Χαιρετισμοί της Δικαίας Θεοπρομήτωρ Αγίας Άννας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ τοῦ Σωτῆρος εὐκλεεῖ Προγόνῳ ἄσωμεν τῇ πεπλησμένῃ δωρεῶν τοῦ θείου Πνεύματος κατὰ χρέος ἐγκωμίων ἄσματα θεία ὡς τεκοῦσα γὰρ Παρθένον τὴν Πανάχραντον ἀναβλύζει καθ’ ἑκάστην χάριν ἄφθονον τοῖς κραυγάζουσι· Χαίροις, Ἄννα θεόκλητε.
Ἄγγελος οὐρανόθεν, καταπετᾷς τῆς Παρθένου, μηνύει σοι τὴν σύλληψιν Ἄννα, ἣν τεκοῦσα ἐξ Ἰωακείμ, τὴν εὐκαρπίαν ἐκφαίνεις τῆς χάριτος διό σου τὴν λαμπρότητα, θαυμάζοντες βοῶμεν οὕτω·
Χαῖρε, δι’ ἦς ἡ χάρις δωρεῖται·
χαῖρε, δι’ ἦς ἡ πλάνη σοβεῖται.
Χαῖρε, τῆς ἐν νόμῳ λατρείας ἐκτύπωμα·
χαῖρε, τῆς μελλούσης εὐκλείας προκήρυγμα.
Χαῖρε, ὕψος ἀγαπήσεως τοῦ Θεοῦ τῶν οἰκτιρμῶν·
χαῖρε, βάθος καθαρότητος καὶ παντοίων ἀρετῶν.
Χαῖρε, ὅτι ἐν γήρα τὴν Παρθένον βλαστάνεις·
χαῖρε, ὅτι πλουσίως θείαν χάριν πηγάζεις.
Χαῖρε, αὐγῇ μελλούσης λαμπρότητος·
χαῖρε, ἀκτῖς τῆς θείας χρηστότητος.
Χαῖρε, δι’ ἦς ἀτεκνία νεκροῦται·
χαῖρε, δι’ ἦς εὐφορία δηλοῦται.
Χαίροις, Ἄννα θεόκλητε.
Βλέπουσα ἡ Προμήτωρ, ἑαυτήν ἐν στειρώσει, ἐβόησε τῷ πάντων Δεσπότῃ λῦσον Ἀδωναΐ Σαβαώθ, τῆς ἀτεκνίας μου τὰ δεσμὰ δέομαι καὶ συλλαβοῦσα τέτοκεν, τὴν τεκοῦσαν ὦ εκβοώμεν·
Ἀλληλούια.
Γνῶσιν ἄνωθεν σχοῦσα, Ἄννα θεοπρομήτωρ, ἐν γήρατι τεκεῖν θεία νεύσει, ἔχαιρες χαρὰν τὴν ἀληθῆ, ὡς τῆς χαρᾶς τὴν αἰτίαν κυήσασα διὸ τῆς ἀθυμίας μου, τὸ νέφος λῦσον τοῦ βοᾶν σοι·
Χαῖρε, ἡ λύσις τῆς ἀθυμίας·
χαῖρε, ἡ βρύσις τῆς θυμηδίας.
Χαῖρε, ἀτεκνίας φυγοῦσα τὸ ὄνειδος·
χαῖρε, παρθενίας τεκοῦσα τό στέλεχος.
Χαῖρε, θεϊκῶν προστάξεων πλήρωμα περιφανές·
χαῖρε, ἴνδαλμα τῆς χάριτος θεῖον καὶ θεοειδές.
Χαῖρε, ὅτι ἐκφαίνεις τὴν σωτήριον χάριν·
χαῖρε, ὅτι ἐκτρέπεις ἀπαιδίας τὴν ζάλην.
Χαῖρε, Θεῷ ἀμέμπτως λατρεύουσα·
χαῖρε, σεμνῶς ἐν γήρατι τέξασα.
Χαῖρε, Θεοῦ θεοφόρε Προμῆτορ·
χαῖρε, ἡμῶν ἀληθῇς ἀντιλήπτωρ.
Χαίροις, Ἄννα θεόκλητε.
Δόξαν Θεοῦ ὑμνοῦσα, Ἄννα Θεοπρομήτωρ, σὺν τῷ Ἰωακείμ τῷ συνεύνῳ, προσήγαγες τῷ θείῳ Ναῷ, τριετίζουσαν Παρθένον τὴν Ἄχραντον, οἷα προσηύξω πρότερον, βοῶσα πιστῶς τῷ Κυρίῳ·
Ἀλληλούια.
Ἐντολαῖς τοῦ Κυρίου, καὶ τοῖς τύποις τοῦ νόμου, ῥυθμίζουσα τὴν σὴν πολιτείαν, θεράπαινα ὤφθης τοῦ Θεοῦ, καὶ ἐναρέτων πράξεων ὑπόδειγμα, ὦ Ἄννα παμμακάριστε διό σε τιμῶντες βοῶμεν·
Χαῖρε, Θεοῦ τὸν νόμον πληροῦσα·
χαῖρε, ἡμῖν τὰ κρείττω τυποῦσα.
Χαῖρε, ἀπαρχῆ τῆς ἡμῶν ἀναπλάσεως·
χαῖρε, θησαυρὲ ἐσομένης ἐλλάμψεως.
Χαῖρε, κλῆμα εὐφορώτατον τῶν ἐν νόμῳ ἐντολῶν·
χαῖρε, σκήνωμα πολύτιμον οὐρανίων δωρεῶν.
Χαῖρε, ὅτι ἐδέξω θείαν ἐπαγγελίαν·
χαῖρε, ὅτι προάγεις τὴν παρθένον Μαρίαν.
Χαῖρε, εἰκών τῆς ἐν νόμῳ πίστεως·
χαῖρε, λαμπὰς ἐντολῶν τῆς χάριτος.
Χαῖρε, πολλῶν χαρισμάτων πλημμύρα·
χαῖρε, Θεοῦ ἐνταλμάτων κινύρα.
Χαίροις, Ἄννα θεόκλητε.
Ζήσασα θεοφρόνως, Ἄννα θεοπρομήτορ, ὡς μήτηρ τῆς Μητρὸς τοῦ Σωτῆρος, μετέστης πρὸς τὰς ἄνω μονάς, καὶ τῆς ἐκ σου προελθούσης Θεόπαιδος, ἐκ δεξιῶν παρέστηκας, ἐκβοῶσα τῷ σῷ ἐγγόνῳ·
Ἀλληλούια.
Ἤρθης πρὸς θείαν δόξαν, μεταστᾶσα τοῦ κόσμου, καὶ τῆς ὑπερκοσμίου χορείας, ἠξιώθης Ἄννα θαυμαστώς, καὶ τοῖς ἐν γῇ ἀσματικῶς τιμῶσί σε, χάριν παρέχεις ἄφθονον· ἔνθεν ἅπαντες σοὶ βοώμεν·
Χαῖρε, φωτὸς τοῦ θείου δοχεῖον·
χαῖρε, χαρᾶς ἀλήκτου ταμεῖον.
Χαῖρε, Τρισηλίου λαμπρότητος μέτοχος·
χαῖρε, ζωηῤῥύτου φαιδρότητος ἔμπλεως.
Χαῖρε, ὅτι ἀπεκύησας τὴν Μητέρα τοῦ Θεοῦ·
χαῖρε, ὅτι ἐγαλούχησας τὴν τροφὸν τοῦ Ποιητοῦ.
Χαῖρε, ἡ μεταστᾶσα πρὸς τὴν ἄληκτον δόξαν·
χαῖρε, ἡ ἐπαρθεῖσα πρὸς τὴν ἄλυτον χώραν.
Χαῖρε, Θεοῦ ὁρῶσα τὴν ἔλλαμψιν·
χαῖρε, ἐχθροῦ νεκροῦσα τὴν ἔπαρσιν.
Χαῖρε, πηγῇ ψυχοτρόφων ναμάτων·
χαῖρε, πολλῶν παροχεύς ἰαμάτων.
Χαίροις, Ἄννα θεόκλητε.
Θείων ἀπαυγασμάτων, προϊόντων ἀπαύστως, πηγῆς ἐκ Τριφαούς ἀποῤῥήτως, οἵα Προμήτωρ τοῦ Λυτρωτοῦ, πληρουμένη Ἄννα ἀειμακάριστε, λῦσον παθῶν τὴν ζόφωσιν, τῶν εὐλαβῶς Θεῶ βοώντων·
Ἀλληλούια.
Ἴσχυσας ἐν τῷ γήρα, θεία ἐπαγγελία, τεκεῖν τὴν Θεοτόκον Μαρίαν, λυθεῖσα στειρώσεως δεσμῶν, ὡς ἐν σοὶ τοῦ Σαβαὼθ εὐδοκήσαντος ἔνθεν χαρᾶς ἐπλήρωσας, τοὺς ἐκβοῶντας σου τοιαῦτα·
Χαῖρε, χαρᾶς τὴν πηγὴν τεκοῦσα·
χαῖρε, ζωῆς ἀλήκτου τυχοῦσα.
Χαῖρε, θεοφρόνων γυναίων ἀγλάισμα·
χαῖρε, θεοσδότων χαρίτων θησαύρισμα.
Χαῖρε, στήλη θεοτύπωτος σωφροσύνης ἀληθοῦς·
χαῖρε, οἶκος θείου Πνεύματος διὰ βίου εὐαγοῦς.
Χαῖρε, ὅτι κυίσκεις τοῦ Θεοῦ τὴν καθέδραν.
χαῖρε, ὅτι ἐκλύεις τοῦ ἐχθροῦ τὴν ἐνέδραν.
Χαῖρε, ψυχῶν ἁγίων ὡράισμα·
χαῖρε, παθῶν ποικίλων ἰάτειρα.
Χαῖρε, ἐχθροῦ καταργοῦσα τὸ κράτος·
χαῖρε, πιστοῖς θεῖον νέμουσα θάῤῥος.
Χαίροις, Ἄννα θεόκλητε.
Κυήσασα τὴν Παρθένον, καὶ φυγοῦσα ἐν γήρα, στειρώσεως τὸ ὄνειδος Ἄννα, χάριν εἴληφας παρὰ Θεοῦ, ταῖς στείραις διδόναι τέκνα ἑκάστοτε, πιστῶς προσερχομέναις σοι, καὶ εὐλαβῶς Θεῶ βοώσαις·
Ἀλληλούια.
Λῆξιν πρὸς οὐρανίαν, ὡς μετέστης ἐν δόξῃ, πλουσία μετοχῇ ἐθεώθης, καὶ τῷ ξύλῳ Ἄννα τῆς ζωῆς, ἀποκατέστης ἁπαύστως πρεσβεύουσα, χάριν δοῦναι καί ἔλεος, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·
Χαῖρε, ἡ μήτηρ Μητρὸς Κυρίου·
χαῖρε, ἡ πτῶσις ἐχθροῦ δολίου.
Χαῖρε, τῶν Δικαίων σεπτὸν ἀκροθίνιον·
χαῖρε, τῶν Ἁγίων ἁπάντων κειμήλιον.
Χαῖρε, ὄρος ὅτι ἔτεκες τὸ περίοπτον Θεοῦ·
χαῖρε, μήτηρ ὅτι γέγονας τῆς Μητρὸς τοῦ Ποιητοῦ.
Χαῖρε, ἡ γεωργοῦσα παρθενίας τὴν χώραν·
χαῖρε, ἡ δρεπομένη τὴν ἀίδιον δόξαν.
Χαῖρε, παθῶν ὀδύνας ἡ παύουσα·
χαῖρε, ψυχῶν τὸν ζόφον σκεδάζουσα.
Χαῖρε, σεπτῇ μυροθήκῃ τοῦ νόμου·
χαῖρε, Θεοῦ ἡ Προμήτωρ τοῦ Λόγου.
Χαίροις, Ἄννα θεόκλητε.
Μέγιστον ἔσχες κλέος, Ἄννα Θεοπρομήτωρ, τεκοῦσα τοῦ Θεοῦ τὴν Μητέρα· διό μεγίστων ἐκ συμφορῶν, ἀπαλλάττεις τοὺς σοὶ προστρέχοντας, καὶ πρὸς ζωήν ἀνώλεθρον, κατευθύνεις τοὺς ἐκβοῶντας·
Ἀλληλούια.
Νόμου τοῦ Μωυσέως, τὰ ἐντάλματα Ἄννα, πληροῦσα εὐθυτάτη καρδία, τὸ πλήρωμα ἐν σοὶ προτυποῖς, τῆς τοῦ Εὐαγγελίου θείας χάριτος, καὶ διεγείρεις ἅπαντας, ἐκβοᾶν σοι ἐν εὐφροσύνη·
Χαῖρε, σελήνη παμφαεστάτη·
χαῖρε, λυχνία τηλαυγεστάτη.
Χαῖρε, λαμπρυνθεῖσα τοῦ νόμου ταῖς πράξεσι·
χαῖρε, δοξασθεῖσα ταῖς ἄνωθεν χάρισι.
Χαῖρε, τέμενος θεότευκτον ἐπιπνοίας θεϊκῆς·
χαῖρε, ὄργανον θεόλβιον ἐνεργείας μυστικῆς.
Χαῖρε, ὅτι παρέχεις τέκνα ταῖς στειρευούσαις·
χαῖρε, ὅτι βλυστάνεις χάριν ταῖς ἀπορούσαις.
Χαῖρε, Θεοῦ ἡ μάμμη ἡ ἔνδοξος·
χαῖρε, ἡμῶν προστάτις ἡ ἔνθεος.
Χαῖρε, πιστῶν χαρμονῇ μακαρία·
χαῖρε, πασῶν γυναικῶν πανόλβια.
Χαίροις, Ἄννα θεόκλητε.
Ξένον ἔσχηκας τόκον, ἐν τῷ γήρατι Ἄννα, τεκοῦσα τοῦ Θεοῦ τὴν Μητέρα, καὶ ξένων ἠξίωσας τιμῶν, τῶν ἀνθρώπων τὸ γένος τῇ κυήσει σου διό σοι ἐποφείλομεν, χάριτας οἱ πόθῳ βοῶντες·
Ἀλληλούια.
Ὄλῃ λελαμπρυσμένη, ἀρετῶν ἀγλαΐαις, μετέστης πρὸς ζωὴν τὴν ἀγήρω, καὶ τοῖς ἐν γῇ κατέλιπες σεμνή, ὡς ἰατρεῖον τὸ σῶμα σου ἄσυλον, ἐξ οὗ τὸν θεῖον πόδα σου, πλουτοῦντες πιστῶς σοι βοώμεν·
Χαῖρε, ἡ λύσις τῆς ἀπαιδίας·
χαῖρε, ἡ παῦσις τῆς ἀτεκνίας.
Χαῖρε, τῶν μητέρων τὸ θεῖον ἐντρύφημα·
χαῖρε, τῶν δογμάτων τῶν τύπων ἐκπλήρωμα.
Χαῖρε, πλοῦτος θείας χάριτος καὶ χρηστότητος πολλῆς·
χαῖρε, ἅγιον θησαύρισμα συμπαθείας θεϊκῆς.
Χαῖρε, ὅτι θαυμάτων ἐνεργείς τὰς δυνάμεις·
χαῖρε, ὅτι δαιμόνων καταργεῖς παρατάξεις.
Χαῖρε, Χριστὸν κινοῦσα πρὸς ἔλεος·
χαῖρε, ἐχθρῶν ἀπίστων ὁ ἔλεγχος.
Χαῖρε, Θεοῦ εὐσπλαγχνίας πλημμύρα·
χαῖρε, ἐχθροῦ καθαιρέτης τελεία.
Χαίροις, Ἄννα θεόκλητε.
Προφητῶν θεολήπτων, καὶ Δικαίων ἁπάντων, ὑπέρκεισαι Κυρίου Προμήτορμ ὅτι τὴν τεκοῦσαν μετὰ σαρκός τὸν ὑπερούσιον Λόγον εκύησας· μεθ’ ὤν ἀπαύστως πρέσβευε, σῴζεσθαι τοὺς Θεῶ βοώντας·
Ἀλληλούια.
Ῥεύματα ἀσεβείας, ἐξηράνθησαν Ἄννα, τεκούσης σου Θεοῦ εὐδοκία, τὴν τεκοῦσαν ἐν ὕλη βροτῶν, τὴν πηγὴν τῆς αἰωνίου χρηστότητος, Χριστὸν τὸν Ὑπεράγαθον διό σοι πάντες ἐκβοῶμεν·
Χαῖρε, τὸ ῥεῖθρον τῆς εὐφροσύνης·
χαῖρε, ὁ λύχνος τῆς σωφροσύνης.
Χαῖρε, τῆς ἀπάτης ξηράνασα ῥεύματα·
χαῖρε, τῆς σοφίας ἐκχέασα χεύματα.
Χαῖρε, φῶς ἡ διαυγάζουσα ἐντολῶν τῶν τοῦ Θεοῦ·
χαῖρε, νύκτα ἡ σκεδάζουσα τῶν σκανδάλων τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ἴασαι χαλεπὰς ἀσθενείας·
χαῖρε, ὅτι βλυστάνεις γλυκασμὸν ἀφθαρσίας.
Χαῖρε, Θεοῦ ἐλαία κατάκαρπος·
χαῖρε, ἠθῶν ἁγίων κυπάρισσος.
Χαῖρε, σεμνὴ ἀγλαόκαρπος ῥίζα·
χαῖρε, ἡμῶν θυμηδίας αἰτία.
Χαίροις, Ἄννα θεόκλητε.
Σῷζε πάσης ἀνάγκης, καὶ μανίας καὶ βλάβης, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα πρεσβείαις, τοὺς πίστει τῷ σεπτῷ σου Ναῷ, προσιόντας καὶ αἰτοῦντας ἑκάστοτε, Ἄννα τὴν σὴν ἀντίληψιν, καὶ εὐλαβῶς Θεῷ βοῶντας·
Ἀλληλούια.
Τὴν παροῦσαν σου ποίμνην, τὴν θερμῶς προσκειμένην, τῇ σῇ Θεοπρομήτορ πρεσβεία, σκέπε ἐκ πάσης ἐπιβουλῆς, καὶ μανίας τοῦ δεινοῦ κοσμοκράτορος, καὶ δίδου ταύτῃ ἔνδοξε, τὴν σὴν εἰρήνην ἐκβοώση·
Χαῖρε, τὸ τεῖχος τῶν εὐσεβούντων·
χαῖρε, ἡ πτῶσις τῶν ἀνομούντων.
Χαῖρε, τῶν ἐν πόνοις κειμένων ἡ λύτρωσις·
χαῖρε, τῶν ἐν νόσοις τελούντων ἡ ἴασις.
Χαῖρε, ὄμμα τὸ παρήγορον τεθλιμμένων καρδιῶν·
χαῖρε, ὄνομα σωτήριον τῶν ἐν θλίψεσι ψυχῶν.
Χαῖρε, Θεοπρομήτορ Ἄννα δεδοξασμένη·
χαῖρε, ἡ φαινομένη τοῖς πιστῶς αἰτουμένοις.
Χαῖρε, Ἁγίων ἐν μέσῳ λάμπουσα·
χαῖρε, χαρίτων φέγγος ἀστράπτουσα.
Χαῖρε, Χριστοῦ καθορῶσα τὸ κάλλος·
χαῖρε, ἐχθροῦ ἐκνευροῦσα τὸ κράτος.
Χαίροις, Ἄννα θεόκλητε.
Ὕμνοις σου τὴν ἀγίαν, μετάστασιν τιμῶμεν, δοξάζοντες Χριστὸν τὸν Σωτῆρα, τὸν ἀπὸ γῆς σε καὶ τῆς φθορᾶς, πρὸς ἀφθαρσίαν λαμπρῶς μεταστήσαντα, ὦ πρέσβευε δεόμεθα, Ἄννα ὑπὲρ τῶν ἐκβοώντων·
Ἀλληλούια.
Φλέγει ἡ ἐνοικοῦσα, καὶ ἀεὶ προϊοῦσα, σεμνὴ ἐκ τῆς σεπτῆς σου Εἰκόνος, χάρις ἡ ὄντως ζωοποιός, τῶν ἀκαθάρτων πνευμάτων τὰς φάλαγγας, θεραπείαν καὶ λύτρωσιν, παρέχουσα τοῖς εκβοώσι·
Χαῖρε, πασχόντων ἡ θεραπεία·
χαῖρε, τῆς ποίμνης σου προστασία.
Χαῖρε, στειρεύουσης νηδύος ἡ λύτρωσις·
χαῖρε, ἀθυμούσης καρδίας ἡ ἴασις.
Χαῖρε, ὅτι λύεις πάντοτε ἀτεκνίας τὰ δεσμά·
χαῖρε, ὅτι παύεις θλίψεων καί στειρώσεως δεινά.
Χαῖρε, ἡ χορηγοῦσα τέκνα τοῖς ἀτεκνοῦσι·
χαῖρε, ἡ ἐνδιδοῦσα ἴαμα τοῖς νοσοῦσι.
Χαῖρε, πιστῶν μητέρων τὸ καύχημα·
χαῖρε, σεμνῶν γυναίων τὸ στήριγμα.
Χαῖρε, λαοῦ εὐσεβοῦς εὐφροσύνῃ·
χαῖρε, ἡμῶν μυστικῇ χαρμοσύνη.
Χαίροις, Ἄννα θεόκλητε.
Χαίρει ἡ καυχωμένη, τῇ κλήσει σου τῇ ἀγίᾳ, ἡ Σκήτη ἡ παροῦσα θεόφρον, καὶ τῇ ὀξείᾳ σου ἀρωγῇ, ῥυομένη παντοίων περιστάσεων, κηρύττει σου τὰ θαύματα, Ἄννα τῷ Κυρίῳ βοῶσα·
Ἀλληλούια.
Ψάλλοντες ἐν αἰνέσει, τῶν σῶν προτερημάτων, τὸν πλοῦτον καὶ τὴν ἄφθονον χάριν, βοῶμεν σοι· Ἄννα ἐκ ψυχῆς μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, τοὺς πόθῳ σε γεραίροντας, καὶ ἐκτενῶς σοι ἐκβοῶντας·
Χαῖρε, ὁ πλοῦτος τῶν πτωχευόντων·
χαῖρε, ἡ σκέπη τῶν Μοναζόντων.
Χαῖρε, τῆς παρούσης σου Σκήτης προσφύγιον·
χαῖρε, Μοναστῶν ἀῤῥαγές καταφύγιον.
Χαῖρε, Ἄννα θεοδόξαστε τῶν Δικαίων χαρμονή·
χαῖρε, πάντων τῶν τιμώντων σε θερμοτάτη ἀρωγῇ.
Χαῖρε, ἡ λυτρουμένη ἡμᾶς πάσης ἀνάγκης·
χαῖρε, ἡ ἐνεργοῦσα ἰαμάτων δυνάμεις.
Χαῖρε, δι’ ἦς παθῶν ἰαθήσομαι·
χαῖρε, δι’ ἦς φωτός πληρωθήσομαι.
Χαῖρε, χαρά τῆς παρούσης σου Σκήτης·
χαῖρε, κἀμοῦ ἔφορος τε καὶ ῥύστης.
Χαίροις, Ἄννα θεόκλητε.
Ὦ Προμῆτορ Κυρίου, θεοδόξαστε Ἄννα, ἡμῶν καταφυγῇ ἐν ἀνάγκαις (ἐκ γ´.)· προσδέχου τὰς δεήσεις ἡμῶν, καὶ αἴτει ἡμῖν φῶς θεῖον καὶ έλεος· θερμῶς γὰρ σοὶ προστρέχομεν, καὶ τῆῇ Τριάδι εκβοώμεν·
Ἀλληλούια.
Καὶ εὐθὺς τὸ Κοντάκιον. Ἦχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.
Τῆῇ τοῦ Σωτῆρος εὐκλεεῖ Προγόνῳ ἄσωμεν τῇ πεπλησμένῃ δωρεῶν τοῦ θείου Πνεύματος κατὰ χρέος ἐγκωμίων ἄσματα θεία ὡς τεκοῦσα γὰρ Παρθένον τὴν Πανάχραντον ἀναβλύζει καθ’ ἑκάστην χάριν ἄφθονον τοῖς κραυγάζουσι· Χαίροις, Ἄννα θεόκλητε.
Δίστιχον.
Ἄννα χαριτώνυμε χάριν μοι δίδου
Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι.

