀνακράζομεν ῥῦσαι τάχος.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πενόντων καὶ πεσόντων ἀρωγότατον, ὁ Χριστὸς ἰατρόν σε ἡμῶν ἐδωρήσατο, θεραπεύειν τὰς νόσους τῶν σωμάτων καὶ ψυχῶν, τοῖς ὑμνοῦσί σε, ὦ Μεγασπηλιώτισσα κυράνασσα, λιταῖς γοῦν ταῖς σαῖς περισῴζουσα· πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν τῇ θλίψει, καὶ τῶν ἐχθρῶν ἐπιφορᾶς, καὶ τεχνάσματα διάλυσον.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον θύγατερ καί ἴδε καί κλίνον τό οὖς σου καί ἐπιλάθου τοῦ λαοῦ σου καί τοῦ οἴκου τοῦ πατρός σου καί ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους σου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα σοι Κύριε, Δόξα σοι.

Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Μεγασπηλιωτίσσης ταῖς θείαις ἱκεσίαις ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πάντας σὺ χαρίτωσον, Μεγασπηλιώτισσα Κόρη, φρούρησον δὲ ἅπαντας, τοὺς εἰς σὲ ἐκ πίστεως προσιόντας σοί, καὶ τὴν σὴν ἄφθορε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, ἐνδειῶν τε καὶ καταπτώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, τοὺς ὑμνοῦντάς σε νῦν ἀνόρθωσον, ἵνα ἐφημοῦσιν, Τριάδα τὴν ἀχώριστον ἀεί, καὶ σὲ τὴν μεσίτριαν καὶ Θεογεννήτριαν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν δαιμόνων τὰ βέλη, κατασύντριψον αὖθις, τῇ κραταιᾷ σου χειρί, σῴζουσα Παρθένε, ὑμνούντων σου τὴν χάριν καὶ πιστῶς ἀνακραζόντας· βοήθησόν μας Ἁγνή, πρὸς δόξαν τοῦ Υἱοῦ σου.

Τὰς αἱρέσεις καὶ μάγους, ἀφάνισον τάχει θείῳ πυρί σου τρανή, λυτρώνουσα βοῶντας· πιστούς σου τεθλιμμένους καὶ θερμῶς ἐξαιτοῦντάς σοι· ἀπάλλαξόν μας Ἁγνή, τῆς πλάνης τῶν δαιμόνων.

Μὴ ἐάσῃς, Παρθένε, τὰς ὀχλήσεις δαιμόνων, τῶν ἐνοχλούντων ἡμᾶς, ἀλλὰ τῇ σῇ δυνάμει, φυγάδευσον ταχέως, ὑπακούουσα δέησιν, τῶν ἀνυμνούντων σὺν σοὶ Τριάδα τὴν Ἁγίαν.

Ἀνάστησον, ὦ Μῆτερ, κατατρεγμένον πένην, καὶ δι’ αὐτῶν Ἀγαθή, τὸν Λόγον τοῦ Υἱοῦ σου, Ὀρθόδοξα λαλῆσαι, εἰς τὸν κόσμον σου ἅπαντα· Μεγασπηλιώτισσα νύμφη, θείᾳ σου ἐμπνεύσει.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Τῶν χαρισμάτων, τῶν τῆς Τριάδος χορήγει, στοὺς θερμῶς σοι αἰτοῦντας, Κυρία, ἵνα τῶν δαιμόνων συντρίβωσιν τὰ θράση.

Τοῦ θείου Παύλου, ἔργον καὶ λόγος νὰ λάμψῃ τῇ σῇ πάλιν πρεσβείᾳ, Παρθένε, εἰς τὸν κόσμον τοῦτον, μὲ ταπεινούς σοῦ δούλους.

Τοὺς διοικοῦντας, θεαρέστως, ὁδεύειν, σὺ ὁδήγει ἀείποτε Μητέρα, ἵνα ἐν εἰρήνῃ τὸν βίον διαπερῶμεν.

Καὶ τοὺς ποιμένας, τοῦ σοῦ λαοῦ καθοδήγει, Ὀρθοδόξως ποιμαίνειν ποίμνιόν σου, ἵνα ἐν ἀγάπῃ Υἱοῦ σου διαβιῶμεν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κυρία τῶν ἀγγέλων, πάντες σοὶ βοῶμεν· δι’ Ἀρχαγγέλων, Ἀγγέλων ἡμᾶς φρούρησον, ἵνα ὑμνῶμεν ἀεί, σὲ τὴν παντὸς Κυρίαν.

Ἀγγέλων αἱ χορεῖαι σὲ ὑμνολογοῦσιν, καὶ δι’ ἀγγέλων μᾶς πέμπεις ἁγνή, φῶς τὸ τρισήλιον, Μῆτερ, Μεγασπηλιώτισσα.

Δαιμόνων καὶ ἀνθρώπων, μανίας, ἐπιθέσεις, τῇ σῇ δυνάμει διάλυσον νῦν, ἐλευθεροῦσα πιστούς σου δρακονικήτρια.

Σκέπε τοὺς πιστούς σου, καὶ τοὺς ὑμνητάς σου, θεία σου σκέπη, ἣν πέμπεις, σεμνή, ἵνα δοξάζουσιν πάντες τὰ μεγαλεῖά σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Μεγασπηλιώτισσαν οἱ πιστοί, δεῦτε προσελθόντες, ἱκετεύσωμεν ἐκτενῶς, ἵνα ῥυσθῶμεν πάντες, κινδύνων καὶ ἀνάγκης, καὶ χάριτος δεχθῶμεν τῆς Παντοδότριας.

Χορήγει τοῖς πᾶσι, Μῆτερ τρανή, φῶς τὸ τῆς Τριάδος, διὰ Υἱοῦ σου καὶ Λυτρωτοῦ, ἵνα φωτισθέντες καὶ πάντων ἐμπλησθέντες, ὑμνῶμεν τὴν Τριάδα καὶ σὲ τὴν Ἄνασσαν.

Τῆς Πελοποννήσου Μῆτερ σεπτή, φώτιζε κατοίκους, καὶ τοῖς πᾶσι τοῖς ἐν τῇ γῇ, ἵνα πρὸς ἀγάπην, τοῦ σοῦ Υἱοῦ οἱ πάντες, πορεύωνται, ὦ Μῆτερ, Μεγασπηλιώτισσα.

Δώρησε, εἰρήνην λαῷ παντί, καὶ Ὀρθοδοξίας, ἡ πίστις ἂς ἁπλωθῇ, σημαία δ’ ἀγάπης καὶ πύργος ἀληθείας, ἂς γίνῃ ἡ Εἰκών σου ἡ πνευματόβρυτος.

Δέχου τὰς δεήσεις ἡμῶν, Ἁγνὴ τῶν πρός σε βοώντων, δάκρυσί τε καὶ στεναγμοῖς, καὶ ῥῦσαί μας παντοίων ἐχθρῶν καὶ ἐμποδίων, τῶν ὑλικῶν, ἀΰλων, Μεγασπηλιώτισσα.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Τροπάριον. Τῇ Ὑπερμάχῳ.
Τὸν τῆς Τριάδος Θεῖον Λόγον ἡ χωρήσασα, καὶ τοῖς ἀνθρώποις τὴν ἀνάστασιν χαρίσασα, οἱ σοὶ δοῦλοι ἱκετεύομεν Θεοτόκε· ὡς Βασίλισσα τῶν πάντων σὺ βασίλευσον, ταῖς καρδίαις τῶν Ἑλλήνων αἷς δεῖ κράζουσι· ἐν τοῖς πέρασι ὀρθὴν δόξαν τῆς πίστεως.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τοὺς προστρέχοντας πιστῶς, καὶ παρακαλοῦντας σε, Μῆτερ, Μεγασπηλιώτισσα, θλίψεων ἐξάγαγε καὶ πάσης ἄλλης πληγῆς, ἐχθρῶν ἐπιθέσεως λιμοῦ, λοιμοῦ, Κόρη, βελίαρ ἐπήρειαν καὶ πᾶσαν κάκωσιν, ἵνα ἐκ παντοίων παγίδων πάντοτε ῥυόμενοι, πάντες σου τὸ μέγα ὄνομα κηρύττομεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ ἀδελφὴν Μαρία Α.
δια τὴν ἀποστολὴ τῆς Παρακλήσεως.