Παρακλητικός Κανών εις την Αγία Μάρτυς Σεβαστιανή

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 24 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐρανοβάμονος τὸ κλέος τιμῶμεν, ἐμμελετῶντες τὴν αὐτῆς πολιτείαν, ὁμολογίαν ἄθλησιν ὑπὲρ τοῦ Χριστοῦ· γέγονε τῆς ἀρετῆς κανών, καὶ Μαρτύρων ἀγλάισμα, πρότυπον πανθαύμαστον ἀληθοῦς μαρτυρίας· ὅθεν λιταῖς τῆς Σεβαστιανῆς, πάντας ἐκ πλάνης, πανάγαθε φύλαξον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σεβαστιανήν, μέλπω ᾄσμασιν. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν τὴν ἄνωθεν ἐκζητῶ, ὑμνῆσαι ἀξίως, τὴν σεπτὴν Σεβαστιανήν, τὴν πανθαυμαστῶς ἐν μαρτυρίῳ, καταβαλοῦσαν τυράννου ὠμότητα.

Ἐνώκησε χάρις ἐξ οὐρανοῦ, ἐν τῇ σεβασμίᾳ, καὶ κλεινῇ Σεβαστιανῇ, λαμπρῶς ἀναδείξασα ἐν πόνοις, τῶν Πρωτοτόκων ἀντίτυπον ἄριστον.

Βοήσωμεν ὕμνοις θεοπρεπῶς, ἐγκώμια θεῖᾳ, τῇ λαμπρᾷ Σεβαστιανῇ, τὴν χάριν αὐτῆς ἐπιποθοῦντες, παρὰ Χριστοῦ τοῦ Θεοῦ λαβεῖν ἅπαντες.

Θεοτοκίον.
Ἁγνείας θησαύρισμα ἀληθῶς, σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας τὸν λόγον ἱερουργεῖ ἄριστα, Σεβαστιανὴ ἡ γνησία, Παύλου μαθήτρια, καὶ ἐν ἀγάπῃ πολλῇ, νυμφαγωγεῖ τὰς παρθένους, πρὸς Νυμφίον ἄχραντον, μόνον Θεάνθρωπον.

Τῶν τυράννων τὴν πλάνην καὶ δυσσεβὲς φρόνημα, Σεβαστιανὴ ἐν δυνάμει, Λόγου κατέβαλεν, ἀποδειχθεῖσα φαιδρῶς, τοῦ μαρτυρίου ὀδύνην, καὶ θηρῶν ὠμότητα, καὶ ἀγριότητα.

Ἱκετεύει τὸν Λόγον ὑπὲρ ἡμῶν πάντοτε, Σεβαστιανὴ ἡ ἁγία, ὅπως ὡς Κύριος, καταξιώσῃ ἡμᾶς, ἐν ἀσφαλείᾳ τελείᾳ, διαπλεῦσαι ἅπαντας, βίου τὸ πέλαγος.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ἁγνή, ἐεκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά σου.

Στερέωσον, τοὺς ὑμνητάς σου μαθήτρια θείου Παύλου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ φύλαξον πάντας ἐν ἀληθείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ὁρῶσα Σιών, τὴν ἄνω ἐπεπόθησας, Χριστοῦ τὸν Σταυρόν, και βίαν τὴν πανθαύμαστον· διὸ Μάρτυς γέγονας, τῶν Μαρτύρων σύσκηνος ἔνδοξε, Σεβαστιανὴ τῷ Χριστῷ, πρεσβεύουσα Μῆτερ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴν ἀνεκήρυξας, Σεβαστιανὴ Χριστὸν ἐν τῷ πάθει σου, τοῦ σατὰν αἰτίου πτώσεων, διδασκάλου δὲ τῆς ἀθεότητος.

Ἡλιόμορφον ἔδειξας, Σεβαστιανὴν Χριστὸν τὸν Θεάνθρωπον, ἐν τοῖς λόγοις καὶ τοῖς ἄθλοις σου, καὶ σημείοις θαυμαστοῖς καὶ θαύμασιν.

Νικητήρια ᾄσματα, Σεβαστιανὴ σεπτῶς σοι προσφέρομεν, καθικέτευε τὸν Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς τιμώντων σε.

Θεοτοκίον.
Μαριὰμ ταῖς πρεσβείαις σου, χάριν τοῦ Υἱοῦ σου ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἔνεδρα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκπτωτον σατάν, ἐταπείνωσας καλλίνικε, καὶ τὰς αὐτοῦ ἐνέδρας, πανθαυμαστῶς, Χριστοῦ δυνάμει, κατέστρεψας θείοις θαύμασιν.

Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς πρεσβείαις σου, λαβεῖν ὦ Μάρτυς παρὰ τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τοῦ πνεύματος τὴν θεόσδοτον.

Πλήρωσον ἡμᾶς, ταῖς λιταῖς σου πρὸς τὸν Κύριον, τῆς ἀληθοῦς χαρᾶς καὶ τοῦ φωτισμοῦ, τοῦ Παρακλήτου, τοῦ Παύλου πιστὴ μαθήτρια.

Θεοτοκίον.
Ὤφθης τὸν Χριστόν, ἐν ἀγκάλαις σου βαστάζουσα, καὶ γαλουχοῦσα Αὐτὸν ὑπερφυῶς, τὸν τροφοδότην, τοῦ κόσμου θεοχαρίτωτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀμάραντον, ἐκ Θεοῦ τὸν στέφανον, ἡ καλλίνικος ἐδέξατο Μάρτυς, ἐν τῇ ζωῇ, τῇ ἀγήρῳ καὶ θείᾳ, εὐφραινομένη σὺν πᾶσι τοῖς Μάρτυσιν· αὐτῆς λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.

Στερέωσον, σαῖς πρεσβείαις πάντιμε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ πειρασμοῖς διαφόροις προσβάλλει με, ἐδόθη γάρ σοι ἐκ Θεοῦ, παῤῥησία πρεσβείας πανένδοξε.

Μαρτύριον, τῆς ψυχῆς κατάπαυσον, ταῖς λιταῖς σου πρὸς Θεὸν θεοφόρε, καὶ τὴν χαράν, τῆς εἰρήνης παράσχου, καὶ τὴν ἐλπίδα Θεοῦ τὴν σωτήριον, καὶ πόθον τοῦ σαββατισμοῦ, εἰς ζωὴν παραδείσου τὴν ἄληκτον.

Θεοτοκίον.
Ἀμίαντε, τὸν Χριστὸν ἐκύησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεόν σου βαστάζεις, καὶ ἐκ μαζῶν σου Αὐτὸν γαλουχεῖς σεπτῶς· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων ἀεὶ καθικέτευε.

Στερέωσον, τοὺς ὑμνητάς σου μαθήτρια θείου Παύλου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ φύλαξον πάντας ἐν ἀληθείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πρωτοτόκων Μαρτύρων σὺ πέλεις τὸ καύχημα, ὁμολογοῦσα Χριστὸν Λυτρωτὴν καὶ Θεάνθρωπον, τῇ ἐκχύσει ὑπὲρ Αὐτοῦ τοῦ αἵματος τοῦ σοῦ· διὸ ἔλαβες παρὰ Θεοῦ, τῆς Ἀθληφόρου τὴν τιμήν, καὶ θεώσεως στέφανον, τάχυνον εἰς πρεσβείαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Νυμφίον σου Χριστόν, ὅπως λάβωμεν ἄφεσιν.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 32-36, ια΄ 1).
Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παύλου τὴν μαθήτριαν, ἀνευφημήσωμεν ὕμνοις, καὶ Χριστοῦ τὴν μάρτυρα, Σεβαστιανὴν σεπτῶς ἐπαινέσωμεν, ἀρετῆς γὰρ γέγονε, ἱερὸν δοχεῖον, καὶ διδάσκαλος πανάριστος, ζωῆς τῆς κρείττονος, καὶ ὁμολογίας τὸ πρότυπον· διὸ καὶ ὁ Θεάνθρωπος, ἐν τοῖς αἰκισμοῖς ἐθαυμάστωσεν· ὅθεν γεγηθότες, βοήσωμεν αὐτῇ πανευλαβῶς· ὑπὲρ ἡμῶν καθικέτευε, λιταῖς σου τὸν Κύριον.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεφάνῳ οὐρανίῳ καθορῶμέν σε Μάρτυς ἐν Βασιλείᾳ Θεοῦ, στεφθεῖσαν ἐπαξίως, ἐν μέσῳ τῶν Μαρτύρων, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχὺν ἐν μαρτυρίοις ἡ καλλίνικος σχοῦσα διὰ σημείων πολλῶν, τὴν πίστιν τῆς Τριάδος, κηρύττει καὶ διδάσκει, ὅπως ἅπαντες ψάλλωσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νικήσασα ἡ Μάρτυς αἰκισμοὺς καὶ θηρία καὶ τοῦ πυρὸς ἡ ἰσχύν, ἀνύμνει τῆς Τριάδος, τὸ ὄνομα τὸ θεῖον, ἐκβοῶσα ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ναὸς τοῦ θείου Λόγου γέγονας Παρθένε καὶ φωτοφόρος σκηνή, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰχνηλατοῦσα, οὐρανοβάμονος Παύλου, τὴν πορείαν ἡ Μάρτυς ἐτύθη, τὸν Λόγον ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

Κατατρυφῶσα, τῶν ἀγαθῶν Βασιλείας, ἡ καλλίνικος πάντας ἀγείρει, τὸν Χριστὸν ὡς Λόγον, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

Ὁμολογοῦσα, Τριαδικὴν Μοναρχίαν, ἐν Σιὼν σαββατίζει ἡ Μάρτυς, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέως ἀπηρνήθη, ἡ Μάρτυς τὸν κόσμον, καὶ τῆς νέοτητος ἄνθος καὶ δόξαν ἐν γῇ, ἵνα ἐν δώμασι θείοις, χαίρῃ σὺν Μάρτυσιν.

Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ μαρτυρίου τὸν πόθον πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Μάρτυς πανένδοξε.

Ὁμότροπον τοῦ Παύλου, σὲ ὁμολογοῦμεν, καὶ μιμητὴν θεοφόρε Χριστοῦ Ἀθλητῶν, καὶ Πρωτοτόκων Μαρτύρων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.
Ὑμνήσωμεν Μαρίαν, Λόγου τὴν Μητέρα, καὶ τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸ τέκνον τοῦ Παύλου, τὴν κλεινὴν Σεβαστιανήν, τὴν ἀξιωθεῖσαν, πυρὸς καὶ τῶν θηρίων, νικῆσαι παραδόξως, ὁρμὴν καὶ δύναμιν.

Μαρτύρων τιμήσωμεν εὐλαβῶς, θεῖον ἐκμαγεῖον, τὴν σεπτὴν Σεβαστιανήν, τὴν ἀποτμηθεῖσαν, ὑπὲρ τοῦ Θεανθρώπου, τὴν κάραν καὶ στεφθεῖσαν, χειρὶ τοῦ Πλάσαντος.

Στήριξον καρδίας τῶν εὐσεβῶν, τῇ ὁμολογίᾳ, ἀκλινῶς Σεβαστιανή, Χριστὸν ὡς Δεσπότην, κηρύττειν παῤῥησίᾳ, καὶ πάσχειν θεαρέστως, ὑπὲρ τῆς πίστεως.

Πάντες εὐφημήσωμεν ἐν ᾠδαῖς, μαθήτριαν Παύλου, τὴν κλεινὴν Σεβαστιανήν, τὴν ἀναδειχθεῖσαν, ὑπόδειγμα Μαρτύρων, τῆς πρώτης Ἐκκλησίας, ἀξιοθαύμαστον.

Χάριτι Κυρίου ἐν οὐρανοῖς, ἀεὶ σαββατίζεις, ἐν χαρᾷ Σεβαστιανή, ὡς Μάρτυς τοῦ Λόγου, καὶ ἀρετῆς δοχεῖον, μεσίτευσον Κυρίῳ, ὑπὲρ τοῦ γένους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ τῆς Σεβαστιανῆς, ἄθλησιν ἐνθέως τιμῶντες, ἀγαλλιώσῃ ψυχῇ, ὕμνοις εὐφημήσωμεν αὐτὴν ἐν Πνεύματι, τῆς Τριάδος ἐκήρυξεν, ἐν μέσῳ ἀθέων, πίστιν τὴν σωτήριον, ζωὴν τὴν ἄληκτον· ὅθεν, ὡς ἀρνίον τυθεῖσα, χαίρει σαββατίζουσα ὄντως, σὺν τοῖς Πρωτοτόκοις καὶ συμμάρτυσιν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.