Ακολουθία του Αγίου Νεοφανούς Μάρτυρος Νικόλαου του εξ Ιχθύος Κορινθίας

†Εορτάζεται στις 14 Φεβρουαρίου

Ἐν τῷ Μικρῷ Ἐσπερινῷ.

Ἱστῶμὲν στίχ. δ΄. Καὶ ψάλλομεν τὰ παρόντα προσόμοια. Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τὸν εὐκλεῆ στρατιώτην τοῦ βασιλέως Χριστοῦ, τῶν ἀϑλητῶν τὸ κλέος τὸν γενναῖον ὁπλίτην, Νικόλαον τὸν ϑεῖον πάντες πιστοί, καταστέψωμεν ᾅσμασι, τὰς γὰρ παγίδας καϑεῖλε τοῦ δυσμενοῦς καὶ δολίου πολεμήτορος.

Τῇ τοῦ Σταυροῦ πανοπλίᾳ πυρὶ φρυαττόμενος τοῦ δυσμενοῦς καϑεῖλεν τὰς ἐπάρσεις, παμμάκαρ, διό σε τῷ στεφάνῳ τῶν ἀϑλητῶν ὁ Χριστὸς ἐστεφάνωσε, καὶ τῆς ἀφράστου ἠξίωσε χαρμονῆς, ἧς ἱκέτευε τυχεῖν καὶ ἡμᾶς.

Τῆς τοῦ Χριστοῦ σε ἀγάπης, οὐδὲν ἐχώρισεν οὐ πῦρ οὐδὲ γυμνότης οὐ δριμύτης βασάνων ἀπείρων ϑεοκῆρυξ, σῆς γὰρ ψυχῆς τὸ ἀδούλωτον φρόνημα, ἐπιδεικνύων ὑπέμεινας σταϑερῶς πάντα πόνον τὸν τοῦ σώματος.

Τοῖς τῶν αἱμάτων ῥείϑροις μάρτυς Νικόλαε, Χριστὲ ζωοδότης, τὴν αὐτοῦ Ἐκκλησίαν ἐνδόξως πορφυρῶσας ὠς ἀγαϑός, σοὶ τὸ κράτος δεδώρηται· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν τελούντων σοι τὴν μνήμην πιστῶς.

Δόξα. Ἦχος πλ. α΄. Ἑλκόμενος ἐπὶ σταυροῦ.
Ἐλκόμενος ἐπὶ τὸ πῦρ οὕτως ἐβόας Ἅγιε· διὰ ποῖον ἔργον ϑέλετέ με παράνομοι ἐκκαῦσαι ὅτι τὸν ζωοδότην Χριστὸν ἐκήρυξα, ὅτι ὡς Θεὸν στεῤῥῶς τοῦτον κατήγγειλα, τὸ ψεῦδος ἠλεγξάμην καὶ τὴν πλάνην ἐμείωσα, διὰ ποῖον ἔργον ϑέλετέ με παράνομοι ἐκκαῦσαι, ἀλλ᾽ ὄψεσϑε ὑμεῖς ἐν τῇ δόξῃ, Χριστοῦ, ἐμὲ λάμποντα.

Καὶ νῦν.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Ἀπόστιχ. Ἦχος α΄ Πανεύφημοι μάρτυρες.
Μαρτύρων ἠρίϑμησας χοροῖς· μάρτυς παναοίδιμε ὡς τὸν Χριστὸν τοῖς γενναίοις σου, δοξάσας σκάμμασι, καὶ στεῤῥῶς κηρύξας ὡς κτίστην καὶ κύριον, ἁπάσης γενετῆς μάκαρ κτίσεως, ὃν νῦν ἱκέτευε, δωρηϑῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνϑήσει.

Οὐ πῦρ οὐδὲ ξίφος τῆς Χριστοῦ, σὲ ἀγάπης ἴσχυσαν, χωρίσαι μάρτυς Νικόλαε, ἀλλ᾽ ὥσπερ πρότερον, Παῦλος ὁ θεόφρων, ἐβόας τρανώτατα, οὐδέν με τῆς Χριστοῦ ἀγαπήσεως, χωρῖσαι δύναται οὐ τὸ πῦρ οὐδ᾽ ἄλλη βάσανος, οὐ γυμνότης ἢ ξίφος ἢ ϑάνατος.

Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ.

Ἰσχύι νευρούμενος Χριστοῦ, ἀϑλητὰ Νικόλαε, πυρὸς ὁρμὴν οὐ κατέπτηξας, ἀλλ᾽ ὥσπερ πρότερον, οἱ τρεῖς Νεανίαι, ἵστασο ἀκλόνητος, ἐν μέσῳ τῆς φλογὸς παναοίδιμε, ὑμνῶν Κύριον, τὸν τῷ κόσμῳ παρεχόμενον, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Δόξα.
Ὠς πρόβατον ἐπὶ τὸ πῦρ, ἤχϑης στεῤῥὲ ἀϑλητά, καὶ ὡς ἀμνὸς ἄκακος, ἐξεκαύϑης τῇ φλογί, ὑπὸ τῶν παρανόμων ἀνδρῶν, διὰ τὴν βασιλείαν τοῦ Χριστοῦ Νικόλαε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι….

Τροπάριον. Ἦχος δ΄.
Ὠς τῶν ἀϑλοφόρων ὁμότροπος καὶ τῶν ἐν ἀνάγκῃ ὑπέρμαχος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε· εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασϑαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Λείπει ἡ ἀρχὴ τοῦ Μεγάλου Ἐσπερινοῦ ἐκπεσόντος ἑνὸς φύλλου ἐκ τοῦ Κώδικος. Ἄρχεται ἐκ τοῦ μέσου τοῦ τετάρτου Στιχηροῦ ὡς ἑξῆς· «λάμψαντα, δεσπότην καὶ ποιητὴν τῆς αἰσϑητῆς νοουμένης τε κτίσεως, καὶ τοὺς δυσεβεῖς ἐλέγξας· σταϑερῷ φρονήματι, καὶ πυρὶ τὸν ἀγῶνα, τὸν καλὸν ἀγωνισάμενος.

Ὁ προεστὼς ἀντὶ τῶν ἐλλειπόντων τεσσάρων Στιχηρῶν τοῦ Μεγάλου. Ἐσπερινοῦ δέον νὰ ἀντικαταστήσῃ αὐτὸν διὰ τῶν Προσομοίων τοῦ Μικροῦ Ἑσπερινοῦ, Σημ. Ἐκδότου.

Τὰ τέσσαρα Προσόμοια τοῦ Μικροῦ Ἐσπερινοῦ καὶ εἶτα τὰ ἑξῆς δύο Στιχηρά.
Βαβαῖ τῆς σῆς καρτερίας στεῤῥέ, ἣν ἐδείξω μέσον, πυρὸς τοῦ φλογίζοντος, ἱστάμενος ἀϑλητὰ μάρτυς Νικόλαε, ἐφϑέγξω γὰρ οὐδαμῶς, ὥσπερ ἑτέρου ἡγούμενος πάσχοντος, διὸ στεφάνου λαμπρῶς, κατεχοσμήϑης τῆς νίκης σαφέστατα, καὶ πρὸς τὸν Θεὸν ἀνῆλϑες νικητὴς πανάριστος, ἐκτενῶς ἱκέτευε ὑπὲρ πάντων τῶν τιμῴντων σε.

Τὴν σὴν γεραίρουσιν ἄϑλησιν, τῶν ἀγγέλων πλήϑη, βροτῶν ἡ ὁμήγυρις, καὶ πάντων τῶν γηγενῶν γλῶσσα τιμᾷ σε πιστῶς, ἀγάλλονται οἱ χοροί, τῶν ἀϑλητῶν νῦν λαμπρῶς σεμνυνόμενοι, χορεύει πᾶσα ἡ γῆ, ἁγιασϑεῖσα κρουνοῖς τῶν αἱμάτων σου· καὶ μετ᾽ εὐφροσύνης πάντες, ἀϑλητὰ κραυγάζομεν, τοὺς τελοῦντας ἐν ὕμνοις τὴν σὴν μνήμην περιφρούρησον.

Δόξα. Ἦχος πλ. β΄. Ἱεραρχῶν τὴν καλλονήν.
Τὴν τῶν μαρτύρων καλλονήν, τῶν ἀϑλητῶν τὸ κλέος τὴν βρύσιν τῶν ϑαυμάτων, καὶ τῶν πιστῶν πανφαῆ ἀντιλήπτορα. Συνελϑόντες, ὦ φιλέορτοι, ἀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίροις τῆς οἰκουμένης φαιδρὸς καὶ φύλαξ κραταιός, Νικόλαε ἔνδοξε, χαίροις λιμὴν γαληνότατε, τῶν δεινῶς χειμαζομένων, καὶ πρὸς σὲ καταφευγόντων, χαίροις τῆς ᾿Εκκλησίας ἐντρύφημα ὡραῖον, καὶ τῶν ἐν ἀνάγκαις ϑερμότατος προστάτης, ἀλλ᾽ ὦ μαρτύρων ἐπισφράγισμα, μὴ ἐλλείπεις πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀεὶ τὴν χαρμόσυνον καὶ σεβάσμιον μνήμην σου.

Καὶ νῦν. Ὅμοιον, ὁ αὐτός. Θεοτοκίον.
Τὴν τῶν παρϑένων καλλονὴν καὶ τῶν ἀνθρώπων τὸ κλέος, τὴν μόνην Θεοτόκον καὶ τὸ πιστὸν ἀῤῥαγὲς περιτείχισμα· συνελϑόντες οὖν φιλέορτοι, ᾀσματικοῖς ἐγκωμίοις ὑμνήσωμεν λέγοντες· χαίροις, παρϑενομῆτορ ἁγνὴ λυχνία χρυσαυγής· καὶ πύλη ἐπουράνιε· χαίροις σκηνὴ ἁγιάσματος ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου πάνσεμνε· χαίροις τῶν οὐρανίων ταγμάτων ὑπερτέρα ἁπάντων ἀσυγκρίτως· διὸ μητράνανδρε Δέσποινα, μὴ ἐλλείπῃς φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυμνοῦντάς σε πίστει καὶ πόϑῳ ἀεί, καὶ τὸν τόκον σου προσκυνοῦντας τὸν ἄσπορον.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἑπόμενα ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. μγ΄. 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν, γίνεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην, ἵνα γνῶτε πιστεύσετέ μοι, καὶ συνῆτε ὅτι ἐγὼ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. ᾿Εγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, ἔτι ἀπ’ ἀρχῆς ἐγὼ εἶμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. γ. 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾽ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας πρσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾽ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ε΄. 16 – στ’ 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ· διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ΄αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν.

Ἦχος πλ. δ΄ . Σήμερον τῶν ὑδάτων.
Σήμερον τῶν μαρτύρων ἐπευφραίνονται αἱ τάξεις, καὶ σύμπασα ἡ Οἰκουμένη, σκιρτᾷ ἐν τῇ μνήμῃ τοῦ γενναίου ἀϑλοφόρου, οὗ ταῖς πρεσβείαις σωϑείημεν.

Ὁ αὐτός.
Σήμερον τῶν ἀνϑρώπων ἐπαγάλλεται ἡ φύσις, καὶ ὕμνοις σε, ὦ ϑεοκῆρυξ, τιμᾶ κατὰ χρέος, ὡς αὐτὴν ταῖς σαῖς πρεσβείαις ἐκ τῶν σκανδάλων ῥυόμενος.

Ὁ αὐτός. Τοῖς συλλαβοῦσί σε.
Τοῖς συλλαβοῦσί σε παρανόμοις, μὴ πτοούμενος, οὕτως ἐβόας Ἅγιε, εἰ καὶ κατακαύσητε τῷ πυρί με, καὶ διασκορπίσητε τὰ μέλη μου σύμπαντα εἰς τὸν ἀέρα, οὐδ᾽ οὕτω χωρίσαι ἰσχύσετε τὸ παράπαν τῆς ἀγάπης Κυρίου, ἀλλ ὐπομενῶ, ἵνα πληρωϑῇ, ἃ ἐδήλωσεν ἡμῖν διὰ τῶν Ἀποστόλων, ἄῤῥητα ϑαυμάσια Κύριε δόξα σοι.

Ὁ αὐτός. Διὰ τὸν φόβον τῶν Ἰουδαίων.
Διὰ τὴν δόξαν σου ἐλεῆμον, ὁ φίλος σου καὶ ὁ γενναῖος μάρτυς, ἐκήρυξέ σε Κύριε, καὶ μαστιζόμενος οὕτως ἐβόα, τῶν ἀγώνων μου μὴ παρασιωπήσης, ἴδε γὰρ μαστίγων τὸν πόνον οἰκτίρμον, καὶ μὲ ἐνίσχυσον, ὑπὲρ σοῦ ὑπομένοντα ταῦτα πάντα πολυέλεε Χριστέ.

Ὁ αὐτός. Πρὸ τοῦ τιμίου σου Σταυροῦ.
Πρὸ τοῦ ϑανεῖν σε τῷ πυρί, ὦ ἀϑλητὰ ϑεοκήρυξ Νικόλαε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο, ὡς ἀδάμας γὰρ ἄκαμπτος ἵστασο, ὁ ἐκ γῆς πεπλασμένος ὡς ἄνϑρωπος, καὶ το σῶμα ἐκκαιόμενος οὐκ ἤλγησας, ὁ βροτείας συμμετέχων μάρτυς φύσεως· τοιαύτη γὰρ τῇ καρτερίᾳ, ἐπέτυχες τῆς βασιλείας Χριστοῦ, μαρτύρων ἄγαλμα ἔντιμον.

Ὁ αὐτός. Τάδε λέγει Κύριος τοῖς ᾿Ιουδαίοις.
Τάδε λέγει Κύριος τῷ ἀϑλοφόρῳ, γενναῖε τί ἐποίησάν σοι, ἀδίκως οἱ παράνομοι· ταῖς πληγαῖς σε κατέστιξαν, τῇ φρουρᾷ ἐναπέκλεισαν, ὥσπερ ϑῦμα ἐπὶ φλόγα ὁλοκαυτώϑῃς, γενναῖε, νῦν ἐγώ σοι ταῦτα πλουσίως ἀνταμείψομαι· ἀντὶ τῶν πόνων τρυφήν, ἀντὶ τῶν ἄϑλων σου στέφος, ἀντὶ τῶν ἐπικήρων, τὰ ἄφϑαρτα δωρήσομαι, καὶ χαίρων ἴϑι λοιπόν, εἰς δόξαν τὴν ἀγείρω· κἀκεῖ με ἀνευφήμησον, ἐν τῷ πυρὶ καὶ πνεύματι γνῶϑί με τοῖς ἔργοις μου, Θεὸν ἀληϑέστατον.

Ὁ αὐτός. Οἱ νομοϑέται τοῦ Ἰσραήλ.
Ὁ ἀϑλοφόρος τοῦ υἱοῦ, τοῦ παϑόντος καὶ ἀναστάντος, ὁ στεῤῥὸς Χριστοῦ ὁπλίτης, βοᾷ πρὸς ἡμᾶς· ἴδε χαράν, ἣν ἐγὼ ἐφεύρηκα, ἴδε τρυφήν, ἧς ἐγὼ ἐναπήλαυσα, πῦρ μὲ κατηνάλωσεν, ἀλλ᾽ ἐν τῇ δόξῃ τοῦ Θεοῦ ὑπάρχω, μὴ πλανᾶσϑε οὖν ὦ οὗτοι, φϑαρτὰ γὰρ εἶσι τὰ ἐπίγεια ταῦτα, καὶ ἐπίκηρα πάντα· Χριστὸς ἐστὶν ἡ ζωὴ καὶ τὸ φῶς καὶ ἡ εἰρήνη τοῦ κόσμου.

Ἦχος πλ. δ΄. Δεῦτε χριστοφόροι λαοί.
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, ϑαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον, πῶς ὁ ὁπλίτης Κυρίου, τὸ πῦρ οὐκ ἐδειλίασε· σήμερον ἔνοχος ϑανάτου, ὁ ἀοίδιμος μάρτυς ἐγένετο, ὡς κηρύξας σαφέστατα, ἐν μέσῳ σταδίου τὸν Κύριον· καὶ ταῦτα πάσχω ἐβόα, ὁ στεῤῥὸς τρανῶς λέγων· δέξαι τἀνῦν Λόγε τὴν ἄϑλησίν μου ταύτην, ὅπως τῆς σῆς με δόξης ἀξιώσῃς πολυέλεε.

Ἦχος βαρύς. Θάμβος ἦν κατιδεῖν.
Θάμβος ἦν κατιδεῖν, ἐν τῇ φλογὶ τὸν Χριστοῦ ἀϑλητήν· ἀνηλεῶς καιόμενον, ἄφϑογγον ἑστηκότα, τῷ Δεσπότῃ δὲ μόνῳ, κρυφίως ὀμιλοῦντα, δι᾽ ὃν καὶ τοὺς ἄϑλους ἀπετέλεσε, σώματι ϑνητῷ, αὐτὸν ἀνυμνήσωμεν πάντες πιστοί.

Ἦχος β΄. Ὅτε τῷ Σταυρῷ προσκ.
Ὅτε τῷ πυρὶ κατέκαυσαν, παράνομοι τὸν ϑεῖον ἀϑλοφόρον, Ἀγγέλων στρατιαί, τῇ χαρᾷ συνείχοντο, καὶ Μαρτύρων τὰ τάγματα, μυστικῶς, εὐφραινόμενα τούτῳ ἐκραύγαζον, ἡμᾶς ἐν ἄϑλοις μιμησάμενος· τῆς ζωῆς ἀντὶ τῶν φϑαρτῶν, ἀντὶ πόνου πυρός, χαρᾶς νῦν ἐναπόλαυσε, ἀντὶ τῶν ἄϑλων, στέφανον ὑπόδεξαι, ἀντὶ τοῦ σκότους, τοῦ φωτὸς ἐμφορήϑητι, ἀντὶ τῆς ϑλίψεως, χαῖρε νῦν παναοίδιμε, Χριστὸς γὰρ μόνος πέλει, μαρτύρων ἀγαλλίαμα, σὺν τῷ Πατρὶ καὶ Ἁγίῳ Πνεύματι.

Δόξα. Ἦχος πλ. α΄. Σαλπίσωμεν.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, σκιρτήσωμεν ἑόρτια, καὶ χορεύσωμεν ἀγαλλόμενοι, ἐν τῇ δι᾿ ἔτους πανηγύρει τοῦ ἀϑλοφόρου πιστοί· στρατιαὶ οὐράνιαι εὐφραινέσϑωσαν, καὶ τὸν ἀριστέα κροτήτωσαν ὕμνοις, δικαστῶν γὰρ ἤσχυνε· καὶ τῷ Χριστῷ παρίσταται νῦν, στεφανίτης ἐν οὐρανοῖς ὡς νεομάρτυς· ἡ γῆ τε καὶ ϑάλασσα τῶν ἀϑλητῶν τοῦ πρώτου καὶ πάντων βασιλέως, συνελϑόντες ϑαυμαζέτωσαν· ἡ νεότης τὸν χαληνόν, οἱ ἐν τῷ γήρᾳ τὴν βακτηρίαν· οἱ ἐν συμφοραῖς τὸν προστάτην, οἱ ἄποροι τὸν ποριστήν, οἱ ἐν εὐπορίᾳ τὸν οἰκονόμον, οἱ χειμαζόμενοι τὸν λιμένα, οἱ ἐν πελάγει τὸν συμπλωτῆρα, ἁπάντων χριστιανῶν τὸν ἀντιλήπτορα ᾄσμασι ϑεοπνεύστοις, ἐγκωμιάζοντες οὕτως εἴπωμεν ἀϑλητὰ τρισμάκαρ, Νικόλαε πανένδοξε, τοῖς σὲ ἀεὶ ἀνευφημοῦσι γνησιώς, αἰτῆσαι ἄφεσιν κακῶν, ψυχῆς τε καὶ σώματος.

Καὶ νῦν. Ἦχος πλ. α΄. Γερμανοῦ Πατριάρχου.
Σαλπίσωμεν ἐν σάλπιγγι ᾀσμάτων, προκύψασα γὰρ ἄνωϑεν ἡ Παντάνασσα μητροπάρϑενος, ταῖς εὐλογίαις καταστέφει τοὺς ἀνυμνοῦντας αὐτήν· βασιλεῖς καὶ ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν βασιλίδα κροτήτωσαν ἐν ὕμνοις· βασιλέα τέξασαν, τοῖς ϑανάτῳ κρατουμένοις πρίν, ἀπολῦσαι φιλανϑρώπὼς εὐδοκήσαντα· ποιμένες καὶ διδάσκαλοι, τὴν τοῦ καλοῦ ποιμένος ὑπέραγνον Μητέρα, συνελϑόντες εὐφημήσωμεν· τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν οὐρανῶν πλατυτέραν, τὴν ἔμψυχόν τε κιβωτόν· τὸν πυρίμορφον τοῦ Δεσπότου ϑρόνον, τὴν μανναδόχον χρυσαίαν στάμναν, τὴν κεκλεισμένην τοῦ λόγου πύλην· τῶν πάντων  χριστιανῶν τὸ καταφύγιον· ᾄσμασι ϑεηγόροις ἐγκωμιάζοντες οὕτως εἴπωμεν· παλάτιον τοῦ λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς τῆς οὐρανῶν βασιλείας, οὐδὲν γὰρ ἀδύνατον τῇ μεσιτείᾳ σου.

Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις τῶν ἀϑλητῶν ἡ κρηπίς, τὸ τῶν μαρτύρων ϑεῖον ὄντως ἐκσφράγισμα, ὁ πᾶσαν τοῦ διαβόλου καταβαλὼν ἰσχύν, καὶ πρὸς ϑείαν τρίβον καὶ σωτήριον, πιστῶς ὁδηγῶν ἀεί, τῶν βροτῶν τὰ συστήματα, χαίροις τὸ σϑένος Ἐκκλησίας καὶ καύχημα, χαίροις ἄοσμον ϑῦμα μάρτυς τοῦ κτίστου σου, χαίροις τὸ εὐωδέστατον Χριστοῦ καλλιέργημα, ὃ τῶν πιστῶν σου τὴν μνήμην, τελούντων ῥύστης καὶ πρόμαχος·Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοϑῆναι τὸ μέγα ἔλεος.

Στίχος. Δίκαιος ὡς φοῖνιξ ἀνϑίσει.

Χαίροις ὁ τῇ ἀγάπῃ Χριστοῦ πυρποληϑεὶς καὶ πρὸς ἀγῶνας καὶ σκάμματα, χωρήσας γενναιοφρόνως, καὶ τῷ Θεῷ προσαχϑείς, ὥσπερ ἄρτος ὄντως εὐωδέστατος, πιστῶν τὸ προσφύγιον· τῶν νοσούντων ἀνάῤῥωσις, ἡ ϑεία σκέπη, ἀϑλητῶν τὸ ἐκσφράγισμα, τῶν ἐν ϑλίψεσι πονουμένων παράκλησις, δώρησαι τοῖς ὑμνοῦσί σε, ψυχῆς τε καὶ σώματος, ἀπαλλαγήν τε καὶ λύσιν τῶν δυσχερῶν μάρτυς ἔνδοξε, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στίχος. Πεφυτευμένος

Ἄστρον Ἀνατολῆς νοητῆς τῷ στερεώματι Χριστοῦ ἀνατέταλκας, παμμάκαρ τῆς Ἐκκλησίας, καὶ δαδουχεῖς τὰς ψυχάς, τῶν προσφευγόντων ἐν τῇ λάμψει σου, ὐφ᾽ ἧς ἐλλαμπόμενος, τῶν παϑῶν ἐκδιώκομεν, τὴν σκοτομῆνιν, καὶ τὸ φῶς τὸ τῆς χάριτος. εἰσδεχόμενος· σοῦ τὴν μνήμην γεραίρομεν, ὅϑεν Χριστὸν δυσώπησον, ῥυσϑῆναι κολάσεως, τοὺς ἀνυμνοῦντάς σε πόϑῳ, καὶ μεγαλύνοντας πάντοτε, Νικόλαε μάρτυς, τῶν πταισμάτων· ἱλασμόν τε δοῦναι καὶ ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀϑλοφόρε Νικόλαε, τῶν μαρτύρων ἐκσφράγισμα, σὺ καϑάπερ κρῖνον, ἐν αὐλαῖς Κυρίου ἐξήνϑησας τῶν πιστῶν τὰς φρένας, ἄριστα εὐωδιάζον, καὶ ὡς δένδρον ἀειϑαλλές, τὸ παρὰ τὰς ὑδάτων διεξόδους, καρπὸν φέρον ὥριμον, ἐπευφραίνεις τοὺς μετέχοντας. ὅϑεν καὶ ὑμᾶς τοὺς ὑμνοῦντάς σε περιφρούρησον, ἐκ παντοίας βλάβης δεινῶς ἐπερχομένης, ὅπως σὲ ἐν ὕμνοις γεραίρωμεν σωζόμενοι· τὸν πατέρα δοξάζοντες, τὸν παρέχοντα πᾶσιν ταῖς σαῖς ἱκεσίαις τὸ μέγα ἒλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὸ τροπάριον.
Ὠς τῶν ἀϑλοφόρων ὁμότροπος καὶ τῶν ἐν ἀνάγκῃ ὑπέρμαχος, τῷ Δεσπότῃ τῶν ὅλων ἱκέτευε· εἰρήνην τῇ Οἰκουμένῃ δωρήσασϑαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Τό, Θεοτόκε Παρϑένε, καὶ ἀνάγνωσις τῶν Ἄρτων.

Τίϑεμεν καὶ ἀνάγνωσιν εἰς τὸ Ἐγκώμιον τοῦ Ἀγίου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Εἰς τὴν α΄ στιχολογία. Κάϑισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νομίμως ἐνήϑλησας, σϑένει τοῦ Πνεύματος παμμάκαρ Νικόλαε, καὶ κατηδάφισας, δαιμόνων τὴν ἔπαρσιν, ὅϑεν σε συνελϑόντες, εὐφημοῦμεν ἐν ὕμνοις, μνήμην σου τὴν Ἁγίαν, ἐτησίως τελοῦντες, δι᾿ ὃ μὴ παύσῃς πρεσβεύων ὑπὲρ τῶν δούλων σου. (Δὶς)

Θεοτοκίον.
Μαρία ϑεόνυμφε καὶ Παντευλόγητε, πιστῶν ἡ ἀντίληψις καὶ τὸ προσφύγιον, πρὸς σὲ καταφεύγοντα, οἴκτειρόν με καὶ σῶσον, ἐκ χειρὸς πολεμίου, λύτρωσαί με κινδύνου, καὶ παντοίας ἀνάγκης, ἵνα ὑμνῶ σε σωσμένος, σὲ τὴν Πανάμωμον.

Εἰς τὴν β΄. Στιχολογία. Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Ὠς ἐπὶ πέτραν ἀκλινῆ τῶν δογμάτων, τῶν τοῦ Χριστοῦ στερεωϑεὶς γενναιόφρον, τὰ τῶν ἀϑέων δόγματα κατέπτυσες· ὅϑεν καὶ πρὸς ἄϑλησιν προσεχώρησας μάρτυς, θεία τοῦ Δεσπότου σου, δυναμούμενος δώμῃ, ἧ καὶ πρεσβεύων πάντοτε τρανῶς, ὑπὲρ τῶν πίστει καὶ ποθῷ τιμώντων σε.

Ὅμοιον. Θεοτοκίον.
Ἡ ἀπὸ γῆς πρὸς οὐρανὸν τεταμένη, ἄυλος κλίμαξ μυστικῶς προετύπου, τὴν λογικὴν καὶ ὄμψυχόν σου κλίμακα, σὺ γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ καϑελοῦσα, ἥνωσας Πανύμνητε, τὰ τὸ πρὶν διεστῶτα· τὸν οὐρανὸν συνάψασα τῇ γῇ, καὶ τοὺς βροτοὺς τοῖς Ἀγγέλοις ἑνώσασα.

Μετὰ τὸν Πολυέλεον. Κάϑισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν τοῦ λόγου.
Νίκην τῆς τοῦ Δεσπότου σου γεγονώς, ἀπολαύεις ἐνϑέου μάκαρ τρυφῆς, χοροῖς αὐλιζόμενος τῶν μαρτύρων νεομάρτυς, ἐν γὰρ σταδίῳ πλάνην ἀϑέων διήλεγξας, καὶ τὸν Χριστὸν τοῖς πᾶσι, Θεὸν ἀνεκήρυξας, ὅϑεν καὶ τὸ σῶμα, τὸ σεπτόν σου ἐν ἥλῳ· πυρὶ δαπανόμενον, ἀπαράτρωτος ἔμεινας, ἀϑλοφόρε Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτῶν ἄφεσιν δωρήσασϑαι, τοῖς ἑορτάζουσι πόϑῳ τὴν Ἁγίαν μνήμην σου. (Δὶς)

Ὅμοιον. Θεοτοκίον.
Χαῖρε κλίμαξ ἣν ἴδε πρὶν Ἰακώβ, ἡ κατάγουσα ἄνωϑεν τὸν Θεόν, καὶ γῆϑεν ἀνοίγουσα, τοῖς βροτοῖς πρὸς οὐράνια, χαῖρε Κυρία κόσμου, καὶ Κτίστου λοχεύτρια, ἡ τετοκυῖα Λόγον, Πατρὶ τὸν συνάναρχον, χαῖρε φωτοφόρε, καὶ πυρίμορφε ϑρόνε, καὶ τράπεζα φέρουσα, τὸν τροφέα τῆς κτίσεως, χαῖρε κόσμου κοσμήτρια, κόσμησον κἀμοῦ τὴν ψυχήν, ὡς τεκοῦσα τὸν κόσμον κοσμήτορα, ἵνα πίστει καὶ πόϑῳ δοξάζω σε Δέσποινα.

Τὸ α΄ ἀντίφωνο τοῦ δ΄ Ἤχου.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, ὡσεὶ ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Εὐαγγέλιον ἐκ τοῦ Ματϑαῖον.
(Κεφ. ι΄ 16-22)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα….

Μετὰ τὸν Ν΄ ( 50 ) Ψαλμό.

Ἦχος. πλ. β΄. Τίς μη μακαρίσῃ.
Τίς μη μακαρίσῃ σου τὴν στεῤῥὰν καρτερίαν; τίς μὴ ἀνυμνήσῃ σε, ἀϑλοφόρε πολύτλα; τὸν γὰρ ἀχρόνως, ἐκ γαστρὸς ἐκλάμψαντα παρϑενικῆς, δι᾿ ἡμᾶς γεγονότα ἄνϑρωπον ἀνεκύρυξας στεῤῥῶς· μὴ δειλιάσας βασάνους, ἀπείρους Νικόλαε, ξίφοις τὴν ἐκτομήν, πυρὸς τὴν καῦσιν, ὑφ᾽ ἥνπερ καιόμενος, ἀπαράτρωτος ἔμεινας· Μεγαλομάρτυς πανεύφημε, δι’ ὃ ἱκέτευε Χριστὸν τὸν Θεὸν τὸν παντάνακτα, ἐλεηϑῆναι τὰς ψυχὰς ἡμῶν.

Οἱ κανόνες.

Ὁ κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἰρμῶν εἰς ς΄
Οἱ δὲ δύο τοῦ Ἁγίου ἀνὰ δ΄.

Ὁ Κανὼν τῆς Θεοτόκου οὗ ἡ ἀκροστιχίς·
Ἡ τὸν Λόγον τέξασα, δίδου μοι λόγον. Ἐν δὲ τῇ θ΄. Ἀμήν.

Δόξα. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἡ κόσμον κοσμήσασα, τὴν εὐκοσμίαν ὡς τέξασα, τὸν κόσμον κοσμήτορα, κόσμησον δέομαι, Θεοκόσμητε, τὴν ἄκοσμον ψυχήν μου, εὐκόσμοις κοσμοῦσάν σε, ὕμνοις Πανύμνητε.

Τὸν Λόγον Πανάχραντε, τὸν τοῦ Πατρὸς σωματώσασα· ἡμᾶς ἠλευϑέρωσας, ἐκ τῶν ἀλόγων παϑῶν· ὅϑεν λόγοις σε εὐλόγοις καταχρέος, πάντες μεγαλύνομεν καὶ μακαρίζομεν.

Ὅρος ἀλατόμητον, ὁ Δανιὴλ πρὶν τεϑέαται, ἐξ οὗ λίϑος Πάναγνε, ἄνευ χειρὸς ἐκτμηϑείς, πᾶσαν ἤμβλυνας τὴν ὁρωμένην στήλην, σὲ προδιεχάραττε καὶ ὃν γεγέννηκας.

Ναόν με Πανάχραντε τῶν θεικῶν ἐκλάμψεων σὺ μόνη ἀπέργασαι, ὡς ἂν δοξάζω σε, τὴν δοξάσασαν, τὴν ἄδοξον οὐσίαν ἡμῶν τῶν ἐνδόξως σὲ νῦν δοξαζόντων Ἁγνή.

Ὁ κανὼν τοῦ Ἀγίου, οὗ ἡ ἀχροστιχίς·
Τὸν ἀρτιφανῆ Μάρτυρα μέλπων ϑέμις,

Ἐν δὲ τοῖς δισὶ τροπαρίοις τῆς θ΄. Δαμασκηνοῦ.

Ἦχος πλ. β΄. Κύματι ϑαλάσσης.
Τίμιος τῷ ὄντι ὁ ϑάνατος Μάρτυς ὁ σὸς ἐπέφανες, Κυρίου ἔναντι, ὃν ἐκδυσώπει παμμάκαρ, οὐρανόϑεν ϑείαν ἔλαψιν, παράσχειν μοι πόθῳ σου, γεραίροντι τὴν ἄθλησιν.

Ὅλος ἀπὸ βρέφους, Θεῷ ἀνετέϑης, τῷ Παντοκράτορι, μάρτυς Νικόλαε, δι᾿ ὃ καὶ τοῦτον ὑστέρως, τοῖς γενναίοις σου ἀϑλήμασι, μεγαλύνας ἤσχυνας ἐχϑρὸν τὸν ἀνομώτατον.

Νέκρωσιν τῷ γένει, βροτῶν ὁ τεκτήνας, διὰ τῆς βρώσεως, ξύλου τῆς γνώσεως, νῦν ἡττηϑεὶς παναρίστως, ὑπὸ σοῦ τοῦ γενναιόφρονος καταστῶμαι δείλαιος δεινῶς καταπατούμενος.

Θεοτοκίον.
Ἅπας ἐγκωμίων, ἡττᾶται Παρϑένε, νόμος σαφέστατος σοὶ προσβαλλόμενος· ἀλλ᾽ ὅμως δέχου καὶ ταύτην τὴν ᾠδὴν νῦν σὺν τῷ μάρτυρι, καὶ τοῖς πρόσω λόγον μοι, κατάπεμψον Πανάχραντε.

Ἒτερος Κανὼν τοῦ Ἀγίου, οὗ ἡ ἀχροστιχίς, κατ᾿ ἀλφάβητον.
Ἐν τοῖς Θεοτοκίοις, τοῦ αὐτοῦ.

Ἦχος. πλ. δ΄ Ἀρματηλάτην Φαραώ.
Ἁμαρτιῶν μου καὶ παϑῶν τὴν ζόφωσιν, μακρὰν ἀπέλασον, μονογενῆ Λόγε, τῇ παναλκεστάτῃ σου δυνάμει καταύγασον, τῆς ψυχῆς μου τὰς κόρας, ἀμαυρωϑείσας τοῖς πάϑεσι, μάρτυρος τοῦ σοῦ παρακλήσεσιν.

Βεβηλωμένον με σαρκὸς τοῖς πάϑεσιν, ὑσσώπῳ κάϑαρον, σῶν πρεσβειῶν Μάρτυς, καὶ τὴν τῶν αἰσϑήσεων, διπλῆν πεντάδα φώτισον, κληρουχίας τῆς ἄμφω, συγκληρονόμον δεικνύων με, καὶ τρυφῆς ἐνθέου συμμέτοχον.

Γῆθεν μετέστη πρὸς τρυφὴν ἀδάπανον, ὑπενεγκὼν σταϑερῶς τὰ τῶν πληγῶν στίφη, καὶ τὴν τοῦ φλογίζοντος, πυρὸς μὴ δείσας κάμινον, ἀλλ᾽ ἀνδρείως ἐλέγξας, τὴν τοῦ πατρὸς τάττοντος ἄνοιαν, ἔσεσϑαι σαφῶς ἀρνησίϑεον.

Θεοτοκίον.
Τὸν ὑπεράγαϑον Θεὸν ἡ τέξασα, κεκακομένην ἀεί, τὴν ψυχήν μου μόνη, ἀρεταῖς ἀγάϑυνον, ὡς ἀγαϑὴ ὑπάρχουσα Θεοτόκε παρϑένε, ὅπως ἀξίως δοξάζωμεν, τὴν βροτῶν τὸ γένος δοξάσασαν.

ᾨδὴ  γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Λυχνία ἑπτάφωτος Παρϑένε, καὶ ῥάβδος ἡ πρὶν τοῦ Ἀαρών, σὲ προσεδήλουν ἄχραντε, ἡ μέν, ὡς τὰς τοῦ Πνεύματος δυνάμεις περιφέρουσαν, ἡ δέ, ὡς τέξασαν Κύριον.

Ὁ σὸς Παναμώμητε προπάτωρ, καὶ πάντες ἐῤῥύσϑημεν φϑορᾶς, τῷ ξένῳ καὶ ἀφράστῳ σου, τόκῳ Θεοχαρίτωτε, διὸ καὶ νῦν αἰτούμενος, τοῦ λυτρωϑῆναι κολάσεως.

Γεδεὼν ὁ πόκος προεδήλου, καὶ βάτος ἡ ἄφλεκτος Ἁγνή, ὁ μέν, ὡς δεξαμένην σε, ὀμβροντίον ἐπουράνιον, ἡ δὲ ὡς τῆς ϑεότητος τὸ πῦρ ἀφλέκτως ἐνέγκασαν.

Ὅρος σε κατάσκιον ἐκάλει, Παρϑένε ὁ θεῖος Ἀββακούμ, ἐξ οὗ προῆλϑεν ἅγιος, ὁ τῶν Ἁγίων ἅπασαν, τὴν χερσωϑεῖσαν πάϑεσι, φύσιν ἡμῶν καϑαιρόμενος.

Ἄλλος. Σὲ τῶν ἐπὶ ὑδάτων.
Ῥώμην ἐξ ὕψους ϑείαν, δεδώρηται ὁ κτίστης τῶν ἁπάντων, σοὶ ϑεοκῆρυξ μάκαρ, δι᾽ ὁ ἀνδρείως ὑπέφερας, ἐν τῇ πυρὶ φλεγόμενος, μάρτυς Νικόλαε, πάντων ἀϑλητῶν ἀγλάισμα.

Τύραννον ἐπηρμένον, κατέῤῥαξεν εἰς γῆν ὀφρῦν τοῦ πλάνου, σαφῶς ᾧ ϑεοκῆρυξ, τοῖς σοῖς γενναίοις ἀϑλήμασι· δι’ ὃ Χριστῷ ἐκραύγαζεν, οὐκ ἔστιν Ἅγιος πλὴν σοῦ Κύριε φιλάνθρωπε.

Ἴε μέν σε ϑεοκῆρυξ, οἱ πόϑῳ σου τελοῦντες τὴν φωσφόρον, πανήγυριν ἐν ὕμνοις· ἐν τοῖς κινδύνοις ὑπέρμαχον, καὶ ἀῤῥωγὸν ἐν ϑλίψεσι, διὸ βοῶμέν σοι, χαίροις ἀϑλητὰ Νικόλαε.

Θεοτοκίον.
Φύσεως μεταμείψας, ϑεσμοὺς ὁ κτίστης Κόρη τῶν αἰώνων, προῆλϑεν ἐκ νηδύος τῆς σῆς ἀσπόρως Πανύμνητε, καὶ τὴν βροτῶν ἐϑέωσε, φϑαρεῖσαν πάϑεσι, φύσιν ὡς Θεὸς καὶ Κύριος.

Ἄλλος. Ὁ στερεώσας καταρχάς.
Δυναμωθεὶς ὁ Δανιήλ, τῇ τοῦ Θεοῦ πανοπλίᾳ, ἐξελϑῶν τε ἀσυνὴς ἐκ τοῦ λάκκου, ἐξωλόϑρευσε δαίμονας τοὺς τούτου κατακρίναντας· οὐδὲ τῇ καρτερίᾳ δαιμόνων στίφη διώλεσας.

Ἐπὶ τὴν ἄβυσσον τῆς σῆς φιλανϑρωπίας προσπίπτω, ἐξαιτούμενος κακῶν μου τὴν δύσιν, ἀλλ᾽ ὡς μόνος συμπαθὴς καὶ φύσει πολυέλεος, πρεσβείαις οἴκτειρόν με, τοῦ σὲ γεναίως κηρύξαντος.

Ζῶσι φησὶν ὁ Σολομών, οἱ δίκαιοι ἐν Κυρίῳ, τῶν, τῶν καμάτων ἀπολαύοντες γέρα, διὸ τούτων σὺ γεγονώς, ὁμόζηλος Νικόλαε, διάδημα τοῦ κάλλους, ἐκ τῆς χειρὸς Θεοῦ δέδοξαι.

Θεοτοκίον.
Ὁ καταβὰς ἐξ Οὐρανοῦ, καὶ τὴν σὴν μήτραν οἰκήσας, οὐρανόν σε λογικὸν τοῖς ἀνϑρώποις, ἀναδείκνυσιν ἀεί, τῶν οὐρανῶν ὑπέρτερον, δι᾿ ὁ μὴ παύσῃ τοῦτον ὑπὲρ ἡμῶν εὐμενίζουσα.

Κάϑισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐπιλάμψει ϑεϊκῇ, καταυγασϑείς σου τὴν ψυχήν, τὸν συνάναρχον Υἱόν, Πατρὶ καὶ Πνεύματι στεῤῥῶς, ἐν τῷ σταδίῳ ἐκήρυξας Ἀϑλοφόρε, πάντων τῶν κτιστῶν ὄντα Κύριον, ὅϑεν  καὶ δεινῶς μαστιζόμενος, καρτερικῶς ἐκραύγαζας παμμάκαρ, οὐδὲν τούτου δυνήσεται ποτὲ χωρίσαι, ἀλλὰ γενναίως βούλομαι ἐκκαυϑῆναι. (Δίς)

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Νύμφη σε Πανάμωμον, οἱ εὐκλεεῖς, Κόρην τοῦ Πατρὸς προκατήγγειλαν Προφῆται πάλαι, καὶ γεννήτριαν Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος ϑεῖον οἰκητήριον Ἄχραντε.

Τόμον ὁ Προφήτης σὲ Μῆτερ Θεοῦ, πάλαι προεώρα ἐν πνεύματι· ἐν ᾧ ὁ Λόγος ἐγγραφεὶς τῷ τοῦ πατρὸς δαχτύλῳ διεγράψατο βίβλῳ τῆς ζωῆς τοὺς τιμῶντάς σε.

Ἔλκει με Πανάχραντε, πρὸς σὴν μολπήν, πόϑος ὁ ἐγκάρδιος πάντοτε, ἀλλὰ ναρκοῦμαι πρὸς τὸ ἄτεχνον ὁρῶν, ὅπερ ὡς οἷδας Πάναγνε, ἔκστρεψον καὶ δεῖξόν με εὔτεχνον.

Ξένον τερατούργημα, εἶδεν ἐν σοί, φύσις ὁρατὴ καὶ ἀόρατος, τὸν γὰρ ἀχρόνως, ἐκ νηδύος πατρικῆς, ἐκλάμψαντα γεγέννηκας ἄνωϑεν ὠδύνην Θεόνυμφε.

Ἄλλος. Τὴν ἔναστρόν σου ϑείαν.
Ἀπαμφιάσω τῆς νεκρώσεως τὸν χιτῶνα σοφέ, τυπτόμενος ἀδίκως, δι᾿ ὁ πρὸς τὴν ἀνώλεϑρον ἔφϑασες ζωήν, ἐνδυδόμενος μάρτυς ϑεῖον ἱμάτιον.

Μάρτυς νύχτα βαϑεῖαν ἀπεμείωσας, ἀϑεΐας σαφῶς, ὦ ϑεοκῆρυξ Μάρτυς, τοῖς ϑείοις σου διδάγμασιν, ὅϑεν πρὸς τὸ φῶς τῆς Ἁγίας Τριάδος, χαίρων κατήντησας.

Ἡμέρα σήμερον ἀνέτειλε, ϑυμηδὴς δι᾿ ἡμᾶς, πληροῦσα τοὺς ἐν ταύτῃ, γεραίροντας τὸν αἴτιον, ᾄσμασι σεπτοῖς, τὸν στεῤῥὸν ἀϑλοφόρον ϑεῖον Νικόλαον.

Θεοτοκίον.
Μήτραν οἰκήσας τὴν σὴν Ἄχραντε, ὁ Υἱὸς τοῦ Θεοῦ προῆλϑεν σαρκοφόρος, καὶ τοῖς βροτοῖς ἐγνώρισται ἄνϑρωπος ὁμοῦ, καὶ Θεὸς κατ᾽ οὐσίαν, πέλων σαφέστατα.

Ἄλλος. Σύ μου ἰσχύς.
Ἡ φωταυγής σου καὶ φωσφόρος πανήγυρις, νῦν ἐπέστη, πάντας καταυγάζουσα τοὺς περιϑέοντας ἐν αὐτῇ, καὶ τὸν δεδωκότα ὑπομονήν σοι δοξάζοντας, καὶ σὲ μακαριοῦντας, τὸν τὸ πῦρ τὸ φλογίζον, μηδαμῶς δειλιάσαντα ἔνδοξε.

Θέσει Θεόν σε ἀπειργάσατο Κύριος, ὅνπερ πάλαι, σταθερῶς ἐκήρυξας, ἐν τῷ σταδίῳ παρεστηκώς, ὅϑεν οἱ τιμῶντες τὴν φωταυγῆ σου πανήγυριν, δειχϑείημεν τῆς ἄνω μέτοχοι βασιλείας, ταῖς πρεσβείαις σου μάρτυς Νικόλαε.

Ἴδιμοι σέ, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἱλεοῦντα, Κύριον τὸν εὔσπλαχνον, ὑπὲρ ἡμῶν τῶν ἐπὶ τῆς γῆς, σὲ μακαριούντων, καὶ κεκτημένων σε πρόμαχον, φρουρόν τε καὶ προστάτην, καὶ προϑύμως ὠδήν σοι, κομιζόντων παμμάκαρ ἱκέσιον.

Θεοτοκίον.
Ὑψοποιῶν, τοὺς γηγενεῖς ὁ φιλάνϑρωπος ἐκ γαστρός σου, σάρκα προσλαβόμενος, ὥφϑη βροτοῖς, ἄνϑρωπος ὁμοῦ καὶ Θεὸς ὑπάρχων, καὶ πάντας ἀνεκαλέσατο πρὸς φῶς ϑεογνωσίας, ὃν ἱκέτευε κόρη καὶ ἡμᾶς οἰκτειρῆσαι τοὺς δούλους σου.

ᾨδή ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἁγίων Ἁγίαν σὲ κηρύττομεν τὸν Ἅγιον, σὺ γὰρ τῶν Ἁγίων ὑπεράγνως, τεκοῦσα, πάντας ἡμᾶς ἡγίασαν ὅϑεν τιμῶμεν ἱεροῖς, Κόρη μελωδήμασι, καὶ συμφώνως γεραίρομεν.

Σοφίας με Πάναγνε, καὶ σῆς ἰσχύος ἔμπλησον, τρίβους τε εὐϑείας τοῦ Υἱοῦ σου, νῦν βηματίζειν ὀρϑῶς εὐώδωσον ὅπως σεσωσμένος σε ὑμνῶ, Κόρη παναμώμητε, ὁ ἀχρεῖος ἱκέτης σου.

Ἁγνείας σε τέμενος καὶ ϑεῖον ἐνδιαίτημα, εὑρηκὼς ὑπάρχουσαν Παρϑένε· ὁ πάντων Κτίστης ἐν σοὶ κατώκησε, σάρκα εἰληφὼς ἄνευ σπορᾶς, καὶ πάντας ἀνέπλασε, τοὺς φϑαρέντας τοῖς πάϑεσιν.

Δαυῒδ προδιέγραψε, βασίλισσαν Πανύμνητε, ἐν ἱματισμῷ διαχρύσῳ, παρισταμένην τῷ Παντοκράτορι, ὥσπερ ὡς Υἱῷ σου καὶ Θεῷ, πρέσβευε ῥυσϑῆναί με ἐκ παντοίας κακώσεως.

Ἄλλος. Θεοφανείας σου Χριστέ.
Ἅρμα τὸ πῦρ πρὸς οὐρανόν, σὲ Ἀϑλητὰ ἐπανάγον ὑπῆρξε, δι᾿ οὗ ἔφϑασες Νικόλαε, ἔνϑα τῶν Μαρτύρων τὰ τάγματα, μιμητὴς γεγονὼς τούτων σαφέστατα, τὸ γὰρ πῦρ οὐδόλως κατέπληξας μαρτύρων ἐγκαλώπισμα.

Ῥήτωρ ἐδείχϑης ἀληϑής, τὰς συμπλοκάς, τῶν ἀϑέων τυράννων, διαλύσας Μάρτυς ἐνθεώτατα, ὅϑεν συναγάλλου τοῖς Μάρτυσι, συνεφάμιλλος γεγονὼς ἐν πόλῳ ἒνδοξε, καὶ τὴν ϑείαν δόξαν, τρανώτερον καϑορῶν ἡμᾶς περίεπε.

Τέτρωσαι, Μάρτυς τῇ Χριστοῦ, ὡς ἀληϑῶς κραταιᾷ ἀγαπήσει, διὰ τοῦτο σταϑερῶς διήλεγξας, τοῖς σεπτοῖς σου λόγοις Νικόλαε, τοὺς τῆς πλάνης υἱούς, ὀμοῦ τε καὶ προΐστορας, ὡς μὴ σεβομένους Χριστὸν τὸν εἰς τὴν γῆν ὀφϑέντα ἀμνόν.

Θεοτοκίον.
Ὑψώσας Κόρη τῶν βροτῶν, παναληϑῶς τὴν πεσοῦσαν οὐσίαν, ὡς τεκοῦσα τὸν αὐτῆς κοσμήτορα, ὅϑεν ὡς προέφης σωζόμεναι, γενεαί σε πᾶσαι τρανῶς νῦν μακαρίζουσι, καὶ τῷ Ἀγγέλῳ, βοῶσι, χρεωστικῶς· χαῖρε Πανάχραντε.

Ἄλλος. Ἵνα τί με ἀπώσω.
Κρίνον ὥσπερ παμμάκαρ, ψαλμικῶς ἐν αὔλαξι ταῖς τοῦ Κυρίου σου, ἱερῶς ἀνέφη τὰς ψυχὰς καϑηδῦνον τῶν πίστει σοι, προσιόντων Μάρτυς, ἱκετικῶς τε ἐξαιτούντων, τῆς γεέννης ῥυσθῆναι πρεσβείαις σου.

Λυμανθεὶς ταῖς δολίαις μηχαναῖς τοῦ δράκοντος, πρὸς σὲ κατέφυγον ἰαϑῆναι τάχος, ἱκετεύω σε Μάρτυς ὡς ἔχοντα, παῤῥησίαν ὄντως, πρὸς τὸν ἁπάντων Βασιλέα, ὑπὲρ οὗ τοὺς ἀγῶνας διήνυσας.

Νικητὴς κατὰ πάντα τῶν πρὸ σοῦ γενόμενος Μαρτύρων ἔνδοξε, νῦν ἐπαπολαύης, σὺν αὐτοῖς. ἐν ἁγίων σκηνώμασι, δωρεῶν ἀπείρων, ὧν περ ἱκέτευε τυχεῖν με ἀϑλητὰ τοῦ Κυρίου Νικόλαε.

Θεοτοκίον.
Ἀφθαρσίας τὸν στάχυν, ἄρουρα βλαστήσασα ἡ ἀγεώργητος, τὴν ψυχήν μου πάσης ἀρετῆς τῇ ἐνδείᾳ λιμώττουσαν, ἔμπλησον καὶ δεῖξον, καρποὺς ἐνθέους ταῖς ἀρδείαις τῶν δακρύων βλαστάνοιτε Ἄχραντε.

ᾨδὴ ς΄. Τὴν ϑείαν ταύτην.
Ἰάσω φύσιν τὴν βρότειον, φϑαρεῖσα τῇ ἀπάτῃ τοῦ ὄφεως, Χριστὸν κυήσασα, Παρϑενομῆτερ ϑεόνυμφε, τὸν τοῖς βροτοῖς διδόντα πλούσιον ἔλεος.

Δαυΐδ σε πάλαι ἀλήϑειαν, ἐκάλει ἐκ τῆς γῆς ἀνατείλασαν, Παρϑένε πάνσεμνε, ἐν ἧ ἐξ ὕψους διέκυψε, δικαιοσύνη ϑεία καὶ ἀπολύτρωσις.

Ὁ πάντων κτίστης καὶ Κύριος, ἐκ σοῦ σωματωθεὶς Παναμώμητε, λύμην κατέπαυσε, πολυϑεΐας καὶ ἔνδειξε ϑεογνωσίας φέγγος πᾶσι τοῖς πέρασιν.

Υἱὸς ἀνάρχου γεννήτορος, καὶ λόγος πεφηνὼς ϑείου πνεύματος, βροτοῖς ὡμίλησε, σάρκα λαβὼν Παναμώμητε, ἐκ σοῦ ὁ τῶν ἁπάντων κτίστης καὶ Κύριος.

Ἄλλος. Συνεσχέϑη ἀλλ᾽ οὐ κατεσχέϑη.
Ῥὡμαλαίῳ καὶ σταϑεῤῥωτάτῳ, Μάρτυς φρονήματι πεισθείς, ὡς λέων πρὸς βασάνους, προσεχώρησας ἀνδριοφρόνως, καὶ συμπατήσας, τὸν ἐχϑρὸν σαφέστατα, τῷ τῆς νίκης στεφϑεὶς στεφάνῳ, ἀνῆλϑες ἔνδοξε πρὸς Θεὸν νικητής, ὅϑεν οἱ πιστοὶ σὲ μακαρίζομεν.

Ἀσεβείας ἀλλ᾽ οὐκ εὐσεβείας, ἤλεγξας Μάρτυς τοὺς ἐναγεῖς, ἔχων ἐν σοὶ λαμπρὰν τὴν τοῦ Πνεύματος φωτοφόρον χάριν, ὦ ϑεοκῆρυξ ἀϑλητὰ Νικόλαε, διὰ τοῦτο καὶ πυρὸς ἐνύλου, σὺ κατεφρόνησας προσδοκῶν ἀληϑῶς, ϑείαν ἀμοιβὴν Μάρτυς πανάριστε.

Μακαρίας καὶ ἐλπιζομένης, ἔτυχες Μάρτυς δωρεᾶς, τῆς γὰρ μετὰ Μαρτύρων κατηξίωσαι χοροστασίας, ὡς μεγάλην τοῖς στεῤῥοῖς ἀκαμμάτοις σου, τὸν τὰ σύμπαντα νεύματι μόνῳ σοφῶς ἰϑύνοντα, ἧς τυχεῖν καὶ ἡμᾶς πρέσβευε Χριστῷ τοὺς ἀνυμνούντας σε.

Θεοτοκίον.
Ἐπί σέ μου πᾶσαν ἀνεϑέμην, Κόρη ἐλπίδα ψυχικήν, ὁμοῦ σωματικήν τε, διὸ Πάναγνε ὡς βούλει μόνη σὺ πρὸς τὸ ϑεῖον τοῦ Υἱοῦ σου ϑέλημα, καϑοδήγησον τὴν παναϑλίαν ψυχήν μου δέομαι, μὴ ἑῶσαι δεινοῖς πταίσμασιν ἀεὶ καταποντίζεσϑαι.

Ἄλλος. Τὴν δέησιν ἐκχεῶ.
Ναμάτων, τῶν ζωηρῶν τερπόμενος, ἐν σκηναῖς ἐπουρανίοις παμμάκαρ, διηνεκῶς ἀπολαύῃς γενναίως, αὐτομολήσας πρὸς ἄϑλα καὶ σκάμματα, δι᾽ ὃ μὴ παύσῃ χαλεπῶν, ἐκ κινδύνων ἐξαίρων τοὺς δούλους σου.

Ξενάγισον, καὶ ἡμᾶς τοὺς πόϑῳ σου τὴν φαιδρὰν ἐπιτελοῦντες ἡμέραν, ἐν τῇ φρικτῇ τοῦ Δεσπότου τραπέζῃ, ὡς παῤῥησίαν πλουτίσας πανένδοξε, τρανώτερόν τε καϑορῶν, ὃν ἐν γῇ ἐκ καρδίας ἐπόϑησας.

Ὁ πάλαι, τῷ νομοϑέτῃ Κύριος, ἀμυδρώτερον ὠφϑεὶς ἐν τῷ ὄρει, πλάκας διδοὺς γεγραμμένας τὸν νόμον, αὐτός σοι δώμην παμμάκαρ δεδώρηται, Νικόλαε μάρτυς Χριστοῦ, μὴ τὸ πῦρ δειλιᾶσαι τὸ πρόσκαιρον.

Θεοτοκίον.
Ὑπέφηνεν ὁ δαδίτης Μαρία σε τοῦ τῶν ὅλων βασιλέως Παρϑένε, κράζων τρανῶς διαχρύσω ἐσϑῆτι, πεποικιλμένη ἐν δόξῃ παρέστι σοι, βασίλισσα ἡ σὲ φρικτῶς, τετοκυῖα τῆς δόξης τὸν Κύριον.

Κοντάκιον. Ἦχος. πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, τῶν προσφευγόντων ἐσαεὶ ὑπὸ τὴν σκέπην σου, προσκομίζομεν τὸν ὕμνον σοι Ἀϑλοφόρε, ἱκετεύοντες ῥυσϑῆναι πάσης ϑλίψεως. Ταῖς πρεσβείαις σου Ἀϑλητὰ παναοίδιμε, ἵνα κράζωμεν· χαίροις μάρτυς Νικόλαε.

Ὁ Οἶκος.

Ἄπαντες τὴν στεῤῥάν σου καὶ ϑείαν καρτερίαν ἐκπληττόμενοι Ἀϑλοφόρε, Χριστὸν τὸν στεφοδότην ὑμνοῦμεν ἀγαλλόμενοι, καὶ σοὶ τῷ στεφανίτῃ τὴν ᾠδὴν προσάγοντες, βοῶμεν ταῦτα·

Χαίροις, ὁ τοῖς πᾶσι τὸν Χριστὸν καταγγείλας·
χαίροις, ὁ τὴν πλάνην τῶν ἀπίστων ἐκφαυλίσας.
Χαίροις, τῶν Μαρτύρων τὸ ϑεῖον κειμήλιον·
χαίροις, τῶν ἀνϑρώπων τὸ μέγα προσφύγιον.
Χαίροις, ὅτι συνεπεύφρανες τῶν Ἀγγέλων τὴν πληϑύν·
χαίροις, ὅτι κατεπάτησας τῶν δαιμόνὼν τὴν ἰσχύν.
Χαίροις, ὁ φανεὶς Μάρτυς ἐν τῷ τοῦ κόσμου τέλει·
χαίροις, ὁ ἐκ γλώττης ἀποστάξας γλυκὺ μέλι.
Χαίροις, χοροῖς Μαρτύρων ἐφάμιλλε·
χαίροις, βροτοῖς διδοὺς ῥῶσιν πάντοτε.
Χαίροις, πιστῶν ὁ φρουρὸς καὶ ῥύστης·
χαίροις, ἐχϑρῶν ὁ στεῤῥὸς διώχτης.

Χαίροις μάρτυς Νικόλαε.

Μηνὶ τῷ αὐτῷ ΙΔ΄. Τοῦ Ἁγίου μεγαλομάρτυρος Νικολάου τοῦ νεοφανοῦς

Πῦρ ὑπενεγκῶν Νικόλαε τρισμάκαρ
Γῆϑεν μετέστης πρὸς Μονὰς αἰωνίους
Κάτϑανε Νικόλεως δεκάτη πυρὶ ἣ δὲ τετάρτη.

Οὗτος ὁ τοῦ Χριστοῦ γενναίως Μάρτυς ὑπῆρχεν ἐξ εὐτελοὺς τινος χώρας, ἐπὶ χωρίων ἔϑει, Ψάρη τὴν κλῆσιν ἐσχηκείας περίπου τῶν τῆς Κορίνϑου ὀρίων κειμένης. Γεννήτορες δ’ ἦσαν αὐτῷ Ἰωάννης καὶ Καλή, ἀμφότεροι ϑεοσεβεῖς καὶ τῷ Χριστῷ πιστεύοντες, οἵτινες τῷ δωδεκάτῳ ἔτει τῆς τοῦ μάρτυρος ἡλικίας τῶν ὧδε καταστάντες, κατέλιπον αὐτὸν μόνον οἴκαδε. Ὁ δὲ μὴ φέρων τὴν τῶν γονέων στέρησιν, ἀφικνεῖται μετά τινων συμφυλετῶν, εἰς πόλιν λεγομένην Συλιβρίαν, ἀπέχουσαν ἡμέρας ὁδὸν τῆς Κωνσταντινουπόλεως. Ἐν ἧ συνέστιος τὶνι τῶν τῆς χώρας γνωρίμων γενόμενος, συνῆν αὐτῷ τῶν προσόντων ἐπιμελούμενος. Φόβῳ δὲ Θεοῦ στοιχειούμενος, καὶ τῷ τοῦ Χριστοῦ ϑείῳ νόμῳ πειϑόμενος, τῶν ἐκκλησιῶν ὅση δύναμις οὐκ ἠμέλει. Οὕτω γοῦν καλῶς ἐκτραφείς, καὶ εἰς μέτρον ἡλικίας πεφϑακώς, νομίμῳ γυναικὶ συνεζεύχϑη, καὶ παίδων πατὴρ γενόμενος, τοῖς οἰκείοις ἤϑεσι, καὶ τοῖς τοῦ Χριστοῦ διδάγμασι τούτοις ἀνέτρεφεν. Ὡς ἐκ τοῦ καρποῦ τὸ δένδρον γινώσκεσϑαι· ἀμέλει καὶ τῇ τοῦ κόσμου τύρβει συναυλιζόμενος. Ἣν γὰρ ἐν τῇ λεωφόρῳ πιπράσκων τὰ βρώσιμα, οὐδόλως τῆς ἑαυτοῦ σωτηρίας ἠμέλει, ἀλλὰ διηνεκῶς τῶν πενήτων ἐπιμελούμενος, ἱλέου τὸ ϑεῖον ἐλεημοσύναις, καὶ ταῖς ἀεὶ Ναῶν ϑαμίσεσιν· ἀλλ᾽ ἐπειδὴ καὶ μείζονος ἠφίειτο χαρίσματος, λέγω δὴ τοῦ μαρτυρίου τούτου καὶ ἠξίωται· τοῦ γὰρ βασιλέως τῶν ἰσμαηλιτῶν σουλεϊμὰν ἐν τῷ τριακοστῷ τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας  ἐν τῇ περσίδι πορευϑέντος, κατελήφϑη ἔπαρχος ἐν τῇ Κωνσταντίνου….πόλει, ὁ ἐπονομαζόμενος Σινὰν. Ὃς τῇ τοῦ βασιλέως ἀγχιστείᾳ ἐπερειδόμενος τυραννικῶς κατεδουλοῦτο τὸ ὑπήκοον οὐδὲν μὲν χρηστὸν ἐπιδεικνύμενος, μόνῃ δὲ τῇ ἀξίᾳ φυσιούμενος, πᾶν εἴ τι δεινὸν καὶ χριστιανοῖς ἐπαχϑὲς κατειργάσατο· οὓς μὲν γὰρ ἐν τοῖς ληστρικοῖς πλοίοις κατέῤῥιπτεν, οὓς δὲ τῇ τῶν δεινῶν ἐλπίδι κατέπληττε. Τότε δὲ καὶ ὁ τοῦ Χριστοῦ νεομάρτυς οὐτοσὶ Νικόλαος, ἀδίκως ὑπὸ τῶν ἐν τῇ λεωφόρῳ συγγειτνιαζόντων αὐτῷ ἀγαρηνῶν φϑονηϑείς, ἅτε δὴ πλέον αὐτῶν πωλῶν τὰ ὦνια, ἤχϑη εἰς Κωνσταντινούπολιν, ὡς τὸν ψευδοπροφήτην μωάμεϑ ὑβρίσας, ἔνϑα τῷ τοῦ Ἐπάρχου βήματι παραστάς, καὶ μηδὲν ὑποσταλείς, ἀληϑῶς ἑαυτὸν Χριστιανὸν ὁμολόγησε, καὶ τὴν τῶν ἰσμαηλιτῶν ϑρησκείαν ὡς ψευδῆ ἀπήλεγξε, διὸ τῇ τοῦ Ἐπάρχου κελεύσει πλεονάκις ῥοΐνους ῥάβδοις τυφϑείς, ὡς καὶ τὰ ἄκρᾳ τῶν ποδιαίων ὀνύχων αἷμα ἀφίνων εἰς φυλακὴν ἀπεῤῥίφϑη. Μετὰ δὲ τέτταρας ἡμέρας αὐϑις ἐξαγαγὼν αὐτὸν ἐπειρᾶτο ϑωπείαις, καὶ τιμῆς μεγίστης ἐλπίδι τοῦτον ὑποσκελίσαι, καὶ πεῖσαι τῆς εἰς Χριστὸν ἀποστῆναι πίστεως, ἀλλ᾽ οὐδὲν εἰς τέλος ὁ ἀλιτήριος ἤνυσεν. Ὁ γαρ τῷ ὄντι τῆς ἀληϑείας μάρτυς Νικόλαος, μᾶλλον τῆς εὐσεβοῦς δόξης ἀντείχετο, καὶ τὸν Χριστὸν ἐπιβοώμενος, τοὺς ἀσεβεῖς τῆς ἀπιστίας διήλεγξε, καὶ τῶν αὐτῶν ψευδοπροφητῶν, υἱὸν διαβόλου καὶ ἀντίϑετον ἐπωνόμαζε, διά τοι τοῦτο ἁλύσεσι τοῦ τραχήλου δεϑείς, καὶ φορμὸν ἀνθ᾽ ἱματίου τῇ σαρκὶ περιτεϑεὶς περιῆλϑε τὴν πόλιν ἅπασαν ὑπὸ τῶν δημίων ἑλκόμενος. Ἐπεὶ δὲ τοῦτο οὐδὲν αὐτὸν τῆς εὐσεβοῦς ἀπέστησε πίστεως, μᾶλλον δὲ ὑπερίσχυσε, κελεύσει τοῦ Ἐπάρχου ἐν τῷ ἱπποδρομίῳ πῦρ ἀνήφϑη σφοδρόν, ἐν ᾧ τὸν Ἄγιον ἀπαγαγόντες οἱ τῆς ἀσεβείας ὑπασπιταί, οὐκ εὐϑεὶς ἐν αὐτῷ τοῦτον ἐνέβαλλον, ἀλλὰ κατὰ μικρὸν τὰς ἁγίας αὐτοῦ σάρκας τῇ πυρᾷ δαπανῶντες, δριμυτέραν αὐτῷ τιμωρίαν εἰργάζοντο. Εἶτα τοῦ Ἁγίου ἐφ᾽ ἱκανὴν ὥραν ἑστῶτος, καὶ ἐαυτὸν γνῶντος μὴ δύνασϑαι ἔτι ἵστασϑαι, προσκλίναντος ἐπιδεξιοῖς, ὁ σπεκουλάτωρ τὰς ἁλύσεις τείνας, ἦν γὰρ αὐτὰς ὁ Μάρτυς ἔτι τῷ τραχήλῳ περικείμενος, ξίφει τὴν ἁγίαν αὐτοῦ κεφαλὴν ἀπέτεμε· καὶ οὕτως ὁ γενναῖος μάρτυς τὴν ψυχὴν εἰς χεῖρας Θεοῦ παρέϑετο, τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῇ φλογὶ καταναλωϑέν, κόνις ἐγένετο. Μόνη δὲ ἡ τιμία αὐτοῦ Κάρα παρά τινος τῶν πιστῶν, ἐκ τοῦ σπεκουλάτορος ὠνηϑεῖσα χρυσίνοις εἴκοσιν, ἀπεστάλη ἐν τῇ τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἀϑανασίου Μονῇ τῇ ἐπικεκλημένῃ Μετεώρῳ, ἔνϑα καὶ ἕν ἐστι πολλῶν ϑαυμάτων πηγὰς ἀναβλύζουσα, εἰς δόξαν Χριστοῦ τοῦ ἀληϑινοῦ Θεοῦ ἡμῶν, ὦ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν· ταῖς τοῦ σοῦ Ἁγίου πρεσβείαις ὀ Θεὸς ἐλέησον ἡμᾶς· Ἀμήν.

ᾨδή ζ΄. Οὐκ ἐλάτρευσαν.
Μακαρίζουσί σε πᾶσαι Παναμώμητε, ἄχραντε Δέσποινα αἱ γεννεαὶ ὡς αὐτή, προέφης σωζόμεναι καὶ σοὶ κραυγάζουσι χαῖρε Πάναγνε, ἡ τὴν ζωὴν εἰσάξασα, τοῖς ἐν κόσμω εἰς αἰῶνας.

Ὁ τοῦ νόμου σε σκιῶδες, τύπος Πάναγνε, σαφῶς διέγραφε, στάμνος καὶ ῥάβδος ναόν, καὶ ὄρος κατάσκιον ἐξ οὗ ἐπέφανεν ὁ Θεὸς ἡμῶν, κόσμον φϑαρέντα πάϑεσιν ἀναπλάττων εἰς αἰῶνας.

Ἰακώβ σε προεώρα, πάλαι κλίμακος Θεογεννήτρια, δι᾽ ἧς βροτοὶ ἀπὸ γῆς πρὸς ὕψος αἰρόμεϑα, σοὶ ἀνακράζοντες, χαῖρε Δέσποινα ἡ τὴν ζωὴν εἰσάξασα τοῖς ἐν κόσμῳ εἰς αἰῶνας.

Λυτρωϑέντες τῆς κατάρας τῇ γεννήσει σου, Παρϑένε πάνσεμνε τῆς τοῦ Ἀδὰμ οἱ πιστοί, συμφώνως τὸ χαῖρέ σοι βοῶμεν πάντοτε· ἱκετεύοντες τῆς ἐν τῷ ἅδῃ ϑλίψεως, λυτρωϑῆναι σαῖς πρεσβείαις.

Ἄλλος. Ἄφραστον ϑαῦμα.
Λειμῶνος ϑείου, περιπολεύων σὺν Μάρτυσι· τὸ χωρίον Μάρτυς ἐσαεί, ἡμᾶς τοὺς εἰς σὲ προσφεύγοντας οἴκτειρον· καὶ τῆς μελλούσης ὀδύνης ῥῦσαι πάντας, ἀϑλητὰ τοὺς σὲ πόϑῳ νῦν τιμῶντας.

Πυρὸς τὸν ῥοῖζον οὐκ ἐδειλίασας ἔνδοξε, ἀλλ᾽ ἀτρέπτως ἵστασο στεῤῥέ, ἐν μέσῳ φλογὸς ἀϑλητὰ Νικόλαε, τῷ τῶν ἁπάντων Δεσπότῃ ἀναμέλπων, λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἔαρ τοῖς πᾶσι σωτηριῶδες ἀνέτειλε, τὰς καρδίας πάντων τῶν πιστῶν, εὐφραῖνον τρανῶς, δεῦτε οὖν συνδράμωμεν, καὶ τῷ Κυρίῳ βοήσωμεν συμφώνως, λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἵνα ζωώσῃ τοὺς πρὶν τῇ βρώσει τεϑνήξαντας, ἐκ γαστρός σου Κόρη σαρκωϑείς, μόνος ὁ Θεὸς δι᾽ οἶκτον ἀπέφηνεν· ὦ μελωδοῦμεν οἱ πιστοὶ σεσωσμένοι, λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἄλλος. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Πρόστηθι πάντων ἐν τῇ ὥρᾳ, τῆς δευτέρας τοῦ Δεσπότου παρουσίας, τῶν ἐν πίστει φρουρόν, καὶ πρόμαχον καὶ ῥὑστιν, ἐχόντων σε Νικόλαε, ἐξαιρούμενος γεέννης.

Ῥῆμιν Θεοῦ ἐνίσχυσέ σε, ὥσπερ πάλαι τοῦ Ἰὼβ ἐπὶ κοπρίας, ἐῤῥιμμένον δεινῶς, διὸ πυρὶ ἐνύλω, ἠλόγησαι τὸ σῶμά σου, δαπανώμενον διόλου.

Σὺ τῇ τραπέζῃ προσηνέχϑης, τοῦ Θεοῦ καϑάπερ ἄρτος ἐν τῇ μάκτρᾳ φυραϑεὶς Ἀϑλητά, ἀϑλήσεως τῆς ϑείας, διὸ χοροῖς ἠρίϑμησαι τῶν Μαρτύρων εἰς αἰῶνας.

Θεοτοκίον.
Τέτοκας Λόγον τὸν ἀχρόνως προεκλάψαντα γαστρὸς ἐκ τῆς πατρώας, τὴν βροτείαν μορφὴν ἀῤῥεύστως προσλαβόντα, ἐκ σῆς νυδύος Ἄχραντε τῶν πιστῶν ἡ σωτηρία.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὅρθρος τοῖς ἐν σκότει καϑημένοις, τοῦ βίου ἐδείχϑης Παναμώμητε, τούτοις ἀνατείλασα ἥλιον τὸν ἄδυτον, ψυχὰς καταφωτίζοντα, ψάλλειν ἐγείροντα, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Γένος τῶν βροτῶν σοῦ τῇ γεννήσει τῆς πρῴην κατάρας Παναμώμητε, λυτρωϑὲν ἑκάστοτε, χαῖρε ἀνακράζει σοι ἡ τὸν Χριστὸν κυήσασα, τοῖς πίστει μέλπουσι, τὸν Κύριον ὐμνῆτε τὰ ἔργα καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ὅλος ἐκ τοῖς κάτω ἦν ὁ Λόγος, τῶν ἄνω οὐδόλως χωριζόμενος, Μῆτερ ἀπειρόγαμε, μόνη Πανευλόγητε, εἰ καὶ βροτοῖς ὡμίλησε, βροτὸς γενόμενος τοῦ σῶσαι τοὺς πιστοὺς μελωδοῦντας, σὲ ὑπερυψοῦμεν Χριστὲ εἰς τοὺς αἰῶνας.

Νῦν ὡς σὺ προέφης ἀπὸ ϑρόνων, καϑεῖλε δυνάστας Παναμώμητε, ταπεινούς τε ὕψωσεν, ἀγαϑῶν ἐνέπλησε πεινῶντας ὡς φιλάνϑρωπος, ὁ τὴν σὴν ἄχραντον οἰκῆσαι βουληϑεὶς Κόρη μήτραν, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος. Ἔκστηϑι φρίττων οὐρανέ.
Ναμάτων μάρτυς ζωηρῶν, ἀεὶ πληρούμενος, ὡς τῷ θρόνῳ τοῦ Θεοῦ ἀπαύστως παρεστώς, νῦν δρόσισον τὴν ταπεινήν μου ψυχήν, τακεῖσαν τῷ φλογμῷ τῶν πταισμάτων, ἵνα πάντοτε κράζω, ἱερεῖς ἀνυμνεῖτε καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

Θέσει γενόμενος Θεὸς τὴν ὑπερούσιον κατοπτεύεις ἐμφανῶς, Τριάδα, ἐν πόλῳ Νικόλαε, ἣν ἐκδυσώπει, ἡμᾶς σῶσαι τοὺς πίστει μελωδοῦντας, οἱ παῖδες εὐλογεῖτε ἱερεῖς ἀνυμνεῖτε εἰς πάντας τοὺς αἰῶνας.

Ἔκστηθι γῆ καὶ οὐρανὲ πῶς ὁ ἐπίγειος, νῦν Οὐράνιος σαφῶς ὑπῆρξε, τὸ γὰρ πῦρ οὐκ ἔπτηξεν, ὑπὲρ ἀγάπης Χριστοῦ, ἀλλ᾽ ἔστη παῤῥησίᾳ κραυγάζων, οἱ παῖδες εὐλογεῖτε ἱερεῖς ἀνυμνῆτε λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Μήτηρ μὲν γέγονας Ἁγνή, παρϑένος δ᾽ ἔμεινας, μετὰ τόκον ἀψευδῶς, Θεοῦ γὰρ ἡ γέννησις πέφηκεν ὃς μηδαμῶς ϑεσμοὺς τῆς φύσεως γινώσκει ῥαδίως, ὃν παῖδες εὐλογοῦσιν ἱερεῖς ἀνυμνοῦσιν εἰς πάντας τοὺς αἰῶνας.

Ἄλλος. Τὸ ἐν ὄρει ἁγίῳ.
Τῶν ἐσόπτρων λυθέντων ϑεοκῆρυξ ἐποπτεύει, τρανῶς τὴν Παναγίαν καὶ τριφεγγεῖ Τριάδα τὴν ἀμέριστον, Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε βοῶν εἰς τοὺς αἰῶνας.

Ὑπὸ πέτρας ὀπὴν ἐστὼς κατεῖδεν ὁ ϑεόπτης, τὸν Κύριον τῆς δόξης, οὐδὲ τανῦν παμμάκαρ καϑαρώτερον, τοῦτον κατοπτεύεις, ὕμνον ἀναμέλπομεν εἰς πάντας τοὺς αἰῶνας.

Φῶς ἐκλάμψαν, ἐν τῇ καϑαρωτάτῃ σου καρδίᾳ γενναῖον πρὸς βασάνοις, εἰργάσατό σε ἔνδοξε Νικόλαε, Κύριον ὑμνοῦντα καὶ ὑπερυψοῦντα εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.
Ὁ ἀμήτωρ ὑπάρχων πρὸ αἰώνων, ἐπ᾽ ἐσχάτων ἀπάτωρ ἐγεγόνει, ἐκ σῆς νηδύος σάρκα προσλαβόμενος, ἄχραντε Παρθένε, ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Αὔγασον ἡμῶν ψυχῆς καὶ τοῦ σώματος κόρας Θεόνυμφε, ὡς τὴν ἐνυπόστατον, αὐγὴν τεκοῦσα, καὶ τοῖς καϑεύδουσιν ἐν σκότει ὡς ἀστράψασα φῶς τὸ ἀίδιον, ὅπως τρίβοις ϑείοις βηματίζοντες, οὐρανῶν βασιλείαν τευξώμεϑα.

Μόνην ἐκ πασῶν γενεῶν σε Κύριος ἁγνὴν εὑράμενος, ὥκησεν ἐν μήτρᾳ σου, διὸ γυναίων τῶν πρὶν ὑπέρκεισαι, εἰ γὰρ κάκεῖναι ἴσχυσαν τεκεῖν πανάμωμε, ἀλλὰ σὺ δὲ πάντα ὑπερβέβηκας, ὡς Θεὸν τὸν ἁπάντων γεννήσασα.

Ἦκται διὰ σοῦ ἡ φύσις ἡ ἔκπτωτος ἡμῶν Πανύμνητε, πρὸς τὴν ἐπουράνιον καὶ μακαρίαν ϑείαν ἀπόλαυσιν, ὁ γὰρ Πατρὶ συνάναρχος Υἱὸς καὶ Πνεύματι ἐκ Πατρός σου ταύτην προσλαβόμενος δεξιᾷ τῇ πατρώᾳ τετίμηκεν.

Νεῦσον πρὸς τὰ σά, ἐφύμνια Πάναγνε καὶ τὴν πολύφωτον χάριν σου κατάπεμψον, ἡμῖν Παρϑένε τοῖς σὲ γεραίρουσιν, ὡσὰν προϑύμως πάντοτε σὲ μεγαλύνοντες ἐκβοῶμεν, χαίροις παμμακάριστε Θεοτόκε ἁγνὴ ἀειπάρϑενε.

Ἄλλος. Μὴ ἐποδύρου.
Ἱερῶς καϑάπερ κρῖνον, ἐν αὐλαῖς τοῦ Κυρίου ἐξήνθησας, μαρτύρων ἐγκαλλώπισμα φαιδρόν, τῶν ἐν πίστει τελοῦντων τὴν Ἁγίαν σου καὶ ἐτήσιον μνήμην, χαρᾶς πνευματικῆς, ἐμπιπλῶν τὰς καρδίας μάρτυς Νικόλαε.

Στρατιαὶ τῶν ἀσωμάτων, τὸ στεῤῥὸν τῆς ψυχῆς σου, ὁρῶσαι κατεπλήττοντο Νικόλαε τρανῶς, τὸ γὰρ πῦρ τὸ φλογίζον οὐ κατέπτηξαν, ἀλλ᾽ ἐστὶν ἐν σταδίῳ ἐν ὕμνοις Ἰησοῦν τὸν Χριστὸν καὶ πατέρα Μάρτυς πανάριστε.

Δυσωπῶν νῦν μὴ ἐλλείπεις ἐκτενῶς τὸν Πατέρα, ἀπὸ πάσης μερισϑῆναι παμμάκαρ προσβολῆς, μοχϑηρᾶς κακίστης ὡς προϑέμενον, ἀληϑῶς τὴν ὠδήν σοι ἣν πρόσδεξαι ψυχῆς σωτηρίαν μοι νέμων ταῖς ἱκεσίαις σου.

Καινουργεῖται παναρίστως ἡ βροτεία οὐσία Μῆτερ τῷ ξένῳ καὶ ἀφράστῳ τοκετῷ σου Παρϑένε δεινῶς ἡ πρὶν διοίκουσα, νῦν δὲ χαῖρε βοᾷ σοι, ὃ δῶρον ἐμφανῶς δεχομένη ὡς μεῖζον ὕψωσον κέρας αὐτῆς.

Ἄλλος. Ἐξέστη ἐπὶ τοῦτῳ.
Χαρᾶς αἰωνιζούσης σὺ γεγονὼς τῶν Μαρτύρων συμμέτοχος ἔνδοξε χωροβατῆς, τόπον τῆς Ἐδὲμ τῆς περικαλλοῦς, διὸ ὡς εὐεπίβατον ἔχων τοῦ Δεσπότου τὴν ἀκοὴν αἰτήμασί σου ϑείοις, τῆς ἄνω βασιλείας ἐπιτυχεῖν με καϑικέτευε.

Ψελλίζοντος ἐκ στόματος τὴν ᾠδὴν δεδειγμένος ἀντάμειψον δίδου μοι, ὥσπερ Χριστὸς τάλαντα τῆς χήρας διόλεπτα, προϑύμως διεδέξατο, ἔχων παῤῥησίαν ὡς ἀγαϑῶν ἀπείρων κληρονόμος μεϑέξεως τε ϑείας καταξιούμενος Νικόλαε.

Ὡς Μάρτυς ἐνομμώτατος τῷ Θεῷ, στεφηφόρος παρίστασαι ἔνδοξε, διηνεκῶς ὅϑεν τοῖς τελοῦσι σου τὴν σεπτὴν καὶ φωταυγῆ πανήγυριν, ἵλεων ἀπέργασαι ἐν δεινοῖς ἀεὶ χειμαζομένοις, οἰκτῆραι καὶ τῆς ϑείας ἐπιτυχεῖν μακαριότητος.

Θεοτοκίον.
Ὑμνοῦμέν σε Παρϑένε οἱ διὰ σοῦ, τῆς ἀρχαίας ῥυσϑέντες κακώσεως, καὶ τὴν φωνὴν πάντες σοι βοῶμεν τοῦ Γαβριήλ, χαῖρε Θεοῦ λοχεύτρια, χαῖρε ἡ τεκοῦσα τὸν ἐκ Πατρὸς ἐκλάμψαντα ἀχρόνως, Θεόν τε καὶ Δεσπότην, ὃν ἐκδυσώπει τοῦ σωθῆναι ἡμᾶς.

Ἑξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Τοῖς μὲν πιστοῖς ἡ σῇ Κάρᾳ, πρὸς ἴασιν ἐπεδώϑη, ἡ δὲ ψυχὴ ἐν ϑαλάμοις, περιπολεύη οὐρανῶν, διὸ τιμῶμέν σε πάντες, οἱ σχῶντές σε ἰατῆρα.

Ἕτερον. Γυναῖκες ἀκουτίσϑητε.
Μαρτύρων ὁμηγύρεσιν, ἠρίϑμησαι πανένδοξε, αἵμασι σοῖς μεγαλείνας, τὸν τῶν ἁπάντων Δεσπότην, καὶ τῶν βασάνων ἅπασαν, ὑπενεγκὼν τὴν ἔφοδον, διὸ ἡμᾶς περίεπε τοὺς εὐφημοῦντάς σε πόϑῳ Νικόλαε ἀϑλοφόρε.

Ὅμοιον Θεοτοκίον.
Μαρία παντευγένητε, Παρϑένε παναμώμητε, ἡ τὸν Χριστὸν τετοκυῖα τοῖς σὲ γεραίρουσι πίστει, πταισμάτων λῦσιν δώρησαι, ὅσα γὰρ ϑέλεις δύνασαι, τελεῖν ῥαδίως ἄχραντε, ὡς Μήτηρ οὖσα τοῦ πάντα ἰσχύοντος Θεοῦ λόγου.

Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στιχ. δ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῇ ῥοῇ τῶν αἱμάτων σου ἀϑεΐαν κατέσβεσας, τὸν πυρσὸν Νεομάρτυς καὶ κατήντησας, ἔνϑα Μαρτύρων τὰ τάγματα, τρανῶς ἀγαλλόμενος, καὶ τὴν δόξαν τηλαυγῶς, τῆς Τριάδος ϑεώμενος ἣν ἱκέτευε ἐκ φϑορᾶς καὶ κινδύνων λυτρωϑῆναι τοῖς ἐν πίστει ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, πορφυρίδα ἐπέχρυσας σεαυτῷ Νικόλαε ἡ σαφέστατα, κεκοσμημένος πρὸς Ἅγια, ἁγίων ἐχώρησας, καὶ παρίστασαι Χριστῷ ἱκετεύων δωρήσασθαι, τοῖς ἐκ πόϑου σου τελοῦσι τὴν μνήμην, τῶν πταισμάτων ἱλασμὸν καὶ βασιλείας τῶν οὐρανῶν ἐπιτεύξασϑαι.

Συνεργίᾳ τοῦ Πνεύματος τοῦ Ἁγίου, Νικόλαε, τῶν ἐχϑρῶν κατέβαλες τὰ φρυάγματα, καὶ γὰρ δεινῶς μαστιζόμενος, εἱρκτῆ τε κλειόμενος, καὶ πυρὶ προσομιλῶν, ἀπαράτρωτος ἔμεινας, ὅϑεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ Μαρτύρων, τοῖς χοροῖς συναριϑμήϑῃς περιφανῶς ἀγαλλόμενος.

Δόξα. Ἦχος πλ. β΄. Συγχάρητε ἡμῖν.
Συγχάρητε βροτοῖς ἅπασαι, αἱ τῶν Μαρτύρων χοροστασίαι, ὁ Ἀϑλοφόρος γὰρ Χριστοῦ, καὶ ἡμέτερος ἀκέστωρ, καὶ φύλαξ ἀπροσμάχητος, τὴν σήμερον ἡμέραν, ἐν τῷ κλεινῷ, αὐτοῦ Τεμένει ἀοράτως ἐπιφαινόμενος καταυγάζει, τοὺς ἀνυμνοῦντας αὐτόν, ὅϑεν ἐτησίως εὐφημοῦντες αὐτὸν βοήσωμεν, λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων ταῖς πρεσβείαις σου ἔνδοξε, ἀϑλητὰ Νικόλαε.

Καὶ νῦν. Θεοτοκίον.
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν παρϑένων χοροστασίαι, ἡ προστασία γὰρ ἡμῶν, καὶ μεσίτρια καὶ σκέπη καὶ μέγα καταφύγιον, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτῆς Τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει τοὺς εὐφημοῦντας αὐτήν, ὅϑεν κατὰ χρέος ἀνυμνοῦντες αὑτὴν βοήσωμεν, σκέπασον ἡμᾶς τῇ ἀγρύπνῳ προστασίᾳ σου, ἄχραντε Θεοτόκε.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

Εὶς τὴν προσκύνησιν τῆς Κεφαλῆς τοῦ Ἁγίου
Ψάλλομεν τὰ παρόντα Ἰδιόμελα. Ἦχος α΄.
Τίς ἰσχύσει πρεπωδῶς, ἀνυμνῆσαί σε Νεομάρτυς, τῇ δυνάμει, γὰρ τοῦ Χριστοῦ περιφραχϑείς, τὸ πῦρ οὐκ ἔπτυξας ἀλλ᾽ ἀνδρείως ἀϑλήσας, τῶν δαιμόνων τὰς φάλαγγας διώλεσας, καὶ στεφανίτης ἄριστος γενόμενος, ἐν οὐρανοῖς ἀπολάβης τῶν ποϑουμένων σοι.

Διὸ παῤῥησίαν πεπλουτηκὼς πρὸς Χριστὸν τὸν σὲ δοξάσαντα αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.

Ἦχος β΄.
Ὡς ὀ Παῦλος ἐβὀας ἐν τῷ σταδίῳ Νικόλαε, τὴν τοῦ Χριστοῦ μου ἀγάπην, οὐδὲν χωρῆσαι δυνήσεισαι, οὐ πῦρ, οὐ ξίφος, οὐ λιμός, οὐδὲ ϑάνατος, ἀλλὰ πάντας ὡς σκύβαλα λελόγισμαι, ὅπως τῆς βασιλείας αὐτοῦ ἀξιωϑήσομαι, καὶ γενήσωμαι ϑείων ἀγαϑῶν κληρονόμος, ὧν περ ἀπολαύωμεν συνεχέστερον, πρέσβευε Χριστῷ καὶ ἡμᾶς ἐπεντρυφῆσαι, ταύτην ἐν ὥρᾳ τῆς κρίσεως ἔνδοξε Ἀϑλητὰ πανεύφημε.

Ἦχος γ΄.
Ὡς ἀριστεὺς λαμπρότατος καὶ τῶν Ἀγγέλων συνεφάμιλλος, ἐν Παραδείσῳ Μάρτυς διηνεκῶς αὐλιζόμενος, τὰ τῶν πόνων ἔπαϑλα κομίζει, καὶ ζωὴν ἀντὶ ϑανάτου ἀίδιον εὕρηκας, ὅϑεν καὶ ἡμᾶς ὡς συμπαϑὴς περιφρούρησον, ἐκ τῶν κινδύνων λυτρούμενος, καὶ ἐξ ἐχϑρῶν ἀοράτων καὶ πρέσβευε σωϑῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ΄.
Εὐφρανϑήσονται ἔφη, γηγενεῖς δικαίου ἐπαινουμένου, Σολομὼν ὁ συνετώτατος, τούτου γὰρ ἡ μνήμη ἀϑανασίας ὑπάρχει πλήρης, διὸ καὶ ἡμεῖς Νικόλαε Μαρτύρων ἐκσφράγισμα λαμπρότατον, συναϑροισϑέντες ἐνθάδε, εὐφραινόμεϑά σε γεραίροντες, καὶ πιστῶς σοι πάντες βοῶμεν δεόμενοι, ὀ τὸ πάϑος τοῦ Κυρίου κατὰ δύναμιν μιμησάμενος, καὶ τὸ πῦρ μὴ δειλιάσας, ἱκέτευε καὶ ἡμᾶς ἐκ τῶν σκανδάλων ῥυσϑῆναι, τῶν αὐτὰ κύκλωσιν ἐπιτιϑεμένων, ὅπως σὲ κατὰ χρέος γεραίρομεν ὡς πλουτοῦντες σὲ ῥύστην καὶ πρόμαχον.

Εἰς τὴν Λειτουργίαν τὰ Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ᾠδὴ γ΄. καὶ ς΄.

Τὸν Ἀπόστ. ζήτει Σεπτ. β΄. Πρὸς Ῥωμαίους Ἐπιστολή Παύλου.
Ἀδελφοί, οἶδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαϑόν.

Τὸ Εὐαγγέλιον ζήτει Μαρτίου θ΄ ἐκ τοῦ κατὰ Ματϑαῖον
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὁμοιώϑη ἡ βασιλεία τῶν Οὐρανῶν, ἀνϑρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθὲν ἄμα πρωί, μισϑώσασϑαι ἐῤγάτας. Τέλος, ὀλίγοι δὲ ἐκλεκτοί.

Κοινωνικόν. Εἰς μνημόσυνον.

Πηγή

Βίος