Παρακλητικός Κανών του Όσίου Ιλαρίωνος του Αθωνίτου

Ποίημα Αρχιμ. Νικ. Αεράκη

†Εορτάζεται στις 14 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἱλαρίωνος ζωὴν εὐφημοῦντες, τὸν ἐνισχύσαντα αὐτὸν ἐν ἀγῶσι, Τριαδικὸν Θεὸν καθικετεύσωμεν· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας χορηγῶν ἡμῖν, κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον πληθύν, τοῦ ἀπολαῦσαι, ζωῆς τῆς ἀτέρμονος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐγκλείστρῳ Ἱλαρίωνι ὁ πῦργος εὖχος. Νικοδήμου

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον δέομαι Ἰησοῦ, καὶ πέμψον μοι χάριν, τοῦ ὑμνῆσαι σεμνοπρεπῶς, τοῦ Ἄθωνος ὄντως μέγα κλέος, τὸν Ἱλαρίωνα πύργῳ τὸν ἔγκλειστον.

Γονέων ὡς γόνος θεοσεβῶν, ἐγκλείστου Στεφάνου, μαθητής τε και συγγενής, ὄντως ἠξιώθης Ἱλαρίων, ἐν τῇ καρδίᾳ μορφῶσαι τὸν Κύριον.

Καρδίαν ἀρδεύσας τῇ προσευχῇ, καὶ τήξας τὸ σῶμα, ἐν νηστείᾳ ἀσκητικῇ, ἀνῆλθες εἰς ὕψος Ἱλαρίων, ἱερωσύνης ἀξίως θεόμορφε.

Θεοτοκίον.
Λιταῖς σου Παρθένε πρὸς σὸν Υἱόν, περισκέπεις πάντας, ἐκ παγίδων τοῦ πειρασμοῦ, καὶ χάριν παρέχεις τοῖς τιμῶσι, τὰ μεγαλεῖά σου Κόρη Θεόνυμφε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Εἰρηνεύεις καρδίας ἐν συμφοραῖς ἔνθεε, τῶν τῆς Γεωργίας ἀνάκτων, χάριτι Πνεύματος, ὦ Ἱλαρίων σεπτέ, τῆς Ἐκκλησίας τὸ κλέος, καὶ τοῦ Ἄθω σέμνωμα, ἡμῶν δὲ πρόμαχε.

Ἱλασμὸν ἐκ Κυρίου ἐπιποθῶν ἔνδοξε, δόξας καὶ τιμὰς ἀπηρνήθης, καὶ τὰ βασίλεια, ὦ Ἱλαρίων σεπτέ, καὶ πρὸς ἐρήμους ἀπέπτης, καὶ ζωῇ ἀσκήσεως, κατηκολούθησας.

Σὺ τῆς βίας ἐδείχθης περιφανὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, τῶν δὲ ἐγκλείστων πυρσός, καὶ ἀσκητῶν ἡ ἀκρότης, καὶ δαιμόνων φόβητρον, Πάτερ τρισόλβιε.

Θεοτοκίον.
Ταπεινῶς ἀνυμνοῦμεν τὸν σὸν Υἱὸν Δέσποινα, καὶ λατρευτικῶς προσκυνοῦμεν, Αὐτὸν ὡς Κύριον, καὶ Λυτρωτὴν τῶν βροτῶν, καὶ κεφαλὴν Ἐκκλησίας, ὃν δυσώπει ἂχραντε, ὑπὲρ τῶν δούλων σου.

Ἱκέτευε, ὑπὲρ ἡμῶν Ἱλαρίων τὸν Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Τὰ ἄνω ποθῶν βασίλεια κατέλιπες, καὶ ζήλῳ ζωῆς ἐρήμου πυρπολούμενος, ἐγκλεισμῷ καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν· διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Πάτερ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραΐσας τὸν βίον σου, Ἱλαρίων χάριτι καὶ ἀσκήσεσι, ἐν νηστείαις καὶ δεήσεσι, τὸν φθαρτόν σου σῶμα ἀπεμάρανας.

Ἱκεσίαις πρὸς Κύριον, καὶ παννύχοις στάσεσι κατηξίωσαι, τοῦ νικῆσαι τὸν ἀντίδικον, Ἱλαρίων ἔγκλειστε ἐν Πνεύματι.

Λαμπρυνθεὶς θείᾳ χάριτι, Ἱλαρίων θαύματα ἐπετέλεσας, καὶ τὰ μέλλοντα προέβλεπες, ὡς Θεοῦ πρεσβύτερος τρισόλβιε.

Θεοτοκίον.
Ἀειπάρθενε Πνεύματι, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας· διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ πανάχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥήμασι Θεοῦ, Ἱλαρίων καθυπέταξας, τὴν σὴν καρδίαν Πάτερ θεοπρεπῶς· διὸ ἠρνήθης τοῦ κόσμου τὴν ματαιότητα.

Ἵνα τῶν παθῶν, Ἱλαρίων γένῃ κύριος, τὴν τῶν ἐγκλείστων βίον Πάτερ ἐπιποθῶν, σφοδρῶς εἰς πύργον, εἰσῆλθες τῆς Νέας Σκήτεως.

Ὦ τῶν ὑπὲρ νοῦν, Ἱλαρίων παλαισμάτων σου, καὶ τῆς σκληρᾶς ἀσκήσεώς σου καὶ θαυμαστῆς, δι’ ἧς ἐτρώθη ἡ κάρα τοῦ πολεμήτορος.

Θεοτοκίον.
Νοῦν θεοειδῆ, τοῖς ἱκέταις σου ὦ πάναγνε, Παρθενομῆτορ δώρησαι Μαριάμ, ὡς τετοκυῖα, τὸν Λόγον ἐν γῇ ὡς ἄνθρωπον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσον, τῆς ψυχῆς τὰ πταίσματα, σαῖς πρεσβείαις Ἱλαρίων πρὸς Λόγον, καὶ ἐκ παθῶν, καὶ πταισμάτων πληθύος, καὶ πειρασμῶν τοῦ σατᾶν διαφύλαξον, καὶ πάσης θλίψεως ἡμᾶς, ὡς πιστῶν πρεσβευτὴς θεοδώρητος.

Οὐράνιος, Ἱλαρίων γέγονας, καὶ Χριστῷ συμβασιλεύεις ἐν δόξῃ, καὶ ἐν σκηναῖς, τῶν Ἁγίων καὶ κόλποις, τοῦ Ἀβραὰμ σαββατίζεις πανένδοξε· ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.

Περίσῳζε, ἀσκητῶν συστήματα, Ἱλαρίων τῶν ἐγκλείστων τὸ κλέος, ταῖς πρὸς Χριστόν, ἱκεσίαις σου Πάτερ, καὶ μοναχῶν τὰς καρδίας στερέωσον, ἐν πνεύματι ὑπακοῆς, ταπεινώσεώς τε καὶ ἀσκήσεως.

Θεοτοκίον.
Ὑμνοῦμέν σου, τὸν Υἱὸν Θεόνυμφε, καὶ αἰτούμεθα λιτάς σου ἁγίας, ἵνα ἐχθρῶν, παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς, Ἱλαρίωνος πάνυ θεόφρονος.

Ἱκέτευε, ὑπὲρ ἡμῶν Ἱλαρίων τὸν Θεὸν Λόγον, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων πρὸς Κύριον παῤῥησίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.

Ἱλαρίων τῶν ἐγκλείστων γέγονας καύχημα, μοναχῶν δὲ σεπτὸν ἐν ἀθλήσει ὑπόδειγμα, τῇ ἀσκήσει καὶ προσευχῇ ἐν δάκρυσι θερμοῖς· διὸ ἔλαβες παρὰ Θεοῦ, σαββατισμὸν ἐν οὐρανοῖς καὶ ζωὴν τὴν αἰώνιον· στήριξον σαῖς πρεσβείαις, μοναζόντων τὰ πλήθη, πρὸς τὸν Θεάνθρωπον Χριστόν, τοῦ Ἁγίου Ὄρος καύχημα.

Προκείμενον.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχος. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. στ΄ 17-21).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ· μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε· μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε· μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε Ἱλαρίωνα, ἐγκωμιάσωμεν ὕμνοις, Γεωργίας βλάστημα, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως, προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, τῶν ἐγκλείστων τὸ ὑπόδειγμα, τοῦ πύργου καύχημα, καὶ τῆς Νέας Σκήτεως κλέισμα· τῆς νήψεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος εὔοσμον· πάντων ἀθλουμένων, προπύργιον καὶ τεῖχος ἀῤῥαγές, Ἁγίου Ὄρους ἀγλάισμα, μοναχῶν τὸ στήριγμα.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥημάτων θεοπνεύστων Ἱλαρίων ἀκούσας ἐκ βασιλείων ποτέ, διέφυγε κρυφίως, ποθῶν ἐν ἐρημίᾳ, τοῦ ψαλμοῦ τὸ εὐφρόσυνον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γαλήνευσον καρδίαν Ἱλαρίων σοῦ δούλου ἐπιποθοῦσα λαβεῖν, τῆς νήψεως τὴν χάριν, γλυκύτητα καρδίας, καὶ εὐχῆς ἀδιάλειπτον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁδήγησον τὸν νοῦν μου Ἱλαρίων φυλάττειν τὰς τοῦ Θεοῦ ἐντολάς, καὶ δίδαξον καρδίαν, ἀεὶ ποθεῖν τὰ ἄνω, καὶ βοᾶν πρὸς τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Σὲ πᾶσαι αἱ παρθένοι τὴν Μητέρα τοῦ Λόγου παρθενικῇ βιοτῇ, τιμῶσι θεαρέστως, ἐν κόσμῳ καὶ ἐρήμῳ, ἀνυμνοῦσαι τὸν Κύριον· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν ἐρημίαις, ὁ Ἱλαρίων καὶ πύργῳ, τὸν Χριστὸν σὺν Ἀγγέλοις γεραίρει, καὶ ὑμνεῖ ἐνθέως, εἰς πάντας τοὺς αἰῶνας.

Ὑπὸ τὴν σκέπην, ὁ Ἱλαρίων τῆς Κόρης, ὑπομένει δαιμόνων μανίαν, ἀνυμνῶν ἀπαύστως, Χριστὸν εἰς τοὺς αἰῶνας.

Χαῖρε τοῦ πύργου, τῆς Νέας Σκήτεως κόσμος, Ἱλαρίων ἐκλείστων ὁ τύπος, καὶ τῶν προσκυνούντων, Χριστὸν ὡς Θεὸν Λόγον.

Θεοτοκίον.
Ὁμολογοῦμεν, οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, οὗ τὴν θείαν δόξαν, ὑμνοῦμεν εἰς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σὺ πέλεις Παρακλήτου, δοχεῖον τρισμάκαρ, καὶ κρήνη θείων θαυμάτων σημείων πολλῶν, τοῖς προσιοῦσιν ἐν πίστει, καὶ πόθῳ ζέοντι.

Ναὸς τοῦ Παρακλήτου, ἀσκήσει ἐγένου, καὶ ἀρετῶν Ἱλαρίων δοχεῖον μεστόν, καὶ τῶν ἐγκλείστων ἁπάντων τὸ ἐγκαλλώπισμα.

Ἰσχύι Θεανθρώπου, τὸν κόσμον ἠρνήθης, καὶ βασιλείων τὴν δόξαν Χριστοῦ μιμητά, ἀρχιερέως δὲ ὕψος τιμὴν καὶ εὔκλειαν.

Θεοτοκίον.
Κυρία Θεοτόκε, τὸν Λόγον ὑμνοῦμεν, τὸν δι’ ἡμᾶς γεννηθέντα ἐν δούλου μορφῇ, καὶ σὺν Ἀγγέλοις τιμῶντες σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θεῖον Ἱλαρίωνα ἐν ᾠδαῖς, τιμήσωμεν πάντες, ὡς ὑπόδειγμα ἐγκλεισμοῦ, καὶ ἀδιαλείπτου, εὐχῆς τὸν ὑποφήτην, καὶ τῶν ἡσυχαζόντων, τὸ ἐγκαλλώπισμα.

Ὕμνοις Ἱλαρίωνα εὐλαβῶς, τιμήσωμεν πάντες, τὸν τοῦ Πύργου μέγαν φρουρόν, τὸν ἐνασκηθέντα, ἐν Νέᾳ Σκήτῃ Ὄρους, τὸν τύπον τῶν ἐγκλείστων, τὸν θεοφώτιστον.

Δεῦτε Ἱλαρίωνα ἀδελφοί, δοξάσωμεν λόγοις, τὸν κοσμήτορα ἀσκητῶν, τὸν ἐν Νέᾳ Σκήτῃ, ἀθλήσαντα ἐγκλείστως, ἀσκήσει τε καὶ βίᾳ, καὶ θείοις θαύμασι.

Μέγαν ἡσυχίας ὑφηγητήν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑπογραμμόν, βίας ἐν ἐρήμῳ, διδάσκαλον καὶ τύπον, τιμήσωμεν ἐν ὕμνοις, τὸν Ἱλαρίωνα.

Κρήνην τῆς ἀγάπης καὶ ἀρετῆς, θυσίας ἐν ἔργοις, ἐρημίας τὸν ἐραστήν, τοῦ πύργου τὸ κλέος, ἐν Νέᾳ Σκήτῃ Ὄρους, ὑμνήσωμεν ἐμφρόνως, τὸν Ἱλαρίωνα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, Γεωργίας τὸν βλαστόν, τοῦ Ἁγίου Ὄρους τὸ κλέος, καὶ μανικὸν ἐραστήν, Λόγου Ἱλαρίωνα ἐν ὕμνοις μέλψωμεν, Νέας Σκήτεως καύχημα, ἐγκλείστων τὸ δέος, πύργου θεῖον ἔνοικον Χριστοῦ τὸν κήρυκα, βίου σιωπῆς καὶ ἁγνείας, καὶ τῶν μοναχῶν ὑποφήτην, πάντων ἀσκητῶν τὸ ἐγκαλλώπισμα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.