Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο την Κατακεκρυμμένη Άργους
Ποίημα Μητροπολίτου Επιδαύρου Καλινίκου

†Εορτάζεται στις 21 Νοεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ Τροπάριον·
Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ἐν τῇ Μονῇ τῆς Θεοτόκου ἀνέλθωμεν, τῆς Κατακεκρυμμένης καὶ ἐν πίστει προσπέσωμεν, τῇ σεβασμίᾳ καὶ σεπτῇ εἰκόνι αὐτῆς· ἐκ τῆς γῆς ἐφύη γὰρ ὡς μυρίπνοον ἄνθος, καὶ Ἄργους περίβλεπτος σκέπη θεία κατέστη· καὶ ἐκλυτροῦται τοὺς ἐν πειρασμοῖς, καὶ ἐν κινδύνοις καὶ νόσοις ὑπάρχοντας.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Νύμφη πάναγνε, εὐλογημένη, Θεοτόκε, Κατακεκρυμμένη, σκέπε λαὸν Ἀργολίδος Πανάμωμε· τοὺς σοὶ προστρέχοντας Δέσποινα λύτρωσαι, παθῶν παντοίων ψυχῆς τε καὶ σώματος, ὅπως ἅπαντες ὑμνοῦντες τὰ σὰ θαυμάσια, δοξάζωμεν Χριστὸν τὸν Φιλάνθρωπον.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών οὗ ἡ ἀκροστιχίς·
Ἄργους ἐγκαλλώπισμα Κατακεκρυμμένη.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἄργους ἐγκαλλώπισμα παμφαές, ὤφθης Θεοτόκε ἐπιβλέψουσα μητρικῶς, καὶ ταῖς σαῖς πρεσβείαις, πρὸς τὸν Μονογενῆ σου, ἐκ πάσης περιστάσεως προστατεύουσα.
Ῥύεις τοὺς προστρέχοντας ἐπὶ σοί, Κατακεκρυμμένη ἀειπάρθενε Μαριάμ, ἐκ παντοίας νόσου, καὶ πάσης ἀσθενείας, τῇ μητρικῇ πρεσβείᾳ σου πρὸς τὸν Ὕψιστον.
Γεραρὰν κατέστησεν σὴν Μονήν, ἡ Εἰκὼν ἡ θεία τῆς μορφῆς σου Μῆτερ Θεοῦ, ἡ ἐν τῷ σπηλαίῳ, Κατακεκρυμμένη, ὕστερον δὲ ὀφθεῖσα χάριτας βρύουσα.
Ὅπλον ἀπροσμάχητον Μαριάμ, κέκτηνται Ἀργεῖοι τὴν εἰκόνα σου τὴν σεπτήν, ἥν περιπτυσσομένοι, ῥύονται κινδύνων, τῇ σῇ συμμαχίᾳ Μῆτερ τοῦ Ἄνακτος.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ὑπὲρ πόλεως Ἄργους τῷ σῷ Υἱῷ πρέσβευε, καὶ ὑπὲρ τῶν πίστει ὑμνούντων σε θείοις ᾄσμασι, σώζεσθαι ἅπαντας, ἐκ πάσης νόσου καὶ βλάβης, ψυχῆς τε καὶ σώματος Θεογεννήτρια.
Σωτηρίαν παράσχου τοῖς εὐλαβῶς Δέσποινα, τῇ σῇ θαυμασίᾳ Εἰκόνι πόθῳ προστρέχουσι, καὶ διαφύλαξον, ἡμᾶς Κατακεκρυμμένη, πάσης ἐπιθέσεως τοῦ παναλάστορος.
Ἐλυτρώσω Παρθένε τῇ πρὸς Θεὸν μεσιτείᾳ σου, παῖδας τῶν Ἀργείων ἐκ πείνης Μῆτερ φιλόστοργε, ὡς μελανείμων γάρ, σεμνοπρεπῶς φαινομένη, τούτους περιέσκεπες τροφῆς ἐμπλήσασα.
Γόνυ κλίνομεν πάντες τῇ σῇ μορφῇ ἄχραντε, Κατακεκρυμμένη παρθένε καθικετεύοντες, σκέπε Θεόνυμφε, πόλιν τοῦ Ἄργους καὶ ῥῦσαι, τοὺς σὲ μακαρίζοντας πάσης κακώσεως.
Περίβλεπτον, Ἄργους ἐγκαλλώπισμα Κατακεκρυμμένη, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον Δέσποινα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ὕμνοις.
Προσπίπτομεν, Θεογεννῆτορ ἁγνὴ Κατακεκρυμμένη, τῇ σῇ Εἰκόνι ἐν πίστει οἱ δοῦλοί σου κράζοντες· σῶσον ἡμᾶς μητρικαῖς αου πρεσβείαις.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή
Ἀργείων φρουρὸς καὶ πύργος καὶ ὀχύρωμα, καὶ πρέσβυς θερμὸς πρὸς Κύριον Δέσποινα, σὺ ὑπάρχεις Ἄχραντε, διὸ πίστει κράζομεν· τάχυνον, παντὸς κινδύνου σώζουσα ἡμᾶς, Κατακεκρυμμένη τοὺς σὲ ἀνυμνοῦντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κεκρυμμένην Εἰκόνα σου, φανερεῖς ἐν θαύματι Δέσποινᾳ, ἐν νυκτὶ γὰρ διαλάμπουσα, τοὺς πιστοὺς ἐκάλει πρὸς προσκύνησιν
Ἀστραπὴ ὡς ἐπέπεσεν, τοῦ κινδύνου θείαις πρεσβείαις σου, τὸ σὸν ποίμνιον διέσωσας, στρέψασα τὸ πῦρ ἐπὶ τὸν Οἶκόν σου.
Λυτρωθέντες τῷ Οἴκῳ σου, ὡς Ἀργεῖοι ἦλθον ὑμνῆσαί σε, ὑπεράνω γῆς ἑωράκασι, τὴν σεπτὴν Εἰκόνα σου πανθαύμαστε.
Λύεις θείᾳ δυνάμει σου, τοὺς ἐν πέδαις ὄντας τοῦ δαίμονος, τῶν Ἀγγέλων οὖσα ἄνασσα, Κατακεκρυμμένη θεοδόξαστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφυ θαυμαστῶς, ἡ εἰκών σου Θεονύμφευτε, ὥσπερ ἄνθος εὐωδέστατον ἐκ γῆς, θείῳ μύρῳ τὰς ψυχᾶς ἡμῶν εὐφραίνουσα.
Ποίμνης σῆς Μονῆς, ὀχυρώσασα προστάτευσον, ὥσπερ τεῖχος ἀπροσμάχητον ἁγνή, Θεομῆτορ τῶν βελῶν τοῦ πολεμήτορος.
Ἴασιν λαβεῖν, τῇ Εἰκόνι σου προστρέχουσι, ἀσθενεῖς καθικετεύοντες θερμῶς, Θεοτόκε πάσης νόσου ἡμᾶς λύτρωσαι.
Σώζεις θαυμαστῶς, ἐκ δεινῆς κατολισθήσεως, συγκρατήσασα τὸν λίθον σῇ χειρί, Θεοτόκε Ἄργους ἔφορε περίβλεπτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μητέρα τοῦ Θεοῦ, γινώσκομεν καὶ τοῦ Ἄργους ἐγκαλλώπισμα θεῖον, τὴν γὰρ Εἰκόνα σου τὴν σεβασμίαν, ἡ πόλις Ἄργους Πανάχραντε κέκτηται, ὡς θησαυρὸν πνευματικόν, καὶ ὡς κόσμον πολύτιμον Δέσποινα.
Ἀργείων, καταφυγὴ σὺ ὑπάρχεις, Θεοτόκε Κατακεκρυμμένη, ἐν τῇ Μονῇ σου γὰρ Δέσποινα πάντες, οἱ χειμαζόμενοι πίστει προστρέχουσι, καὶ ἐκβοῶσι εὐλαβῶς· ἐκ κινδύνων τὰ τέκνα σου λύτρωσαι.
Κινδύνων, καὶ πάσης ἄλλης ἀνάγκης, διασώζεις τοὺς ἐν πίστει βοῶντας· Μῆτερ Θεοῦ Κατακεκρυμμένη, χαίροις περίβλεπτον Ἄργους καλλώπισμα, χειμαζομένων ὁ λιμήν, καὶ νοσούντων ταχεῖα ἀντίληψις.
Ἀργείων, ἡ ἀσφαλὴς προστασία, καὶ πιστῶν ὁ ἀσάλευτος πύργος, χαῖρε Ἁγνὴ Κατακεκρυμμένη, τῶν εὐσεβῶν θάρσος τὸ ἀδιάπτωτον, φρούρει τὴν ποίμνην σου ἀεί, ἐξ ἐχθρῶν ὁρατῶν ἀοράτων σε.
Περίβλεπτον, Ἄργους ἐγκαλλώπισμα Κατακεκρυμμένη, μὴ διαλείπῃς πρεσβεύειν πρὸς Κύριον Δέσποινα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ὕμνοις.
Προσπίπτομεν, Θεογεννῆτορ Ἁγνὴ Κατακεκρυμμένη, τῇ σῇ Εἰκόνι ἐν πίστει οἱ δοῦλοί σου κράζοντες· σῶσον ἡμᾶς μητρικαῖς Σου πρεσβείαις.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστατεύουσα τοὺς εὐλαβῶς προσκυνοῦντάς σε, Κατακεκρυμμένη Θεοτόκε περίβλεπτε, Ἄργους στέφος θεοπρεπὲς θησαύρισμα ἡμῶν, πρὸς σὲ κράζομεν ἐν ᾄσμασι, τὴν σεπτὴν Εἰκόνα σου, εὐλαβῶς ἀσπαζόμενοι· χαῖρε Ἀργείων κλέος, καὶ ὄρος ἡγιασμένον, δι’ οὗ ἀνάγονται πιστοί, ἐκ τῆς γῆς πρὸς τὰ οὐράνια.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56 ).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν Ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα Τριᾶς ὴ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Κατακεκρυμμένης Μητρός σου ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τῇ σεπτῇ Εἰκόνι σου, ἁγνὴ Κατακεκρυμμένη, εὐλαβῶς προσπίπτομεν, καὶ κατασπαζόμεθα ἀνακράζοντες· Ἄργους θησαύρισμα, δοχεῖον ἔμπλεον τῶν χαρίτων τῶν τοῦ Πνεύματος, σκεῦος μυρίπνοον, θεόδεκτον εὐῶδες θυμίαμα, ἴαμα ἱερώτατον, νοσούντων τῇ ψυχῇ καὶ τῷ σώματι, τοὺς σὲ προσκυνοῦντας, ἁγίασον ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ τὰ αἰτήματα πλήρωσον, τῶν ἀσπαζομένων σε.
Τῇ σῇ Εἰκόνι τῇ σεπτῇ, Κατακεκρυμμένη ἐν πίστει προσπίπτομεν, ἁγνὴ παρθένε Θεοτόκε, καὶ αἰτούμεθα λύσιν τῶν πταισμάτων Πανάχραντε, ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου.
Τὴν ἐν σπηλαίῳ σὴν Εἰκόνα, διὰ φωτὸς ὑπερκοσμίου ὑπέδεικας, Κατακεκρυμμένη Μαρία, καὶ μυρίπνοον αὕτη, τοῦ Ἁγίου Πνεύματος δοχεῖον, ἐξ οὗν ἀντλοῦμεν χάριν οἱ πιστοί, κατέστη ἁγιώτατον Ἁγνή.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν Κατακεκρυμμένην εἰκόναν σου Παρθένε φανερωθεῖσαν ἡμῖν, ἐν πίστει προσκυνοῦμεν, καὶ εὐλαβῶς τιμῶμεν, πλεῖστας χάριτας βρύει γάρ, τοῖς ἀγαπῶσι θερμῶς, τὸν πλάστην καὶ Υἱόν σου.
Ἀργείων χαῖρε στέφος Κατακεκρυμμένη Μῆτερ τοῦ Ἄνακτος, Κυρία τῶν Ἀγγέλων, δόξα Ἐκκλησίας, τῶν πιστῶν θεῖος ἔπαινος, τοὺς προσκυνοῦντας Ἁγνή, τὴν σὴν Εἰκόνα σῶσον.
Κηρύττω κατὰ χρέος Κατακεκρυμμένη τὰ σὰ θαυμάσια, ἰάσεις γὰρ παρέχεις, τοῖς ἐν ἀσθενείαις, ὡς Μητρόθεος Δέσποινα, τὴν σὴν Εἰκόνα τιμῶν, δοξάζω τὸν Υἱόν σου.
Ἐλεεῖς τοὺς τιμῶντας τὴν Εἰκόνα σου πίστει Θεογεννήτρια, Κατακεκρυμμένη, πρεσβεύουσα ἀπαύστως, τῷ Υἱῷ σου καὶ Ἄνακτι, ὑπὲρ ὑγιείας ψυχῶν, καὶ ῥώσεως σωμάτων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Καταφυγόντες, τῇ σῇ Μονῇ Θεοτόκε, οἱ Ἀργεῖοι ἐφεῦρόν σε λιμένα, ἐκ τῆς καταιγίδος, τῶν συμφορῶν τοῦ βίου.
Ῥέεις ἀφθόνως, μῦρα εὐώδη Παρθένε, τοῖς πιστῶς σὴν Εἰκόνα προσκυνοῦσι, Κατακεκρυμμένη Μῆτερ τοῦ ἐλέους.
Ὑπὲρ τῆς σῆς ποίμνης, μὴ διαλείπῃς πρεσβεύειν Παναγία Κατακεκρυμμένη, γέγονας γὰρ Μήτηρ, Ἀμνοῦ τε καὶ Ποιμένος.
Μήτηρ Ἀργείων, λίαν φιλόστοργος ὄντως, σὺ ὑπαρχεις Κατακεκρυμμένη, σκέπεις γὰρ σὰ τέκνα, ὡς ὄρνις τὰ νοσσία.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονήν σου τὴν Ἁγίαν, Κατακεκρυμμένη, φύλαττε ἄτρωτον πάντοτε Δέσποινα, ἐκ τῶν βελῶν τῆς κακίας τοῦ πολεμήτορος.
Εἰκών σου ἡ ἁγία, Κατακεκρυμμένη, ποιεῖ θαυμάσια χέουσα νάματα, καὶ θεραπεύουσα νόσους ψυχῆς καὶ σώματος.
Ναός σου Θεοτόκε, Μῆτερ τοῦ Ἡλίου, φωτὸς πληροῖ τὰς ψυχὰς τῶν τιμώντων σε, καὶ πόλις Ἄργους αὐγάζει ὡς ἄστρον ἄδυτον.
Ἡ πόλις τῶν Ἀργείων, ἄνω θεωροῦσα, ὁρᾷ Παρθένε Μονήν σου ὡς στέφανον, καύχημα δόξης ὁμοῦ τε καὶ καταφύγιον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Θαυμάτων ἀστείρευτος ὡς πηγή, Κατακεκρυμμένη ἡ Εἰκών σου ἡ ἱερά, θεραπεύει νόσους, τῶν ἐν εὐλαβείᾳ, καὶ πίστει προσκυνούντων σε Θεονύμφευτε.
Ἔχει πόλις Ἄργους τὴν σὴν μορφήν, Κατακεκρυμμένη, Θεοτόκε ὡς θησαυρόν, καὶ τιμᾷ ἐν ὕμνοις, τὸν πλοῦτον τῶν θαυμάτων, τῶν τελουμένων πᾶσι τοῖς προσκυνοῦσί σε.
Ὁ Ναός σου Δέσποινα ὁ σεπτός, τοῖς πιστοὶς ὑπάρχει καταφύγιον ἀσφαλές, ἐν παντοίᾳ βλάβῃ, ἀνάγκῃ καὶ κινδύνῳ, καὶ Ἄργους πύργος ἄσειστος καὶ περίβλεπτος
Τοὺς ἐν εὐλαβείᾳ τῷ σῷ Ναῷ, Κατακεκρυμμένη θεοδόξαστε Μαριάμ, ταπεινῶς ὑμνοῦντάς σε καὶ διακονοῦντας, ἐμπιπλᾷς χαρίτων Θεοχαρίτωτε.
Οὐρανίων ἔμπλησον δωρεῶν, Ἄχραντε Παρθένε τοὺς τιμῶντας τὴν σὴν μορφήν, τὴν ἐν τῷ σπηλαίῳ, Κατακεκρυμμένην, ὕστερον φανεῖσαν τὴν χαριτόβρυτον.
Κάθαρον σοὺς δούλους Μῆτερ Θεοῦ, πάσης ἁμαρτίας τῇ πρεσβείᾳ σου τῇ θερμῇ, πρὸς τὸν Ἐλεήμονα, Κτίστην καὶ Υἱόν σου, ποιῶν ἡμᾶς ἀξίους ναοὺς Θεότητος.
Ἔχει πόλις Ἄργους τὴν σὴν μορφήν, στέφος δόξα κλέος καὶ θησαύρισμα ἱερόν, Κατακεκρυμμένη, Θεοῦ Μῆτερ Ἁγία, Ἀνάκτορον Πανάγιον τοῦ Παντάνακτος.
Δεῦτε Ἀργολίδος οἱ οἰκισταί, ἐν χαρᾷ καὶ δέει τῇ Παρθένῳ προσπέσωμεν, ἀγγέλοντες τὴν χάριν, τῆς Κατακεκρυμμένης, καὶ τὴν πολλὴν πρὸς πάντας Αὐτῆς ἀντίληψιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Τοὺς τὴν σὴν Εἰκόνα τὴν σεπτήν, Κατακεκρυμμένη παρθένε τὴν χαριτόβρυτον, προσκυνοῦντας φύλαξον παντὸς ἀτρώτους κακοῦ, καὶ ἁγίασον Δέσποινα, τοὺς ἐν τῇ Μονῇ σου, τὸν Θεὸν λατρεύοντας καὶ σὲ τιμῶντας Ἁγνή, πόλιν δὲ τοῦ Ἄργους Μαρία, ἣν καὶ ἱερῶς καλλωπίζεις, ὡς Μήτηρ φιλόστοργος προστάτευσον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Ποίημα Ἐπισκόπου Ἐπιδαύρου Καλλινίκου
Ἱ. Μητρόπολις Ἀργολίδος, Ἱ. Μ. Παναγίας Κατακεκρυμμένης· Ἄργος 2009.

