Δύο Παρακλητικοί Κανόνες εις την Αγία Μαρία την Μαγδαληνή

  1. Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου

  2. Ποίημα Ιακώβου Μοναχού

Παρακλητικός Κανών εις την Αγία Μυροφόρο και Ισαπόστολο του Χριστού Μαρία την Μαγδαληνή

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Ἡ μνήμη αὐτῆς τὴν 22αν ᾿Ιουλίου.

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Μυροφόρος εὐκλεὴς τοῦ Σωτῆρος, τῶν ἰαμάτων ἐκομίσω τὴν χάριν, Μαγδαληνὴ Μαρία παμμακάριστε· ὅϑεν τοὺς προσπίπτοντας, τῇ ϑερμῇ σου πρεσβείᾳ, πάσης νόσου λύτρωσαι, καὶ παϑῶν ἀκαϑάρτων, καὶ πάσης ἄλλης βλάβης καὶ φϑορᾶς, καὶ πειρασμῶν τὴν ταχεῖαν ἐκλύτρωσιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Μαγδαληνὴ παθῶν ἡμᾶς ῥύου. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μεγίστην πλουτοῦσα πρὸς τὸν Χριστόν, σεμνὴ παῤῥησίαν, καϑικέτευε ἐκτενῶς, Μαρία ϑεόφρον μυροφόρε, ὑπὲρ τῶν πίστει καὶ πόϑῳ τιμώντων σε.

Ἀπάσης δαιμόνων ἐπιφορᾶς, ἀτρώτους συντήρει, ϑεοφόρε Μαγδαληνή, ἡμᾶς ἡ τῆς τούτων δυναστείας, παρὰ Χριστοῦ λυτρωϑεῖσα τὸ πρότερον.

Γαλήνην ἐξαίτει καὶ φωτισμόν, Μαρία ϑεόφρον, καὶ κινδύνων ἀπαλλαγήν, ἡμῖν τοῖς ἐν πίστει προσιοῦσι, τῇ ϑαυμαστῇ ἀρωγῇ σου ἑκάστοτε.

Θεοτοκίον.
Δυνάμωσον Κόρη τὸ ἀσϑενές, ϑερμῶς δυσωπῶ σε, τῆς ψυχῆς μου τῆς ταπεινῆς, καὶ δίδου μοι δύναμιν Παρϑένε, κατὰ πασῶν προσβολῶν τοῦ ἀλάστορος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπὸ πάσης ἀνάγκης καὶ συμφορᾶς λύτρωσαι, καὶ ἀῤῥωστημάτων ποικίλων, καὶ περιστάσεων, Μαρία πᾶνσεμνε, ὡς τοῦ Χριστοῦ Μυροφόρος, τοὺς πιστῶς προστρέχοντος, τῇ προστασίᾳ σου.

Λέων ὥσπερ ὁ δράκων, ὁ νοητὸς πάντοτε, καϑ᾽ ἡμῶν λυσσᾷ καὶ σφαδάζει, καὶ κατωρύεται, ἀλλὰ κατάβαλε τούτου τὸ ϑράσος Μαρία, καὶ εἰρήνην δώρησαι, ἡμῖν καὶ λύτρωσιν.

Ἡ δοϑεῖσά σοι χάρις, παρὰ Χριστοῦ πάνσεμνε, οἷα γλυκασμὸς σωτηρίας, εὐφραίνει πάντοτε, τὰς διανοίας ἡμῶν, Μαγδαληνὴ Μυροφόρε, καὶ ξηραίνει ἅπασαν πικρίαν ϑλίψεων.

Θεοτοκίον.
Νέκρωσόν μου Παρϑένε, τὸ τῆς σαρκὸς φρόνημα, καὶ τὴν νεκρωϑεῖσαν ψυχήν μου, τοῖς παραπτώμασιν, ἔγειρον δέομαι, ζωοποιῷ ἐνεργείᾳ, τῆς σῆς ἀγαϑότητος, Ἁγνὴ καὶ σῶσόν με.

Διάσωσον Μαγδαληνὴ μυροφόρε σεμνὴ Μαρία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, τοὺς προσιόντας τῇ ϑείᾳ σου ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ μύρον ζωής, Χριστὸν τὸν πανοικτίρμονα, δυσώπει ἀεί, ὥσπερ αὐτοῦ μαϑήτρια, τῆς δυσωδίας ῥύεσϑαι, τῶν παϑῶν τὰς ψυχᾶς ἡμῶν πάντοτε, Μαγδαληνὴ μυροφόρε σεμνή, καὶ δοῦναι ἡμῖν πταισμάτων ἄφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ϑερμὴ προστασίᾳ σου, ἡμᾶς ἀπαλλάττει πάσης κακώσεως· διὰ τοῦτο χαριστήριον, αἶνον Μυροφόρε σοι προσάδομεν.

Παϑημάτων καὶ ϑλίψεων, καὶ ἐπηρειῶν παντοίων τοῦ ὄφεως, Μυροφόρε ἀπολύτρωσαι, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ἀκεσώδυνον φάρμακον, ἐκ τῶν σῶν λειψάνων Μαρία πρόεισε, καὶ ἰᾶται ἀσϑενήματα, τῶν ἐν εὐλαβείᾳ προσιόντων σοι.

Θεοτοκίον.
Θεοτόκε Πανάχραντε, ἡ τὸν Θεὸν Λόγον ἀφράστως τέξασα, τὴν καρδίαν μου καϑάρισον, λογισμῶν ματαίων τοῦ ἀλάστορος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς,
Ὡς πρὸς τὸν Χριστόν, παῤῥησίαν πολλὴν ἔχουσα, ἰσαπόστολε σεμνὴ Μαγδαληνή, καϑικέτευε σωϑῆναι τοὺς τιμῶντάς σε.

Νόσων καὶ παϑῶν, καὶ παντοίων περιστάσεων, ἀνωτέρους διαφύλαξον ἡμᾶς, Μυροφόρε τοὺς προστρέχοντας τῇ σκέπῃ σου.

Ἥλιε Χριστέ, τῆς ἁγίας Μυροφόρου σου, ταῖς πρεσβείαις τῆς ψυχῆς μου τὴν ἀχλύν, ἀποδίωξον καὶ σῶσόν με τὸν δοῦλόν σου.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρϑενε, τὴν πεσοῦσάν μου ἀνάστησον ψυχήν, ἐκ βυϑοῦ πάσης φϑορᾶς καὶ ματαιότητος.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἀγγέλων συνηδομένη τοῖς δήμοις, Μυροφόρε τοῦ Σωτῆρος Μαρία, τῆς τῶν δαιμόνων ἡμᾶς ἐπηρείας, τῇ δραστικῇ σου πρεσβείᾳ ἀπάλλαττε, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένα τοῦ ϑείου ϑελήματος.

Σωμάτων καὶ τῶν ψυχῶν τὰς ὀδύνας, ϑεραπεύεις μυροφόρε Μαρία, διὸ κἀμοῦ τῆς καρδίας τὴν νόσον, καὶ τὰ τοῦ σώματος πάϑη ϑεράπευσον, καὶ αἴτει μου παρὰ Χριστοῦ, τῶν πταισμάτων τὴν ἄφεσιν δέομαι.

Ῥανῖσι, τῶν ἱερῶν πρεσβειῶν σου, ἰσαπόστολε Μαρία ϑεόφρον, τὴν τῶν παϑῶν μου κατάσβεσον φλόγα, καὶ ὄμβρησόν μοι τὸ νᾶμα τῆς χάριτος, ἵνα δροσίσῃ μυστικῶς, τὴν ψυχήν μου διψῶσαν τὰ κρείττονα.

Θεοτοκίον.
Ὑψίστου, περιφανέστατος ϑρόνος, ἀνεδείχϑης Θεοτόκε παρϑένε, τοῦτον τεκοῦσα καὶ φέρουσα Κόρη, ἐν ταῖς ἀχράντοις ἀγκάλαις σου Δέσποινα, διὸ ἀνύψωσον κἀμέ, ἐκ βυϑοῦ ἀπωλείας καὶ σῶσόν με.

Διάσωσον Μαγδαληνὴ μυροφόρε σεμνὴ Μαρία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ στενώσεως, τοὺς προσιόντας τῇ ϑείᾳ σου ἀντιλήψει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Μαγδαληνὴ Μυροφόρε ϑεόληπτε, τῶν μυροφόρων Μαρία ἀγλάισμα, ἡμῶν τὰ αἰτήματα πλήρωσον, και πειρασμῶν καὶ κινδύνων ἀπάλλαξον, τοὺς πίστει καὶ πόϑῳ τιμῶντάς σε.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ.η΄ 1-3).

Καὶ διώδευε ὁ Ἰησοῦς κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,
καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ᾿ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει, καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου, καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτῷ ἀπὸ τῶν ὑπαρχόντων αὐταῖς.

Δόξα.
Ταῖς τῆς Μυροφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μύρα προσκομίσασα, Μαγδαληνὴ μυροφόρε, Χριστῷ τῷ Παντάνακτι, εὐωδίας σκήνωμα, ϑείας πέφηνας, καὶ ὀσμὴν κρείττονα, κόσμῳ διαπνέεις· διὰ τοῦτό σου δεόμεϑα· ἡμᾶς ἐκλύτρωσαι, πάσης δυσωδίας τοῦ χείρονος, ὀσμῇ τῇ τῶν χαρίτων σου, καὶ τῆς ϑαυμαστῆς προστασίας σου, καὶ βίον προσφέρειν, ἐνάρετον Χριστῷ καὶ καϑαρόν, ἵνα τῆς ἄνω λαμπρότητος, μέτοχοι γενώμεϑα.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Οἱ τῷ ϑείῳ Ναῷ σου, προσπελάζοντες πίστει Μαρία πάνσεμνε, λαμβάνουσιν ὑγίειαν, καὶ πᾶσαν εὐλογίαν, ὁμοφώνως κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὑπὲρ πάντων δυσώπει, τῶν πιστῶς προσιόντων Μαρία πάνσεμνε, τῇ ϑήκῃ τῆς παντίμου, χειρός σου Μυροφόρε, καὶ βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γενναιότητι γνώμης, τοῦ Κυρίου τῷ τάφῳ προσἤλϑες ἔνδοξε, καὶ τοῦτον κατιδοῦσα, Μαρία ἀναστάντὰ γηϑομένη ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐπεφάνη τῷ κόσμῳ, σαρκωθεὶς ἐκ γαστρός σου ὁ Ὑπερούσιος, καὶ λύει τῆς κατάρας, παρθένε Θεοτόκε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν πηγάζει καὶ ἀληϑῇ ϑεραπείαν τῶν λειψάνων σου ἡ ϑήκη Μυροφόρε, τοῖς προσερχομένοις, αὐτοῖς μετ᾽ εὐλαβείας.

Ἀρωματίζει τὴν ἀληϑῆ εὐωδίαν, ἰσαπόστολε ἡ χείρ σου ἡ ἁγία, καὶ ἀποδιώκει, παϑῶν τὴν δυσωδίαν.

Σαρκός μου παῦσον, Μαγδαληνὴ τὰς ὀδύνας, καὶ ἐξαίτει μοι ψυχῆς τὴν ϑεραπείαν, ὡς λαβοῦσα χάριν, ἐξαίρετον ϑεόϑεν.

Θεοτοκίον.
Ἴϑυνον Κόρη, πρὸς σωτηρίας εἰσόδους, τοὺς προσπίπτοντας τῇ ϑείᾳ ἀρωγῇ σου, καὶ ὑπερυψοῦντας, τὸν ἄφραστόν σου τόκον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρία Μυροφόρε, μυροφόρων δόξα, ἐκ δυσωδίας παϑῶν ἀπολυτρώσαι, τοὺς ἀδιστάκτῳ καρδίᾳ σε μακαρίζοντας.

Ὀσμὴν ζωῆς ἁγίαν, ἡ ϑήκη τῆς χειρός σου, Μαγδαληνὴ ἀποπνέει ἑκάστοτε, καὶ τὰς ψυχὰς κατευφραίνει τῶν ἀνυμνούντων σε.

Ὑδάτων ἀπωλείας, ῥῦσαί με Μαρία, καὶ τῆς ζωῆς με τῷ ὕδατι πότισον, ἐξαιτουμένη πταισμάτων μοι ἀπολύτρωσιν.

Θεοτοκίον.
Ὑπέραγνε παρϑένε, Κεχαριτωμένη, ἄναγνόν μου καρδίαν ἀπόπλυνον, ταῖς ῥυπτικαῖς ἐπομβρίαις τῆς σῆς χρηστότητος.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λόγοις λαμπρυνϑεῖσα τοῖς τοῦ Χριστοῦ, κόσμου τὴν ἀπάτην, καταλέλοιπας νουνεχῶς, καὶ αὐτῷ προσῆλϑες Μαγδαληνὴ Μαρία, καὶ τούτῳ ἠκολούϑεις, ψυχῆς ϑερμότητι.

Χαίροις μυροφόρε Μαγδαληνή, σὺ γὰρ τοῦ Σωτῆρος, δεξαμένη τὴν διδαχήν, ἐκ τῆς τῶν δαιμόνων, ἐῤῥύσϑης δυναστείας, καὶ σκεῦος ἀνεδείχϑης, τῆς ϑείας χάριτος.

Χριστὸν ἀγαπήσασα ἐκ ψυχῆς, μαϑήτρια τούτου, ἀνεδείχϑης περιφανής, καὶ διακονοῦσα, αὐτῷ ϑερμῇ τῇ πίστει, ἐπλήσϑης Μυροφόρε, ϑείας ἐλλάμψεως.

Πρώτη ἀναστάντα τὸν Ἰησοῦν, σὺν τῇ Θεοτόκῳ, ἐϑεάσω Μαγδαληνή, καὶ τοῖς Ἀποστόλοις, κηρύττεις γηϑομένη, αὐτοῦ τὴν ἐκ τοῦ τάφου, ϑείαν Ἀνάστασιν.

Χαίροις Ἀποστόλων ἡ κοινωνός, καὶ κήρυξ ἐν κόσμῷ, τῆς ἐγέρσεως τοῦ Χριστοῦ, χαίροις μυροφόρε, Μαγδαληνὴ Μαρία, προστάτις καὶ μεσῖτις, ἡμῶν πρὸς Κύριον.

Τὸν Χριστὸν δοκοῦσα ὡς κηπουρόν, παρ᾽ αὐτοῦ ἀκούεις, μὴ μοῦ ἅπτου Μαγδαληνή· ᾧ νῦν παρεστῶσα, πολλῇ ἐν παῤῥησίᾳ, ὑπὲρ ἡμῶν δυσώπει, ἀεὶ δεόμεϑα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μύροις τῶν ϑερμῶν σου πρεσβειῶν, ὦ Μαγδαληνὴ μυροφόρε, Χριστὸν ἱλέωσαι, τὸν φιλανϑρωπότατον, Θεὸν δεόμεϑα, ὅπως πάσης ῥυώμεϑα, ἀνάγκης καὶ βλάβης, καὶ ποικίλων ϑλίψεων, καὶ περιστάσεων, πάντες οἱ τῇ σῇ προστασίᾳ, σπεύδοντες ἐν πίστει Μαρία, καὶ τοὺς σοὺς καμάτους μακαρίζοντες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Μυροφόρε πρόσδεξαι τὴν ἱκεσίαν
Γερασίμου σπεύδοντας τῇ ἀρωγῇ σου.

Παρακλητικός Κανών εις την Άγιαν Μυροφόρον και Ίσαπόστολον του Χριστού Μαρίαν τήν Μαγδαληνήν

Ποίημα Ιακώβου Μοναχού

†Εορτάζεται στις 22 Ιουλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἰσαπόστολον σεπτὴν Μυροφόρον, καὶ τὴν μαθήτριαν Χριστοῦ τοῦ Σωτῆρος, θεραπευτὴν πανάριστον τῶν νόσων ἐν ᾠδαῖς, ἅπαντες τιμήσωμεν, πρὸς αὐτὴν ἐκβοῶντες· πρόφθασον καὶ λύτρωσαι, σοὺς ἱκέτας ἐκ βλάβης, τῆς ἐνεστώσης, ἵνα σε ἀεί, ὡς εὐεργέτην Μαρία γεραίρομεν.

Δόξα.
Οἱ τῇ σορῷ τῆς Μυροφόρου προστρέχοντες, χειρὸς αὐτῆς πανευλαβῶς μετὰ πίστεως, δεῦτε ἐκ πόθου ταύτην ἀνυμνήσωμεν, πρὸς αὐτὴν κραυγάζοντες, ἐκ βαθέων καρδίας· Μαρία πανένδοξε, τοὺς σὲ νῦν προσκαλοῦντας, ἀπὸ παντοίων λύτρωσαι δεινῶν, ἐπιφορᾶς τε καὶ πάσης κακώσεως.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ σοὶ προσδραμόντες, μυροφόρε Μαγδαληνή, δεόμεθα πάσης ἐπηρείας, σαῖς προστασίαις καὶ νόσου διάσωσον.

Ἡ πάντιμος χείρ σου Μαγδαληνή, παρέχει ἰάσεις τοῖς νοσοῦσι καὶ πυρετοῖς, τοὺς συνεχομένους διασώζει, καὶ ἐκδιώκει δαιμόνων τὴν μάστιγα.

Νοσοῦντες τὸ σῶμα καὶ τὴν ψυχήν, παθῶν καχεξία, σοῦ προστρέχομεν τῇ σορῷ, ἴασιν αἰτοῦντες ταῖς εὐχαῖς σου, ἀπολαβεῖν καὶ πταισμάτων συγχώρησιν.

Θεοτοκίον.
Μαρίαν μαθήτριαν τοῦ Χριστοῦ, καὶ τὴν Θεοτόκον ἀνυμνοῦμεν οἱ εὐσεβεῖς, νόσων θεραπείαν ἐξαιτοῦντες, ἀπολαβεῖν καὶ δεινῶν ἀπολύτρωσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυροφόρε Μαρία τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος δέομαι ταῖς πρεσβείαις σου, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου τὴν μνήμην, πόθῳ θεοδόξαστε καὶ ἰσαπόστολε.

Εὐμενῆ σε προστάτιν πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα πίστει Μαρία πάνσεμνε, καθικετεύοντες, ὡς Μυροφόρων σε πρώτην, λυτρωθῆναι ἅπαντας τῇ προστασίᾳ σου.

Εὐπροσδέκτοις εὐχαῖς σου Μαγδαληνὴ ἴασαι, νόσους τε καὶ πάθη ποικίλα καὶ πᾶσαν κάκωσιν, χειρὸς προσπτύξει σου, τῆς πανευόσμου Μαρία, ἣν Θεὸς ἐδόξασε παντοίοις θαύμασι.

Θεοτοκίον.
Παναγία Παρθένε ἡ τὸν Θεὸν τέξασα, ῥῦσαι πάσης θλίψεως βλάβης τε τοὺς προστρέχοντας, καὶ ἀνυμνοῦντάς σε, σὺν Μυροφόρῳ καὶ σῶζε, πάσης περιστάσεως μόνη Πανύμνητε.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ καὶ πίστει ἐκβοῶμέν σοι· μυροφόρε πάνσεμνε, Μαγδαληνὴ Μαρία πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑπὲρ φύσιν χαρίσμασιν, ὡραϊζομένη χείρ σου ἡ πάντιμος, Μυροφόρε ἰσαπόστολε, θεραπεύει νόσους τῶν τιμώντων σε.

Ἀρυόμενοι πάντοτε, τὴν ἐκ τῆς σοροῦ χειρός σου χάριν ἀέναον, ὦ Μαρία εὐφημοῦμέν σε, καὶ τὸν σὲ δοξάσαντα γεραίρομεν.

Νοσημάτων θεράπευσον, πληθὺν τὴν ἡμῶν Μαρία δεόμεθα, διπλὴν ἴασιν βραβεύουσα, τῆς ψυχῆς ὁμοῦ τε καὶ τοῦ σώματος.

Θεοτοκίον.
Τῆς Μητρός σου δεήσεσι, καὶ ἰσαποστόλου Μαρίας Κύριε· σοῖς ἱκέταις δὸς συγχώρησιν, τῶν πλημμελημάτων ὡς Φιλάνθρωπος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Χεῖρά σου σεπτήν, Μυροφόρε ἀσπαζόμεθα, τὴν προσψαύσασαν τοὺς πόδας τοῦ Χριστοῦ, ἣν προσκυνοῦντες, πάσης νόσου ἐκλυτρούμεθα.

Ἔμπλησον ἡμῶν, τὰς ψυχὰς Μαρία χάριτος, τῇ προσπτύξει τῆς σεπτῆς σου χειρός, καὶ τὰς νόσους πάσας ἡμῶν ἴασαι.

Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων τε καὶ θλίψεων, καὶ αἰωνίας τυχεῖν ἀξίωσον, τοῦ παραδείσου τῆς τρυφῆς Μαρία ἔνδοξε.

Θεοτοκίον.
Μόνην πρὸς Θεόν, προστασίαν σὲ κεκτήμεθα, οἱ σοὶ ἱκέται Θεομῆτορ ἁγνή, ὃν σαῖς πρεσβείαις ἐξιλέωσαι δεόμεθα.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἡ χάρις τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν ἀσθενῶν, Μυροφόρε ὀξέως· ὅθεν τελεῖς καθ’ ἑκάστην τοῖς κάμνουσι, θαυμάσια παντοδαπά, καὶ ἰάσεις Μαρία πανένδοξε.

Μὴ παύσῃ, ὑπὲρ ἡμῶν πρεσβεύουσα, περισκέπουσα ἀεὶ καὶ φρουροῦσα, ὅτι πρὸς σέ, μυροφόρε Μαρία, διὰ παντὸς ἀφορῶμεν οἱ δοῦλοί σου, παντοίας οὖν ἐπιφορᾶς, ἀνωτέρους ἡμᾶς διαφύλαξον.

Ἐκ σάλου, τῆς τῶν παθῶν ὀχλήσεως, καὶ δεινῆς ἡμᾶς θεόφρον Μαρία, τῶν πονηρῶν, λογισμῶν καταιγίδος, πρὸς γαληνὸν ἐγκαθόρμισον ὅρμημα, ἰσχύεις γὰρ τοῦ βοηθεῖν, παῤῥησίαν ὡς σχοῦσα πρὸς Κύριον.

Θεοτοκίον.
Ὑμνοῦμέν σε, Θεομῆτορ ἄχραντε, καὶ δοξάζομεν ἀεὶ κατὰ χρέος, ὅτι βροτῶν, σωτηρία ὑπάρχεις, ἐλπὶς καὶ δόξα καὶ σκέπη καὶ καύχημα, καὶ στήριγμα τῶν εὐσεβῶς, προσκυνούντων τὴν θείαν εἰκόνα σου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Μυροφόρε, ὅτι σὲ ἐν πειρασμοῖς προβαλλόμεθα ἔνδοξε, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, τῇ σορῷ Μυροφόρου χειρὸς νῦν προσδράμωμεν, καὶ εἰκόνα τὴν αὐτῆς, προσκυνοῦντες εὐλαβῶς, μετὰ πόθου κράξωμεν αὐτῇ, ὡς λαβοῦσα χάριν ἐκ Θεοῦ, τοὺς νοσοῦντας ἰᾶσθαι, παντοίων πειρατηρίων, καὶ πικρῶν ἀλγηδόνων, θεράπευσον Μαγδαληνή, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον.
(Κεφ. 16:9-20).

Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς πρωῒ πρώτῃ Σαββάτου, ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.  Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι· κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ, καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν. Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη, ἐν ἑτέρᾳ μορφή, πορευομένοις εἰς ἀγρόν. Κἀκεῖνοι ἀπελθόντες, ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.  ῞Υστερον, ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν· ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν. Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει.  Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.  Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει. Ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς· ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους  χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν. ῾Ο μὲν οὖν Κύριος, μετὰ τὸ λαλῆσαι αὐτοῖς, ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ἐκεῖνοι δὲ ἐξελθόντες, ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος, διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

Δόξα.
Ταῖς τῆς Μυροφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Μὴ παρίδῃς δέησιν, τῶν ἀναξίων σου δούλων, Μυροφόρε ἔνδοξε, ἀλλὰ δέξαι τάχιστα, καὶ βοήθησον, θλίψεσιν ὀδύναις τε, πλείσταις προσπαλαίουσι, καὶ δαιμόνων ἐπιθέσεσι, σκέπην γὰρ ἔχομεν, σὲ καὶ προσκαλούμεθα πάνσεμνε· λύτρωσαι οὖν τοὺς δούλους σου, βλάβης ἐκ παντοίας καὶ θλίψεως, ἴασιν ἀφθόνως ψυχῶν τε καὶ σωμάτων δωρεάν, Μαρία τάχος παρέχουσα, πᾶσι τοῖς αἰτοῦσί σε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰσαπόστολος οὖσα μυροφόρε Μαρία σοφὴ πανένδοξε, ἐκλύτρωσαι κινδύνων, καὶ πάσης ἐπηρείας, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Πειρασμῶν ἀνηκέστων συμφορῶν ἀδοκήτων Μαρία ἔνδοξε, μαστίγων πολυτρόπων, δεινῶν ἐπερχομένων, ῥῦσαι πάντας τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψυχικὴν εὐεξίαν καὶ σωμάτων τὴν ῥῶσιν Μαρία ἔνδοξε, παράσχου τοῖς ἐν πίστει, τῷ θείῳ σου λειψάνῳ, προσιοῦσι καὶ ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σωμάτων ἰατῆρα καὶ ψυχῶν τὸν Σωτῆρα Παρθένε τέξασα, Χριστὸν σὺν μυροφόρῳ, Μαρίᾳ ἐκδυσώπει, διασῶσαι τοὺς ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς τὴν σὴν χεῖρα, πανευλαβῶς προσκυνοῦντας, ἐκ παντοίων φύλαττε κινδύνων, καὶ πληγῆς ἁπάσης, Μαρία μυροφόρε.

Τῆς τῶν δαιμόνων, πανωλεθρίου μανίας, καὶ ἀνδρῶν ἐχθίστων ἀπονοίας, πρόφθασον καὶ ῥῦσαι, Μαρία σοὺς ἱκέτας.

Τῶν ἰαμάτων, ἡ σορὸς τῆς χειρός σου, θεία κρήνη ἐδείχθη Μυροφόρε, τοῖς ἀσπαζομένοις, αὐτὴν πίστει καὶ πόθῳ.

Θεοτοκίον.
Τοὺς πεποιθότας, ἀνενδοιάστως Παρθένε, τῇ πανσωστικῇ σου προστασίᾳ, ἀνεπηρεάστους, συντήρησον καὶ σῶσον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς πίστει προσκυνοῦντας, τὴν σορὸν χειρός σου, καὶ ἐμφερείας τὸ θεῖον ἐκτύπωμα, σκέπε καὶ φρούρει Μαρία, Χριστοῦ μαθήτρια.

Σορὸς σεπτῆς χειρός σου, ἰατρεῖον πέλει, πνευματικόν· διὸ ταύτῃ προστρέχοντες, παθῶν καὶ νόσων παντοίων, ἀπολυτρούμεθα.

Μὴ παύσῃ συντηροῦσα, ταύτην σου τὴν ποίμνην σου, ἐκ πολυπλόκων σκανδάλων τοῦ ὄφεως, καὶ ἐξ ἀνθρώπων ἀδίκων, Μαρία ἔνδοξε.

Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες σὲ τιμῶμεν, καὶ τοῦ Ἀγγέλου τὸ χαῖρε σοὶ κράζομεν· ὡς διὰ σοῦ σωτηρίας, τυχόντες Δέσποινα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ὦ μαθήτρια τοῦ Χριστοῦ, χαίροις Μυροφόρων, κορυφαία Μαγδαληνή, πρώτη κατιδοῦσα, Ἀνάστασιν Κυρίου, καὶ ταύτην Ἀποστόλοις, πρώτη μηνύσασα.

Χαίροις ἰσαπόστολε τοῦ Χριστοῦ, χαίροις ὦ Μαρία, μυροφόρων ἡ καλλονή, χαίροις ἡ τὸ χαῖρε, μετὰ τῆς Θεοτόκου, φαιδρῶς ἐνωτισθεῖσα, τῇ Ἀναστάσει Αὐτοῦ.

Ὤρθρισας τῷ τάφῳ τοῦ Ἰησοῦ, ἐπέστης σὺν μύροις, Μυροφόρε πρώτη· διό, ἐκλήθης καὶ μύσταις, τὴν ἔγερσιν Κυρίου, Μαγδαληνὴ Μαρία, χαίρουσα ἔφησας.

Τοὺς ἀσπαζομένους εὐλαβῶς, τὴν σεπτήν σου χεῖρα, τὴν μυρίσασαν τὸ Χριστοῦ, σῶμα Μυροφόρε, διάσωζε ἐκ βλάβης, καὶ πάσης ἐπηρείας, νόσων καὶ θλίψεων.

Ἔῤῥανε τὸν τάφον Μαγδαληνή, ἡ ἁγία χείρ σου, πανευώδη μύρα τερπνά, Χριστοῦ τοῦ Σωτῆρος, ῥανάτω σου τὴν χάριν, καὶ ἐφ’ ἡμᾶς τοὺς πόθῳ, ἀσπαζομένους αὐτήν.

Τῆς Χριστοῦ ἐγέρσεως θεωρόν, πρώτην καὶ Ἀγγέλων, ἐπακούσασαν τῆς φωνῆς, καὶ τῶν Ἀποστόλων, Ἀπόστολον ὀφθεῖσαν, Μαγδαληνὴν ἐν ὕμνοις, ἀνευφημήσωμεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, σοῦ ἀσπαζομένους εἰκόνα, καὶ τὴν σορὸν τῆς χειρός, πάσης ἀπολύτρωσαι, ὀργῆς καὶ θλίψεως, Μυροφόρε πανένδοξε, καὶ πάσης ἀνάγκης, ἡμᾶς νῦν ἀπάλλαξον, Χριστοῦ μαθήτρια, ὅπως ταῖς πρεσβείαις σου πάντες, πάντοτε σωζόμενοι πόθῳ, τὸ σεπτόν σου ὄνομα γεραίρομεν.