Δύο Παρακλητικοί Κανόνες εις την Παναγία Μακρυμάλισσα
Παρακλητικός Κανών εις την Παναγία Μακρυμάλισσα ης ιερά και θαυματουργος εικών τεθησαύρισται εν τη σεβασμία Μονή Κοιμήσεως Θεοτόκου Μακρυμάλλης, Ψαχνών Ευβοίας
Ποίημα Καθηγουμένης Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 23 Αυγούστου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Κατόπιν τὰ Τροπάρια·
Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Θαυμαστόν σου Παναγία τὸ κάλλος, ὡς φωτεινή σου ἡ ὡραία λαμπρότης, ὡς ὑψηλὴ τῆς δόξης σου, ἡ θεία τιμή· τάξεις ὑπερβαίνεις γάρ, οὐρανίων Ἀγγέλων, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ τῶν ὅλων Δεσπότου· Ὃν εὐμενῶς ἱλέωσαι ἡμῖν, τοῖς σὲ τιμῶσιν, Ἁγνὴ Μακρυμάλισσα.
Δόξα.
Ὅμοιον.
Οἱ Ἐντολῶν τῶν σωστικῶν μακρυνθέντες, καὶ τῇ δουλείᾳ τῶν παθῶν ὑπαχθέντες, ἱκετικῶς προσπέσωμεν, Θεοῦ τῇ Μητρί· κόρη Μακρυμάλισσα, Παναγία βοῶντες, σκέπε τοὺς ἱκέτας σου, ἐξ ἐχθρῶν ἀοράτων· καὶ ἐκ κινδύνων φρούρει ἀσφαλῶς, τοὺς προσκυνοῦντας, τὴν θείαν εἰκόνα σου.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ἀρχόμεθα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Ἄδω σου τὰ θαύματα Παναγία Μακρυμάλλη, Ἰσιδώρας.
Εἰς ἔκαστον τροπάριον λέγομεν·
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Εἰς τὰ δύο τελευταία·
Δόξα. Καὶ νῦν.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Ἀσμάτων ἐνθέων ταῖς ἐκλογαῖς, τιμήσωμεν δεῦτε τὴν Βασίλισσαν τοῦ παντός, σεμνὴν Παναγίαν Θεοτόκον τῆς Μακρυμάλλης Μονῆς τὴν προστάτιδα.
Δακρύων μου δέξαι τοὺς σταλαγμοὺς , Παρθένε Μαρία Μακρυμάλισσα δυσωπῶ, καὶ δός μοι ταῖς σαῖς προσηγορίαις· τῆς αἰωνίου χαρᾶς τὴν ἀπόλαυσιν.
Ὡς πλούτον καὶ ἄσυλον θησαυρόν, Μονὴ Μακρυμάλλης τὴν εἰκόνα σου τὴν σεπτήν, κατέχει Μαρία Θεοτόκε, ἐξ ἧς ἐλέους τὰ ῥεῖθρα προχέονται.
Σοὶ κλίνω τὸ γόνυ ἐν συντριβῇ, σεμνὴ Παναγία Μακρυμάλισσα καὶ βοῶ, παράσχου μοι χεῖρα βοηθείας καὶ ἐκ φθορᾶς τῶν παθῶν με ἀνάστησον.
Οὐράνιος πύλη καὶ κιβωτός, ζωῆς αἰωνίου σὺ ὑπάρχεις ὡς ἀληθῶς, ἁηνὴ Θεοτόκε Μακρυμάλλη· τοῦ Παραδείσου τὰς πύλας ἀνοίξασα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπηρέτης ὑπάρχων, τῶν σκοτεινῶν πράξεων, πίστει σοι προσπίπτω καὶ κράζω, ἀπὸ βαθέων μου, Παρθενομήτορ ἁγνή, Μακρυμάλισσα Κόρη, τοῦ φωτός μοι γνώρισον, τὰ διαβήματα.
Τῶν δαιμόνων τὰ στίφη, ὁλοσχερῶς ἥττηνται, σου τῇ ὑπὲρ φύσιν λοχείᾳ, ὦ Μακρυμάλισσα, τὸν γὰρ Θεὸν τοῦ παντός, τὸν Δυνατὸν ἐν ἰσχύϊ, ὡς τεκοῦσα ἔθραυσας, τούτων τὴν δύναμιν.
Ἀδιστάκτῳ καρδίᾳ, σου τὸ γλυκὺ ὄνομα, Δέσποινα Παρθένε Μαρία, Μακρυμάλισσα, ἐπικαλοῦμαι βοῶν, ἐξ ἀναγκῶν ἐξελοῦ με, καὶ τὴν σὴν βοήθειαν, δός μοι ἑκάστοτε.
Θαυμαστόν σου τὸ κάλλος, καὶ εὐπρεπὲς Ἄχραντε, μέγα τῆς σῆς δόξης τὸ ὕψος, καὶ ἀθεώρητον, ἡ δὲ τιμή σου χορούς, καθυπερβαίνει Ἀγγέλων, ἐξαιρέτῳ χάριτι, ὦ Μακρυμάλισσα.
Ἁμαρτίαις ὑπάρχων, ἐν σκολιαῖς δέσμιος, Δέσποινα βοῶ Παναγία, Μακρυμάλισσα, ἐλευθερίαν μοι δός, ἵνα δοξάζω ἀπαύστως, τὴν πολλὴν καὶ ἄφατον, φιλανθρωπίαν σου.
Ἐπίφανον, ἡμῖν τὸ φέγγος τῆς γνώσεως Παναγία, ὡς ἐγνώσθη φωτοειδῶς Εἰκὼν ἡ ἁγία σου, εἰς ἄβατον βράχον τῆς Μακρυμάλλης.
Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸν σάλον παθῶν, τὸν ἄστατον διάλυσον, καὶ δίδου ἡμῖν, γαλήνην εἰρηνόδωρον, σῆς χειρὸς παρέχουσα· Παναγία Κόρη τὴν δύναμιν, τῆς Μακρυμάλλης θείας σου Μονῆς, ὁ στῦλος ὁ μέγας καὶ ἀκλόνητος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑψηγόροις ἐν ᾄσμασιν, δεῦτε μεγαλύνωμεν ὦ φιλέορτοι· Παναγίαν Μακρυμάλισσαν, τὴν αὐτῆς συμπάθειαν αἰτούμενοι.
Μακρυμάλισσα Δέσποινα, Μῆτερ τοῦ Ὑψίστου πανυπεράγαθε, τὴν καρδίαν μου ἀγάθυνον, καὶ καλὰ ποιεῖν με καταξίωσον.
Ἀρχαγγέλων Ἀγγέλων τε, τάξεις Μακρυμάλισσα Μητροπάρθενε· τῆς τιμῆς τῷ ἀξιώματι, ἀσυγκρίτῳ δόξῃ ὑπερβέβηκας.
Τίς ἀξίως αἰνέσει σου, Μῆτερ Μακρυμάλισσα τὰ ἐξαίσια; ἢ τίς πάλιν ἱστορήσει σου, τῶν πολλῶν θαυμάτων τὴν ἐνέργειαν;
Ἀγαλλέσθω γηθόμενος, τῶν προφητευόντων χορὸς ὁ ἅγιος· τὸν Θεὸν γὰρ ἀπεκύησεν, ἐν σαρκὶ Ἁγνὴ ἡ Μακρυμάλισσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πύργον ὡς στεῤῥόν, τὴν πρεσβείαν σου κεκτήμεθα, Παναγία Μακρυμάλλη Ἀγαθή, εἰς ἣν ἐν πίστει, καθ’ ἑκάστην καταφεύγομεν.
Ἄγαμαι τὸν σόν, Μακρυμάλλη Μητροπάρθενε, ὑπὲρ ἔννοιαν λόγου τοκετόν, Θεὸν τῶν ὅλων, ἐν ἀγκάλαις σου γὰρ ἔφερες.
Νέμεις δαψιλῶς, Παναγία Μακρυμάλισσα, τοῦ ἐλέους σου τὰς θείας δωρεάς, τοῖς σοῖς ἱκέταις, ἐν ἀφάτῳ σου χρηστότητι.
Ἄξιόν ἐστι, μακαρίζειν σε πανάχραντε, Παναγία Μακρυμάλισσα σεμνή, καὶ μεγαλύνειν, μεγαλεῖά σου τὰ ἄῤῥητα.
Γλῶσσαι γηγενῶν, οὐχ ἀρκοῦσι διηγήσασθαι, τῶν θαυμάτων σου τὴν ἄπειρον πληθύν, ὦ Παναγία, Μακρυμάλλη ὑπερύμνητε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάσεων, ποταμόν σε ἔγνωμεν, καὶ πολύῤῥυτον πηγὴν τῶν θαυμάτων· τὰς δωρεάς, Μακρυμάλλη Παρθένε, τῇ σῇ πλουσίᾳ προχέουσα χάριτι, τοῖς πίστει σοι εἰλικρινεῖ, καθ’ ἑκάστην Ἁγνὴ καταφεύγουσιν.
Ἀνύμφευτε, Θεοτόκε Δέσποινα, Μακρυμάλισσα Παρθένε Μαρία· σκέπε ἡμᾶς, τοὺς φωνοῦντας ἐν πίστει, τὸ ἱερόν σου καὶ Ἅγιον ὄνομα, καὶ φύλαττε τὸν σὸν λαόν, ἀπὸ πάσης δεινῆς περιστάσεως.
Μερίζονται, τὴν σὴν δόξαν Ἄχραντε, Θεοτόκε οἱ χοροὶ τῶν Ἀγγέλων, καὶ τῶν βροτῶν χριστεπώνυμα πλήθη, ὅτι τῷ θείῳ σου τόκῳ συνήνωσας· τὴν γῆν τε καὶ τὸν οὐρανόν, τῇ βουλῇ τοῦ Θεοῦ Μακρυμάλισσα.
Ἀσύγκριτον, τῆς μορφῆς τὸ κάλλος σου, καὶ ἡ δόξα σου ὡσαύτως μεγάλη Μῆτερ Θεοῦ, Μαριὰμ Μακρυμάλλη, τὸ τῶν Παρθένων ἐξαίρετον ἄκουσμα· μητέρων τε ἡ καλλονή· καὶ τῆς κτίσεως πάσης εὐπρέπεια.
Κρατύνονται, τῶν πιστῶν πληρώματα, καὶ ἡττῶνται τοῦ ἐχθροῦ αἱ δυνάμεις· ταῖς κραταιαῖς, Παναγία χερσί σου, ἐν αἷς Θεὸν μητρικῶς ἐπεβάστασας· αὐτὰς καὶ νῦν εἰς ἱλασμόν, Μακρυμάλισσα ὕψωσον Δέσποινα.
Ἐπίφανον, ἡμῖν τὸ φέγγος τῆς γνώσεως Παναγία, ὡς ἐγνώσθη φωτοειδῶς Εἰκὼν ἡ ἁγία σου, εἰς ἄβατον βράχον τῆς Μακρυμάλλης.
Ἄχραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Συμπαθείᾳ τῆς χρηστοειδοῦς εὐλογίας σου, προμηθείᾳ σῆς μητροπρεποῦς ἀντιλήψεως, ἐν ἐλέει καὶ οἰκτιρμοῖς ἐπίσκεψαι ἡμᾶς· τὴν σὴν ἔκτεινον δὲ δεξιάν, εἰς τὴν ἐνίσχυσιν ἡμῶν, Μαριὰμ Μακρυμάλισσα. Ἔγειρον δὲ Παρθένε, ἐξ ὕπνου τῆς ῥαθυμίας, τοὺς ἐκφωνοῦντας ἐν παντί, τὸ σωτήριόν σου Ὄνομα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δὶς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον·
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἡσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τῆς Μακρυμάλλης πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Χαίροις μητροπάρθενε, εὐλογημένη Μαρία, ἀγαθῶν τὸ πλήρωμα, τῶν καλῶν ἁπάντων τε, τὸ κεφάλαιον διὰ σοῦ Ἄχραντε γάρ, ἡ πικρὰ ὀδύνη, μετετράπη εἰς εὐφρόσυνον χαρὰν καὶ αἴνεσιν, τῆς ὑπερβαλλούσης εὐνοίας σου· παρέχεις γὰρ χρηστότητος, τὸ ἀπερινόητον πέλαγος· ὅθεν ἐγκωμίοις, καὶ ὕμνοις ἐκθειάζομεν ἀεί, ὦ Μακρυμάλισσα Δέσποινα, τὴν ἄῤῥητον δόξαν σου.
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε· ἀλλ’ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῷζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥητορεύοντα χείλη, Μακρυμάλισσα Κόρη Θεογεννήτρια, οὐ σθένουσιν ὑμνῆσαι, τοῦ τόκου σου τοῦ θείου, μεγαλεῖα τὰ ἄῤῥητα· ἐκ σοῦ Θεὸς τοῦ παντός, ἐτέχθη γὰρ ἀσπόρως.
Ὕδατόῤῥυτος κρήνη, θεοσδότων χαρίτων ὦ Μακρυμάλισσα, Παρθένε σὺ ὑπάρχεις, ἐκβλύζουσα ἀφθόνως, τῆς ζωῆς τὰ δωρήματα καὶ ἰωμένη πληγάς, ψυχῶν τε καὶ σωμάτων.
Μετὰ δέους προσπίπτων, τῇ σεπτῇ σου εἰκόνι ὦ Μακρυμάλισσα, τῇ πίστει δυναμοῦμαι, ἀγάπῃ στερεοῦμαι, τῇ ἐλπίδι θαῤῥύνομαι καὶ εὐλογῶ ἐκ ψυχῆς, Θεὸν τὸν ἐν Τριάδι.
Ἀσκητῶν σὺ ὑπάρχεις, Μακρυμάλλη Παρθένε τὸ σεμνολόγημα, τιμὴ τῶν ἱερέων, ἡ δόξα τῶν δικαίων, τῶν πιστῶν τὸ στερέωμα τῆς δὲ σεπτῆς σου Μονῆς, φρουρὸς καὶ ἀντιλήπτωρ.
Λειτουργίαι Ἀγγέλων, ἁρμονίαι αἱ θεῖαι τῶν Ἀρχαγγέλων τε, αἱ ἄνω συμφωνίᾳ κοινήν χοροστασίαν, συγκροτοῦσι καὶ ψάλλουσι· χαῖρε Κυρία ἡμῶν, Παρθένε Μακρυμάλλη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λάμπει τῇ κτίσει, ὑπὲρ ἀκτῖνας ἡλίου, ἡ μορφὴ τοῦ σεπτοῦ σου προσώπου, πάναγνε Μαρία, παρθένε Μακρυμάλλη.
Ἡδὺ τὸ κάλλος, καὶ θαυμαστή σου ἡ δόξα, Μαριὰμ Μακρυμάλισσα κόρη, ἄμα ἡ τιμὴ σου, προέχει εξαιρέτως.
Ἰδοὺ νῦν πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, ὡς προεῖπας Ἁγνὴ Μακρυμάλλη, σὲ μακαριοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ τιμή τε καὶ δόξα ἁρμόζει, Κόρη Μακρυμάλλη, ὑπέραγνε Μαρία.
Ἱερωτέρα, ἀγγελικῶν στρατευμάτων, σὺ ὑπάρχεις σεμνὴ Μακρυμάλλη, Μήτηρ γὰρ ἐγένου, τοῦ πάντων Βασιλέως.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δυσώπει τὸν Υἱόν σου, Κόρη Μακρυμάλλη, τῶν ὀφλημάτων τὴν λύσιν ἡμῖν παρασχεῖν, καὶ τοῦ μεγάλου ἐλέους, τὰ χαριστήρια.
Ὦ θαῦμα τῶν θαυμάτων, Κόρη γὰρ Παρθένος, ἐν ταῖς ἀγκάλαις συνέσχε, τὸν πάντων Θεόν, ἡ Μακρυμάλλη Μαρία, ἣν μακαρίσωμεν.
Ῥημάτων οὐχ ἀρκοῦσι, λόγοι ἐπαινέσαι, ἡ Μακρυμάλισσα Κόρη, τὰ σὰ θαυμαστά, σὺ γὰρ Παρθένος καὶ Μήτηρ, τὸ συναμφότερον.
Ἀγάλλεται καὶ χαίρει, Κόρη Μακρυμάλλη, ἡ σεβασμία Μονή σου, εἰκόνα τὴν σήν, ὡς θησαυρὸν ἐφευροῦσα φωτοειδέστατον.
Συνάμα τῷ Ἀγγέλῳ, χαῖρέ σοι βοῶμεν· ἐν πανηγύρει ἁγίων, οἱ δοῦλοι οἱ σοί, ὦ Μακρυμάλισσα Κόρη, Θεοχαρίτωτε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
ὧν ἡ ἀκροστιχίς· Χαῖρε πάναγνε.
Χαίροις ὁ τῆς χάριτος γλυκασμός, χαίροις ἀγαθῶν τε αἰωνίων ὁ πλουτισμός, χαίροις ἡ πληρότης τῆς θείας εὐλογίας, Παρθένε Μακρυμάλλη, πανευσυμπάθητε.
Ἄγγελοι συνάδουσι τοῖς βροτοῖς, μίαν ἁρμονίαν συγκροτοῦντες πνευματικήν, καὶ τὴν Μακρυμάλλην πανάχραντον Μαρίαν, τιμῶσιν ἐπαξίως, ὡς Θεομήτορα.
Ἵλεων ἀπέργασαι τὸν Κριτήν, σοῦ ταῖς ἱκεσίαις Μακρυμάλλη ταῖς μητρικαῖς, ἵνα εὐλογῶμεν τῆς θείας σου ἀγάπης, τὰ σπλάγχνα Παναγία, τὰ φιλοικτίρμονα.
Ῥόδον παρθενίας θεοπρεπές, ἄνθος τῆς μητρώας προσφορᾶς τε ἁγνοπρεπές, σὺ εἶ Μακρυμάλλη παρθένε Παναγία σεμνότητος τῷ κάλλει, ὑπεραστράπτουσα.
Εὔα παρακούσασα τοῦ Θεοῦ, εὗρε τῆς πικρίας τὸν ἀνύποιστον ὀδυρμόν, σὺ δὲ εὐφροσύνην Παρθένε Μακρυμάλλη διὰ τῆς εὐπειθείας, πάλιν εἰσήγαγες.
Πύργον ὡς ἀπόρθητον τῶν Ψαχνῶν, πόλις ἐν Εὐβοίᾳ τὴν Μονήν σου τὴν ἱεράν, ἔχει Παναγία Παρθένε Μακρυμάλλη ἐν ᾗ συναθροισθέντες, χαῖρέ σοι ᾄδομεν.
Ἄφθορος ἡ μήτρα σου Μαριάμ, ὡς καὶ πρὸ τοῦ τόκου καὶ ἐν τόκῳ καὶ μετ’ αὐτόν, ἔμεινε τῶν ὅρων τῆς φύσεως ἀρθέντων, Παρθένε Μακρυμάλλη, πανυπεράχραντε.
Νέμεις τὸν οὐράνιον γλυκασμόν, κόρη Μακρυμάλλη Παναγία λυσιτελῶς, πᾶσι τοῖς τιμῶσι τῆς θείας σου προνοίας τὰ θαύματα Παρθένε, τὰ ἀξιάκουστα.
Ἄνοιξον τὴν θύραν τοῦ ἱλασμοῦ, ἔκτεινον τὴν χεῖρα Θεοτόκε τὴν μητρικήν, δίδου φιλοστόργως τῆς σῆς συμπαθεστάτης, εὐνοίας τὰ ἐλέη, ὦ Μακρυμάλισσα.
Γένος τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, τάξεις τῶν Ἀγγέλων ἀκολούθως ἐν οὐρανοῖς, δόξαν καὶ τιμήν σοι προσφέρουσιν ἀξίως, Παρθένε Μακρυμάλλη, πανυπερένδοξε.
Νίκην Παναγία ὑψοποιόν, ἔχομεν φωνοῦντες σοῦ τὸ ὄνομα τὸ σεπτόν, καὶ τὰς τῶν δαιμόνων συντρίβομεν παγίδας τῇ θείᾳ συμμαχίᾳ, ὦ Μακρυμάλισσα.
Ἔμπροσθεν εἰκόνος σου τῆς σεπτῆς, κάμπτω Παναγία Μακρυμάλλη πανευλαβῶς, σώματος τὸ γόνυ ὁμοῦ καὶ τῆς καρδίας καὶ χρέος τῆς τιμῆς σοι, προσανατίθημι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν σου εἰκόνα, ἣν ποιμένες τὸ πρότερον, εὗρον εἰς ἀπόκρημνον βράχον, ἐν φωτὶ διαλάμπουσαν, Παρθένε Μακρυμάλλη Μαριάμ, κατέχομεν ὡς μέγαν θησαυρόν, ἐξ ἧς χάρις τῶν θαυμάτων ποταμηδόν, προχέεται ἑκάστοτε· χαίροις νήσου Εὐβοίας ἡ φρουρός, χαίροις Ψαχνῶν ἡ ἔφορος, χαίροις θείας Μονῆς σου ἡ τροφός, καὶ Μήτηρ ἡ φιλόστοργος.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἐξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ Ξύλου.
Χαίροις τῆς χαρᾶς ἡ ἀπαρχή, χαίροις εὐλογίας πληρότης, τῶν ἀγαθῶν ἡ σφραγίς, πάσης προσδοκίας τε, ἡ ὁλοκλήρωσις· τὴν ζωὴν γὰρ κυήσασα, Παρθένε Μαρία, ἔλυσας τὸν θάνατον, καὶ τὴν ἀπόγνωσιν· ὅθεν ἐν χαρᾷ καὶ ἐλπίδι, πάντες σοὶ βοῶμεν συμφώνως· χαῖρε Παναγία Μακρυμάλισσα.
Ἔχει Μακρυμάλλης ἡ Μονή, σὲ Παρθενομήτορ Μαρία, ἐν τοῖς δεινοῖς βοηθόν, πρόμαχον καὶ φύλακα, ἐν περιστάσεσιν· ἐν ταῖς λύπαις παράκλησιν, λιμένα ἐν ζάλαις, ῥύστην ἐν ἀνάγκαις τε, φιλευσυμπάθητον· τεῖχος στεῤῥόν τε καὶ μέγα, ὅπλον κατ’ ἐχθρῶν ἐναντίων, καὶ φρουρὸν τῆς ποίμνης σου ἀκοίμητον.
Χαίρει οὐρανός τε καὶ ἡ γῆ, τῇ ὑπερενδόξῳ Παρθένε, καὶ ἡ ἱερά σου τιμή, θείως συνευφραίνεται, Μονή σου Δέσποινα, Μακρυμάλλης ἡ εὔσημος, Ψαχνῶν ἐν τῇ πόλει, νῆσος τῆς Εὐβοίας τε, ὁμοῦ ἀγάλλεται· πάντων τῶν πιστῶν δὲ τὰ πλήθη, σοῦ τὰ θαυμαστὰ μεγαλεῖα, ὕμνοις Παναγία ἐκθειάζομεν.
Δίστιχα. Ἀκροτελεύτια.
Ἀπὸ παθῶν με μάκρυνον Παρθένε Μακρυμάλλη,
καὶ ἔγγισόν με τῷ Θεῷ πρεσβείαις μητρικαῖς σου,
βοᾷ σοι ὕμνοις καὶ ᾠδαῖς ἡ πένης Ἰσιδώρα,
ὅπως Αὐτοῦ τὸ θέλημα ποιῶ ἐν ἐπιγνώσει,
καὶ τὴν ἀνείκαστον ὁμοῦ δοξάζω εὐσπλαγχνίαν,
Πατρός, Υἱοῦ καὶ Πνεύματος, εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.
Εὐχαριστῶ θερμὰ τὴν ἐν Χριστῷ ἀδελφὴν Μαρία Α.
δια τὴν ἀποστολὴ τῆς Παρακλήσεως.
Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Μακρυμαλλής Ψαχνών Ευβοίας
Ποίημα Πηνελόπης Ἀθ. Νικολάου Φιλολόγου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἑξῆς·
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὑπακοῆς καὶ ταπεινώσεως προτύπον, ταμεῖον ἅγιον τοῦ Πνεύματος Ἄχραντε, συντετριμμένων ἄκουσον κραυγὰς τῆς ψυχῆς· Δέσποινα ἐφθάρημεν ἐν τοῖς πάθεσιν ὅλως, τῇ στοργῇ σου λύτρωσαι καὶ ἱκάνωσον πάντας, ἐπὶ τοῖς ἴχνεσιν Υἱοῦ σου δραμεῖν, καὶ μιμητάς σου γενέσθαι ἀξίωσον.
Δόξα.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Ἐν φόβῳ καὶ τρόμῳ τολμῶ ἁγνή, Κυρία παρθένε Μακρυμάλλης ζῶσα πηγή, ὑμνῆσαι τὸ κλέος καὶ τὸ τάχος, τῆς κραταιᾶς προστασίας σου Δέσποινα.
Ἀλγῶ καὶ ταράσσομαι ὡς ὁρῶ, βυθὸν τῆς ψυχῆς μου ἐν σαπρίᾳ ἁμαρτιῶν, δακρύων παράσχου μοι ὦ Μῆτερ, κρουνοὺς πρὸς ῥῶσιν καὶ ἴασιν δέομαι.
Τοῦ Λόγου εὐρύχωρε σὺ σκηνή, τῆς κτίσεως πάσης ὡραιότης καὶ ἀπαρχή, ἀγλάισμα καὶ δόξα μοναζόντων, ἱλέῳ ὄμματι σῷζε ἱκέτας σου.
Τὸν πλοῦτον ἐσκόρπισα ἀφειδῶς, τῆς χάριτος Κόρη ὡς ὁ ἄσωτος ὁ υἱός, λιμώττουσα σπεύδω ἐπιστρέφειν, ὡς σεσηπὸς ἀγοραῖον περίτριμμα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐπλανήθην Παρθένε καὶ τρόμῳ φεῦ! νῦν συνέχομαι· πόθεν μοι βοήθεια ἥξει καὶ ἐπιστρέψει με; ὡς ὀρειάλωτον, εὑροῦσα πρόβατον Κόρη, ποίμνη τοῦ Παντάνακτος σὺ ἐπανάγαγε.
Θεοτόκε Κυρία βροτῶν Ἀγγέλων καὶ κτίσεως, ἄνοιξον ἀγκάλας στοργής σου ὡς Μήτηρ πάναγνος· καὶ Θυγατέρων σου, ἀναπαυσις μόνη ὅτι, πρὸς τὴν Μόνην σὲ μόναι κατέφυγον.
Ἀλογίας μου πράξεις καὶ λογισμῶν βόρβορον, καὶ ἐπιθυμίας ἀτόπους σὺ διασκέδασον, πάντα γὰρ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ Λόγου, ὃς ταῖς ἱκεσίαις σου πᾶσι χαρίζεται.
Φοβερὰ Προστασία γονυπετῶς κράζω σοι, φρούρει οἶκόν σου Μακρυμάλλης καὶ διαφυλάττε, ἐξ ἀοράτων ἐχθρῶν, καὶ δυσσεβῶν πολεμούντων, ὄνομα ὑπέρτατον τοῦ Παντοκράτορος.
Διάσωσον, τὴν ἀπορήσασαν Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν τάφῳ κατακειμένην ἔργοις ἀνόμοις μου, θεόνυμφε, Παναγία Παρθένε.
Ἀνάστησον, τὴν νεκρωθεῖσαν ψυχήν μου ἐκ ῥᾳθυμίας, καὶ ζωῆς αἰωνίου σκεῦός με σὺ ἀνάπλασον, καὶ στήριξον, ἀσταθὲς τῶν βημάτων.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἱκέτας οἰκτροὺς τοῦ ᾅδου τὸ κατάβρωμα, ἐλπίδι ἐσχάτῃ πρὸς σὲ χεῖρας τείναντας, μὴ παρίδῃς ἄχραντε, Θεοτόκε Δέσποινα, ἕλκυσον τῇ σῇ δυνάμει ἀπὸ τοῦ βυθοῦ παθῶν, πταισμάτων καὶ δεινῶν κακώσεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐχαρίστως βοῶμέν σοι· χαῖρε Μητροπάρθενε χαῖρε Παντάνασσα, χαῖρε ῥόδον τὸ ἀμάραντον, χαῖρε τῶν ᾀσμάτων ᾆσμα ἄῤῥητον.
Τὴν εἰκόνα σου Πάνσεπτε, πόθῳ περιπτύσσομαι καὶ ἀσπάζομαι, καὶ αἰτοῦμαι τὴν συγχώρησιν, τῶν πολλῶν πταισμάτων μου Θεόνυμφε.
Τῆς ψυχῆς μου ἀγλάισμα, Μήτηρ καὶ προστάτις παρθενευόντων σύ, τὴν Μονήν σου διαφυλάττε, ἐκ τῶν πολεμούντων τὰ τοῦ οἴκου σου.
Ἐξ ἰλύος ἁρπάσασα, τὴν ῥερυπωμένην ψυχήν μου Πάναγνε, χάρισαί μοι καθαρότητα, νοῦ καρδίας βίου ὡς Παντάνασσα.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ψαῦσον ὦ Ἁγνή, τῷ δακτύλῳ σου τῆς γλώσσης μου, ὅπως ᾄδω καθαρῶς καὶ ἀληθῶς, σοὶ τὰ θεῖα μεγαλεῖα καὶ τὴν δόξαν σου.
Ἅρδευσον Πηγή, τῶν ναμάτων σου τῇ χάριτι, τῶν ψυχῶν ἡμῶν τὴν ἔρημον, ὡς Ζωοδόχος καὶ Μητέρα τῆς ζωῆς ἡμῶν.
Δίδαξον ἡμᾶς, ταπεινώσεως ὁδὸν σεμνή, ἡ διὰ ταύτης ὑψωθεῖσα σύ, ἕως χωρῆσαι τὸν ἀχώρητον ἐν μήτρᾳ σου.
Ἕαρ τὸ γλυκύ, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ταῖς ἱκεσίαις σου δυσώπησον, ὅπως ῥυσθῶμεν, ἐκ παγίδων τοῦ ἀλάστορος.
ᾨδὴ στ´. Τὴν δέησιν.
Ἀφρόνως, ὅλον ἠνάλωσα βίον, ἐν τοῖς πάθεσι καὶ πλείσταις ἁμαρτίαις, ἀλλὰ θαῤῥοῦσα τῇ σῇ εὐσπλαγχνίᾳ, καθικετεύω ἐν δάκρυσι Δέσποινα, γενοῦ μοι θύρα ἱλασμῶν, πρὸς Σωτῆρα Υἱόν σου καὶ Κύριον.
Τῷ κράτει, τῶν ἀοράτων ἐχθρῶν μου, ὑποκύψασα ἐν βάθει ἀμελείας, καὶ ῥαθυμίας καὶ ζάλῃ ἀγνοίας, φιλαμαρτήμων ὑπάρχουσα Πάνσεπτε, ἀγκάλαις σου ταῖς μητρικαῖς, δέξαι ῥῦσαι καὶ σῶσόν με δέομαι.
Κηρύττω σου, Υἱοῦ καὶ Θεοῦ μου, τὸ φιλεύσπλάγχνον τὴν ἄπειρον ἀγάπην, ἀλλὰ κενὸν ὄντως οὖσα δοχεῖον, ἀπαῤῥησίαστον ἔχουσα δέησιν, θερμῇ πρεσβείᾳ σου θαῤῥῶ, ὅπως τύχω πταισμάτων ἀφέσεως.
Τῷ πλήθει, ἁμαρτιῶν ὀλεθρίων, ἀπωλέσασα ὑγείαν καὶ δυνάμεις, ἐν συντριβῇ, μετανοίας Παρθένε, ὡς ὁ Δαυΐδ σοι κραυγάζω ἱλάσθητι, καὶ ἴασόν μου τὴν ψυχήν, καὶ τὴν ῥῶσιν τῷ σώματι δώρησαι.
Διάσωσον, τὴν ἀπορήσασαν Πνεύματος τοῦ Ἁγίου, καὶ ἐν τάφῳ κατακειμένην ἔργοις ἀνόμοις μου, θεόνυμφε, Παναγία Παρθένε.
Ἀνάστησον, τὴν νεκρωθεῖσαν ψυχήν μου ἐκ ῥᾳθυμίας, καὶ ζωῆς αἰωνίου σκεῦός με σὺ ἀνάπλασον, καὶ στήριξον, ἀσταθὲς τῶν βημάτων.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μακρυμάλλης ἡ δόξα κοσμήτωρ καὶ Ἄνασσα, μοναζόντων ἡ παραμυθία καὶ δύναμις, σῶζε σκέπῃ τῇ σῇ Κυρία, πάντας τοὺς πιστούς, τοὺς σὲ ἔχοντας καταφυγὴν καὶ ἰαμάτων χορηγόν, καὶ ἀξίωσον Δέσποινα, δάκρυσι μετανοίας, καὶ ἔργοις τῆς εὐποιίας, ἐν παρθενῶνί σου εὑρεῖν, σωτηρίας τὴν ἀπόλαυσιν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39 – 49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τὴν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατὸς καὶ ἅγιον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μὴ βδελύξη Δέσποινα, ῥερυπωμένην μὲ οὖσαν, καὶ οἰκτρὸν κατάλοιπον δόξης Πλαστουργήσαντός με εἰκόνι του. Ἄθυρμα γέγονα, παίγνιον ἄθλιον, δαιμονίων ἐμπαιξάντων με, ἐξ ἀμελείας μου, καὶ κατακριτέας ἁγνοίας μου. Ἔκτεινον χεῖρα, Ἄχραντε, καὶ δεινοῦ βυθοῦ με ἀνάγαγε, ὅπως ἀνανήψω, καὶ ὅπλοις τοῦ φωτὸς ὀχυρωθῶ, καὶ μετὰ σοῦ συμπορεύσωμαι, ὅπου ὀδηγήσῃς με.
Οὐδείς, προστρέχων ἐπὶ σοί, κατησχυμένος ἀπὸ σου ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ᾿ αἰτεῖται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Μεταβολὴ τῶν θλιβομένων, ἁπαλλαγὴ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζόμενων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν τῇ μήτρᾳ Παρθένου εὐδοκήσας εἰργάσω βροτῶν τὴν λύτρωσιν, ὡς ὄντως Θεοῦ Λόγος, γεννηθεὶς πρὸ αἰώνων, τοῦ Πατρὸς τὸ ἀπαύγασμα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Εἰς ἀβύσσους κριμάτων πελαγίζουσα μόνη Μῆτερ ἀπείρανδρε, βοῶ σοι ἐν ὀδύνῃ· ὁλκὰς τῆς σωτηρίας ναυαγήσασαν σῶσόν με, ὅπως δοξάζω Υἱόν, τὸν σὸν καὶ Κύριόν μου.
Τὸν βλαστόν σου Παρθένε προσκυνοῦσαι θερμῶς ἱκετεύομεν, τὰς πόθῳ τετρωμμένας γλυκείας σου ἀγάπης μὴ παρίδῃς ὡς εὐσπλαγχνος· ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ὑπέρτερα ἀγγέλων καὶ τῆς κτίσεως δῶρον πανυπερτέλειον, ἐδείχθης ὦ Παρθένε, καὶ γεγονας ἀφράστων Μυστηρίων τὸ ὄργανον· ὁ εὐδοκήσας ἐν σοί, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Θεία εἰκών σου, ὡς θαυμαστῶς δωρηθεῖσα, τοῖς ποιμέσι ἐν φωτὶ τῆς σῆς ἀγάπης, γέγονεν ταμεῖον ἰάσεων παντοίων.
Τῶν ἀοράτων, καὶ ἀκαθάρτων ἐχθρῶν μου, τὰς παγίδας ἀχρηστεύουσα Παρθένε, φρούρησόν με ὅπλοις, τῆς σῆς εὐεργεσίας.
Νυμφαγωγοῦσα, τῷ σῷ Υἱῷ συναρμόττεις, τοὺς Αὐτὸν ποθοῦντας καὶ ὑμνοῦντας, ἄπειρον στοργήν σου, καὶ κράτους σου τὴν δόξαν.
Οἶδας τραυμάτων, καὶ πικροτάτων παθῶν μου, τὸ ἐπάναγκες ἰάσεως Κυρία, καταξίωσόν με, θαυμάτων σου μερίδος.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Ἡμάρτηκα Κυρίῳ, καὶ ὅλως κυλινδοῦμαι, ἐν λογισμοῖς ἀκαθάρτοις καὶ πράξεσιν, ἐν ἀπογνώσει κραυγάζω σοι, Μῆτερ σῶσόν με.
Ἀθλήσεως τὸν τύπον, δίδαξον Παρθένε, μοναζουσῶν ὁδηγός τε καὶ σύμβουλος, ὑπογραμμὸς τῶν θελόντων σωθῆναι Δέσποινα.
Δοξάζω σου τὸν τόκον, καὶ ὑμνολογῶ σε, τῶν ἀποῤῥήτων ἐράσμιον ὄργανον, τῆς σωτηρίας ἀνθρώπων σκεῦος τὸ τίμιον.
Χειρί σου τῇ πανάγνῳ, ἔγειρον καὶ ῥῦσαι, ἐκ τοῦ βορβόρου τῶν ἔργων μου Ἄχραντε, ὅπως κηρύττω στοργής σου βάθος τὸ ἄμετρον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις μοναζόντων ὑπογραμμός, δύναμις καὶ κλέος Μακρυμάλλης τε γλυκασμός· χαίροις προστασία, ὑμνούντων Θεοτόκε, ἐν τῇ σεπτῇ μονῇ σου τὰ μεγαλεῖά σου.
Χαίροις ταπεινώσεως κορυφή, χάριτος ταμεῖον, μυροδόχε θείας βουλῆς, πίστεως ἀδάμας, ὑπακοῆς ὁ τύπος, ὑπομονῆς ἀκρότης ἐλπίδος ἔρεισμα.
Κεχαριτωμένη σὲ προσφωνεῖ, Γαβριὴλ ὁ μέγας, Ταξιάρχης καὶ εὐλογεῖ, τόκον σου τὸν θεῖον, δι᾿ οὗ πᾶσιν ἀνθρώποις, παράδεισος ἠνοίχθη καὶ χρέος σβέννυται.
Δέομαι δακρύων δός μοι πηγάς, δηγματα δρακόντων θεραπεύσαι ῥοαῖς αὐτῶν, ὅτι παιδιόθεν, πληγὰς ἔχω ἐκ τούτων, ἱλάσθητι σῇ δούλῃ Παρθένε ἄχραντε.
Κάλλος τῶν παρθένων Μήτηρ Θεοῦ, ἴασιν παράσχου τοῖς νοσοῦσι καὶ πειρασμοῖς, καταπονουμένους, ἐνίσχυσον εὐχαῖς σου, καὶ πάντας ὑπὸ σκέπην τὴν σὴν συντήρησον.
Φρούρει τὴν Μονήν σου ὡς στρατηγός, ἀεὶ νικηφόρος καὶ καμνόντων ὡς ἀρωγός· δέξαι τὰς αἰτήσεις, λαοῦ καὶ μοναζόντων, τῶν ἐπικαλουμένων τὴν σὴν βοήθειαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν σου Εἰκόνα προσκυνοῦμεν Πανύμνητε, ἥν καὶ θαυμαστῶς κατεδέξω δωρηθῆναι τῇ ποίμνῃ σου, ἐν μέσῳ ὑπερλάμποντος φωτός, νυκτὶ ᾗ οἱ ποιμένες εὐλαβῶς, ἐν τῇ πέτρᾳ καθεώρων τῆς σεμνοτάτης μορφῆς σου τὸ ἄῤῥητον· δόξα τῇ ἐμφανείᾳ σου Ἁγνή, δόξα τοῖς θαυμασίοις σου, δόξα τῇ πρὸς ἡμᾶς σου ἀνεκφράστῳ προνοίᾳ Ἄχραντε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου.
Σῶσον τοὺς ἐλπίζοντας τῇ σῇ, μητρικῇ πρεσβείᾳ καὶ ῥῦσαι, ἀπὸ ἐχθρῶν δυσμενῶν, σβέσον χαριτόβρυτε, παθῶν τὴν κάμινον, ἡ πηγὴ τῆς ζωῆς ἡμῶν, τὴν νέκρωσιν οἶδας, τὴν ἀποχωρίζουσαν, ἐκ τοῦ Υἱοῦ σου ἡμᾶς, σπεῦσον, καὶ ἀνάστησον πάντας, ὅπως δυνηθῶμεν Κυρίου, ἱματίου ἅψασθαι καὶ ζήσωμεν.
Μεῖνον, μεθ᾿ ἡμῶν ἡ Ἀρωγή, καὶ ἡ Βακτηρία αἰτούντων τὴν σὴν βοήθειαν, σκέπασον τῇ σκέπῇ σου τὴν σὴν Μονὴν καὶ σεμνῶς, καταξίωσον Δέσποινα, δουλεύειν Κυρίῳ, τὰς ἐν Παρθενώνι σου βίον ἀσκήσεως, ὅλως, ἐκ καρδίας ποθούσας, τύπον σε Ὑπέραγνε ἔχειν, λόγοις τε καὶ ἔργοις τε καὶ πράξεσιν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέξαι εὐηκόως Κυρία Μακρυμάλλης,
δούλης σου ταλαίνης, ὕμνους καὶ ἱκεσίας.

