Ακολουθία του Αγίου Οσιομάρτυρος Ρωμανού του από Σοβολάκ του Καρπενησίου μαθητή του Οσίου Ακακίου του Καυσοκαλυβίτου μαρτυρήσαντος εν Κωνσταντινουπόλει

†Εορτάζεται στις 5 Ιανουαρίου
ΕΝ Τῼ ΜΕΓΑΛΔΩ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α΄. στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους η΄. καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τὸν ἀπλούστατον βίον σου, Ῥωμανὲ ἐχαρίτωσας, πρώην δι’ ἀσκήσεως ὡς ὑπήκοος, τοῦ Ἀκακίου γενόμενος, ὁσίου τοῦ μάκαρος, ὡς ἀλείπτης σου σοφὲ πρὸς τὴν ἄϑλησιν γέγονεν ὁλοΰστερον, δι᾽ ἧς ἔτυχες τέλους ὡς ἐπόϑεις εὐφραινόμενος ἐν δόξῃ, μετὰ μαρτύρων μακάριε.
Καὶ ϑεόκλητος γέγονας, καὶ ϑεόπνευστος ἔνδοξε, ὡς δηλοῖ ὁ τρόπος σου καὶ ὁ πόϑος σου, ὤφθη γὰρ ὅλος ἀκράτητος, καὶ ὅλος ἀκλόνητος, τοῦ παϑεῖν ὑπὲρ Χριστοῦ, πολυώδυνον ϑάνατον, δι’ ἀϑλήσεως ᾧ καὶ νῦν ἠξιώϑης ἀϑλοφόρε, μετασχεῖν αὐτοϑελήτως, νέος φανεὶς ὁσιόαϑλος.
Διὰ σοῦ ὁ Ἀκάκιος ἐπιστώϑη τὰ κρείττονα, Ῥωμανὲ πολύαϑλε Χριστοῦ γνήσιε, ὡς δι᾽ αὐτοῦ σοὶ ἐγνώρισται, Θεοῦ ϑεῖον ϑέλῃμα, τοῦ δοξᾶσαι ἐν τοῖς σοῖς, ϑείοις ἄϑλοις τὸν Κύριον, ὃ καὶ γέγονεν, ὡς αὐτὸς μετὰ πότμον σοῦ τὸ ϑεῖον, συνεδόξασεν εἰκότως, σκῆνος φωτὶ μάρτυς ἔνδοξε.
Τοὺς ὁσίους καὶ μάρτυρας συνεδόξασας Κύριε, ὡς αὐτοὶ ἐδόξασαν καὶ δόξάζουσι, τὸ σὸν πανάγιον ὄνομα, οἱ μὲν ταῖς ἀσκήσεσιν, ὥσπερ ἄσαρκοι βρωτοί, μοναστῶν τε τὰ τάγματα καὶ ὁσίων τε, οἱ χοροὶ τῶν ἁγίων καὶ δικαίων συναγάλλονται, ὦ μάρτυς, ὡς τῶν ἀγγέλων συνόμιλος.
Δόξα.
Ἦχος πλ. β΄.
Χαίρει ἐν τῇ μνήμῃ σου σήμερον τῶν ἐν Ἄϑῳ μόναζόντων ἡ πληθύς, Ῥωμανὲ ὁσίαϑλε μακάριε οὐ γὰρ ἔστεργες πανένδοξε, τοῖς ἀσκητικοῖς ἀγῶσι τοῦ σοῦ προστάτου, καὶ συνασκητοῦ σου Ἀκακίου, ἀλλ’ ἔδωκας σεαυτόν, εἰς ἀγῶνας φοβεροὺς τοῦ μαρτυρίου, τὸν Χριστὸν μιμούμενος, καὶ τοὺς αὐτοῦ μαϑητὰς καὶ Ἀποστόλους, ὅϑεν οὐκ ἀπέτυχες τοῦ ποϑουμένου σοι, τοῦ μετὰ Μαρτύρων συνεῖναι, καὶ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρϑένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱος μονογένης, ὁ αὐτὸς εἰς σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωϑείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνϑρωπος δι᾽ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηϑῆναι τὰς ψυχὰς ἡμῶν.
Είσοδος· Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, Καὶ τὰ μαρτυρικὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τό Ἀνάγνωσμα. (Κεφ. μγ΄. 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἐτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ῾υμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ·
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα. (Κεφ. γ΄. 1-9).
Δικαῖων δὲ ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν καλασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα. (Κεφ. ε΄. 15 , στ΄. 1-3).
Δίκαιοι δὲ εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπί σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ριφήσονται χάλαζαι. ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκοῦσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ τοῦ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ῾Υψίστου.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ
Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁσιομάρτυς Χριστοῦ, ὁ καταισχύνας τῶν ἀπίστων τὰς φάλαγγας, καὶ στήσας κατὰ τῆς πλάνης τρόπαιον μέγα σοφέ, Ῥωμανὲ ϑεόφρον, στηριζόμενος, ταῖς ϑείαις ἐντεύξεσιν, Ἀκακίου τοῦ μάκαρος τοῦ σοῦ ἀλείπτου καὶ πολλὰς ἐνεγκάμενος, ϑλίψεις πάνσοφε καὶ τὸν βίαιον ϑάνατον, ὅϑεν μακαριώτατε, στέφϑῃς ὡς γνήσιος, Μάρτυς Χριστοῦ, καὶ ἀνέπτης, εἰς οὐρανοὺς δοξαζόμενος, μετά τε τῶν πάλαι, καὶ τῶν νέων συμμαρτύρων, ᾧ τῆς ἀξίας σου.
Στίχος. Δίκαιος ὡς φοίνιξ ἀνϑίσει καὶ ὡσεὶ κέδρος.
Χαίροις ὁσιομάρτυς Χριστοῦ, Καρπεννησίου, τὸ ἐξαίρετον καύχημα, ὁσίου τὲ Ἀκακίου, ὁ μύστης ὁ ἐκλεκτὸς, δι οὗ χάριν εὖρες τὴν οὐράνιον, τομῶς γὰρ κατήσχυνας, ἔϑνος ὄντως μισόχριστον, τὸ ἐκ τῆς Ἄγαρ, τὸ δεινὸν καὶ ἐπάρατον καὶ ἐδόξασας, τὸ χριστώνυμον ἔνδοξε, ὅϑεν καὶ χάριν εὕρηκας συνεῖναι τῷ Κτίστῃ σου, ἐν οὑρανοῖς μετὰ δόξης ὅσιος ὥσπερ καὶ μέγιστος, ἐν μάρτυσι Μάρτυς, καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁσιομάρτυς Χριστοῦ, ὁ τῶν ἀπίστων, ἀπειλὰς μὴ πτοούμενος, ὑπέστης γὰρ ῥαβδισμούς τε, μετὰ μεγίστης ὁργῆς, τῶν δεινῶν δημίων καρτερώτατα, τῆς γλῴττης ἀφαίρεσιν, παρειῶν τε τὴν κάκωσιν, καὶ τὴν ζοφώδη τὴν τοῦ φρέατος κάϑειρξιν, τεσσαράκοντα ἡμερῶν ἀξιάγαστε, ὅϑεν λωβοτομούμενος καὶ κάραν τεμνόμενος, Θεῷ εὐάρεστος ὥφϑης, καὶ νικηφόρος ἀνέδραμες, ἐν πόλῳ συνεῖναι, τοῖς ἀγγέλοις καὶ πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.
Δόξα. Ἦχος δ΄.
Ἀκακίῳ τῷ σοφῷ μαϑητευϑείς, καὶ ὑπ᾽ αὐτοῦ μυηϑεὶς τὰ δέοντα, ὄντως Θεῷ εὐηρέστησας, ἀμφοτέρωϑεν εὐδοκιμήσας, Ῥωμανὲ ὁσιομάρτυς πανένδοξε· ὑποστὰς πᾶσαν βάσανον, στεφηφόρος ἀνέπτης εἰς τὰ οὐράνια, συμβασιλεύων Χριστῷ τῷ Θεῷ καὶ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ σταυρῷ.
Ἀσκητικῶς προγυμνασϑεὶς ἐν τῷ Ἄϑῳ, ταῖς Ἀκακίου διδαχαῖς τοῦ ὁσίου, καὶ ἐξ αὐτοῦ λαβὼν τὴν ϑείαν βούλησιν, ὑποστῆναι ἔδραμες, μαρτυρίου τὰς θλίψεις, ἄμα καὶ τὸν ϑάνατον, Ῥωμανὲ καὶ παρέστης, στεφανηφόρος μάρτυς τοῦ Χριστοῦ, ὑπὲρ ἡμῶν πρεσβεύειν πανένδοξε.
Τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὸ Θεὸς Κύριος καὶ τὰ Ἀπολυτίκια ὡς εἰς τὸν Ἑσπερινόν.
Μετὰ τὴν α΄. Στιχολογίαν. Κάϑισμα.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὁσίων καλλονή, καὶ Μαρτύρων ἀκρότης, ἐδείχϑης Ῥωμανέ, ἀληϑῶς ἐν τῷ βίῳ καὶ ὅλος εὐδόκιμος, ἐκατέρωϑεν γέγονας, ὡς ἀπλούστατος, κατὰ Θεὸν παιδιόϑεν, καὶ ἀγράμματος, ὡς οἱ Ἀπόστολοι ὅϑεν, τιμῶμεν τὴν μνήμην σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον ὅμοιον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων, καὶ ϑλίψεων. Σὺ γὰρ πέφυκας, ἁμωρτωλῶν σωτηρία, καὶ βοήϑεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Μετὰ τὴν β΄. στιχολογίαν. Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν κακομήχανον νικήσας πρότερον, πολλῇ ἀσκήσει σου, ἐν δὲ τὸ ὕστερον, τελείως ἤσχυνας αὐτόν, ἀϑλήσεως τοῖς ἀγῶσιν, ἔφερες γὰρ μώλωπας, μαστίγων καὶ κάϑειρξιν, ἔνδον ἐν τῷ φρέατι, Ῥωμανὲ πολυήμερον, διὸ καὶ ἐδοξάσϑης εἰκότως, παρὰ Θεοῦ ὡς μάρτυς μέγιστος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον ὅμοιον.
Τὴν ὡραιότητα τῆς παρϑενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεῖς, ἐβόα σοι Θεοτόκε· ποῖον σοὶ ἐγκώμιον προσαγάγω ἐπάξιον; Τί δε ὀνομάσω σε; Ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῷ σοι· χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν πολυέλαιον. Κάϑισμα.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Παρειῶν σου τὰς πληγάς, καὶ τὴν τῆς γλώτης ἐκτομήν, ἔφερες ὅλῃ σου ψυχῇ, ὑπὲρ Χριστοῦ ὃς δι’ ἡμᾶς σταυρὸν ὑπέστη, καὶ ϑάνατον καὶ ἄλλα, μάρτυς Ῥωμανέ, ἀλλ᾽ ἔτι ἔφερες, καὶ μέρος τῆς δορᾶς σου τὴν ἀφαίρεσίν, καὶ τὸν ἐκ ξίφους ϑάνατον ὡσαύτως, καὶ νῦν οἰκεῖς τὰ οὐράνια, μετὰ μαρτύρων καὶ τῷ Δεσπότῃ, ὑπὲρ ἡμῶν πρεσβεύεις μακάριε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον ὅμοιον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν ϑεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε· Βάτον ἐν πυρὶ ἀκατάφλεκτον, Ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρϑένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει Παρϑένος.
Οἱ ἁνάβαθμοι. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄. ἤχου.
Προκείμενον. Ἦχος δ΄.
Δίκαιος ὡς φοῖνιξ ἀνϑίσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ λιβάνῳ πληϑυνϑήσεται.
Τὸ Πᾶσα πνοή. Εὐαγγέλιον Μαρτυρικόν, ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ Ἀϑλοφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. ᾿Ελέησόν με ὁ Θεὸς
καὶ τὸ ᾿Ιδιόμελον.
Ἦχος πλ. β΄.
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀϑλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριοτοῦ Ἐκκλησία τοῖς ἄνϑεσιν ὡραϊζομένη, Ῥωμανὲ βοᾷ σοι· ϑερᾶπον Χριστοῦ, καὶ προστάτα ϑερμότατε, μὴ ἐλλείπῃς, πρεσβεύειν ὑπὲρ τῶν δούλων σου.
Οἱ Κανόνες
Ὁ Κανὼν τῆς Θεοτόκου, μετὰ τῶν εἱρμῶν εἰς ς΄. καὶ τοῦ Ἁγίου εἰς ς΄.
Τῆς Θεοτόκου
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὁ Εἱρμὸς.
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχϑηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Τροπάρια·
Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρϑένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον.
Παϑῶν με ταράττουσι προσβολαί, πολλῆς ἀϑυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε.
Δόξα.
Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρϑένε, λυτρωϑῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.
Καὶ νῦν.
Νοσοῦντά το σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς ϑείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαϑὴ ἀγαϑοῦ τε λοχεύτρια.
Ὁ Κανὼν τοῦ Ἁγίου.
Οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον ἀντίστροφον, ἄνευ τῶν Θεοτοκίων.
Ἦχος β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Ὡς ἐκ παιδὸς νούνεχής τε ὡς γεννητόρων βλάστημα, ὑπὲρ ἄλλων ἀγαϑῶν, τὸν Θεὸν ἡγάπησας σοφέ, Ῥωμανὲ καί σου τὸ ζῆν αὐτῷ ἀνέϑηκας.
Ψυχὴν ἐζώωσας Μάρτυς ϑείᾳ στοργῇ, τόπους ἀμειβόμενος τοὺς ἁγίους ἐν Σιὼν καὶ εἰς κόρον ὅλος ϑερμανϑείς, μαρτυρίου τὴν ὁδόν, χαίρων ἐβάδισας.
Χριστὸν κηρύξας ϑεάνϑρωπον κατ᾽ ἀρχάς, μάρτυς κατ᾽ ἐνώπιον, τῶν ἀϑέων Ῥωμανέ, τὸν ἐπάρατον μωάμεϑ ὡς εἰκός, ἐναπέδειξας υἱὸν γεέννης ἔνδοξε.
Θεοτοκίον.
Θεοχαρίτωτε Κόρη ἡ κραταιά, τῶν πιστῶν βοήϑειαν καὶ ἐλπὶς τῶν ταπεινῶν, σύ με ἐλευϑέρωσον σαρκός, ἠδονῶν τε καὶ παϑῶν τῶν πολεμούντων με.
Καταβασία· Ἀνοίξω τὸ στόμα μου. . .
ᾨδὴ γ΄. Ὁ Εἱρμὸς.
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σύ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνϑρωπε.
Τροπάρια·
Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίϑημι, σὲ Θεογεννῆτορ, Παρϑένε, σύ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαϑῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε.
Ἱκετεύω, Παρϑένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀϑυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε.
Δόξα.
Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύι, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.
Καὶ νῦν.
Χαλεπαῖς ἀῤῥωστίαις, καὶ νοσεροῖς πάϑεσιν, ἐξεταζομένῳ, Παρϑένε, σύ μοι βοήϑησον· τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σε γινώσκω, ϑησαυρόν, Πανάμωμε, τὸν ἀδαπάνητον.
Τοῦ Ἁγίου. Οὐκ ἔστιν Ἅγιος ὡς σύ.
Φέρεις μαστίγων τὰς πληγάς, παρειῶν τε τὰς τρώσεις, Ῥώμανὲ ὁλοψύχως, καὶ κηρύττεις σεαυτόν, χριστώνυμον εὐϑαρσῶς, ἐν σταδίῳ, τῷ τῆς ματαιότητος.
Ὑπὸ κακίστων δυσμενῶν, ὁ ἀήττητος μάρτυς, ὑπομένει τὰ πάντα ἐκουσίως, καὶ ἑστὼς λοβοτομεῖται δεινῶς προοδεύων, ὅλος εἰς τὰ κρείττονα.
Τῷ ὄρει τοῦ Ἀϑῳ ἀρδευϑείς, ἐκ πηγῆς ζωηφόρου, Ἀκακίου τοῦ ϑείου, ὁ ϑεόφρων Ῥωμανὸς ἀνακάμψας φαιδρὸς, αὖϑις τρέχει παῤῥησιαζόμενος.
Θεοτοκίον.
Οὐκ ἔστιν ὅστις πρὸς τὴν σήν, καταπέφευγε σκέπην, καὶ οὐκ ἔτυχε Κόρη, τῶν πολλῶν σου οἰκτιρμῶν, διὸ κᾀγὼ δυσωπῶ ἵνα τύχω, τῆς σῆς ἀντιλήψεως.
Κατᾳβασία· Τοὺς σοὺς Ὑμνολόγους…
Κάϑισμα. Ἦχος πλ. α΄.Τὸν Συνάναρχον Λόγον.
Μαϑητεύσας ὁσίως, πατρὶ Ὁσίῳ τε, τῷ σοφῷ Ἀκακίῳ ὁ εὐφημούμενος, νῦν ὁ ϑεῖος Ῥωμανὸς ἔνϑα ἀπείληφε, τῆν κατὰ τῶν ἀσεβῶν, παῤῥησίαν ὡς υἱὁς, φωτός σε τοῦ ἀπροσίτου· καὶ νῦν πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος, καὶ ϑεοβάδιστον, χαῖρε ἔμψυχε βάτε, καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα ϑνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τῆς Θεοτόκου. ᾨδὴ δ΄. Ὁ Εἱρμὸς.
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Τροπάρια·
Τῶν παϑῶν μου τὸν τάραχον, ἡ τὸν κυβερνήτην τεκοῦσα Κύριον, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων, τῶν ὑμνούντων σε.
Δόξα.
Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ γινώσκοντές σε Θεομήτορα.
Καὶ νῦν.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σε, Πανύμνητε, δυσχερείας πάσης, ἐκλυτρούμεθα.
Τοῦ Ἁγίου. Χριστός μου δύναμις.
Σοφῶς διέπρεψας, ἐν Ἄϑῳ ἔνδοξε, ὅς δι᾽ εὐχῆς, τοῦ ἀλείπτου σου πορευϑεὶς εἰς τὴν Βασιλεύουσαν, ἐν ᾗ ἐκήρυξας σαὐτόν, Χριστοῦ δοῦλον πρὸς τοὺς ἄφρονας.
Ῥωσϑεὶς μακάριε, ἐκ ϑείας χάριτος, ὑπομένεις ἱστάμενος Ῥωμανέ, τεσσαρακονϑήμερον ἔνδον τοῦ φρέατος σοφέ, κακουχίαν ὑπὲρ ἄνθρωπον.
Πολλὰ ὑπέμεινες, καὶ ἄλλα βάσανα, ἐξ ἀπίστων ἀϑέων ὀϑωμανῶν, ἀλλὰ χαίρων ἔμεινεν ὅλος ἀκλόνητος, Θεοῦ ϑείᾳ χάριτι ῥωννύμενος.
Θεοτοκίον.
Ὁ Λόγος Ἄσπιλε, ἐν σοὶ ἐσκήνωσεν, ἀλογίας τὸν κόσμον τῆς τῶν παϑῶν, Δέσποινα λυτρούμενος καὶ βασιλείας οὐρανῶν, ἀξιῶν τοὺς ἀνυμνοῦντάς σε.
Καταβασία· Τὴν ἀνεξιχνίαστον…
Τῆς Θεοτόκου. ᾨδὴ ε΄. Ὁ Εἱρμὸς.
Φώτισον ἡμᾶς, τοῖς προστάγμασί σου Κύριε, καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ, τὴν σὴν εἰρήνην, παράσχου ἡμῖν φιλάνϑρωπε.
Τροπάρια·
Ἔμπλησον Ἁγνή, εὐφροσύνης τὴν καρδίαν μου, τὴν σὴν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης, ἡ γεννήσασα τὸν αἴτιον.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων, Θεοτόκε ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ ϑεῖον καὶ προαιώνιον.
Καὶ νῦν.
Ἴασαι Ἁγνή, τῶν παϑῶν μου τὴν ἀσϑένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγίειαν, τῇ πρεσβείᾳ σου παράσχου μοι.
Τοῦ Ἁγίου. Τῷ ϑείῳ φέγγει σου Ἀγαϑέ.
Ὁ νεομάρτυς σου ᾿Ιησοῦ, χάριτι σου ϑείᾳ ὁ Ῥωμανός, ἔργῳ τὴν κλῆσιν ἀπέδειξεν, ῥώμην γὰρ τὴν ἄνωϑεν ἐνδυϑείς, τῶν ἀσεβῶν βασάνους, καταπεφρόνηκε.
Ξεσμοὺς καὶ μάστιγας εἰς οὐδέν, καὶ τὰς τοῦ προσῴπου σου πληγάς, ταύτας ἐλογίσω μακάριε, ἀλλὰ καὶ τῆς γλώσσης τὴν ἐκκοπήν, μάρτυς Χριστοῦ, ἐδεξω χαρμοσύνως, Θεοῦ ὡς γνήσιος.
Νομίμως ἤϑλησας Ῥωμανέ, τῶν Ἀγαρινῶν τὸ ἀσεβές, ὅλως σοφὲ ἐξουδένωσας, ἀλλὰ καὶ ψευδώνυμον καὶ πλάνον εἰπών, ἐκείνων τὸν προφήτην, ὑπέστης ϑάνατον.
Θεοτοκίον.
Φωτί σου ϑείῳ ὡς Ἀγαϑή, τὴν ἐσκοτισμένην μου ψυχήν, ταῖς ἡδοναῖς φωταγώγησον, καὶ πρὸς σωτηρίας τρίβον ὁδήγησον, ἡ μόνη τὸν Σωτῆρα, Χριστὸν κυήσασα.
Καταβασία· Ἐξέστη τὰ σύμπαντα…
Τῆς Θεοτόκου. ᾨδὴ στ΄. Ὁ Εἱρμὸς.
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς ϑλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσϑη, καὶ ἡ ζωή μου τῷ ᾅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· ἐκ φϑορᾶς, ὁ Θεός με ἀνάγαγε.
Τροπάρια·
Θανάτου, καὶ τῆς φϑορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ ϑανάτῳ, τὴν τῇ φϑορᾷ καὶ ϑανάτῳ μου φύσιν, κατασχεϑεῖσαν, Παρϑένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχϑρῶν κακουργίας με ῥύσασϑαι.
Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρϑένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φϑορᾶς τῶν παϑῶν μου ῥυσϑῆναί με.
Δόξα.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεϑα, καὶ ψυχῶν σε παντελῆ σωτηρίαν, καὶ πλατυσμὸν ἐν ταῖς ϑλίψεσι, Κόρη, καὶ τῷ φωτί σου ἀεὶ ἀγαλλόμεϑα· ὦ Δέσποινα, καὶ νῦν ἡμᾶς, τῶν παϑῶν καὶ κινδύνων διάσωσον.
Καὶ νῦν.
Ἐν κλίνῃ νῦν ἀσϑενῶν κατάκειμαι, καὶ οὐκ ἔστιν ἴασις τῇ σαρκί μου, ἀλλ’ ἡ Θεὸν καὶ Σωτῆρα τοῦ κόσμου, καὶ τὸν λυτῆρα τῶν νόσων κυήσασα, σοῦ δέομαι τῆς ἀγαϑῆς, ἐκ φϑορᾶς νοσημάτων ἀνάστησον.
Τοῦ Ἁγίου. Τοῦ βίου τὴν ϑάλασσαν.
Μακάριος γέγονας, ἐκλεχϑεὶς παρὰ Θεοῦ, εἰς μαρτυρίου στάδιον, ὡς αὐτὸς ἡρετίσω ἐξ ἀπαλῶν, ὀνύχων πανένδοξε, ὡς ἐχέφρων τὸ κρεῖττον ἐκλεξάμενος.
Λαὸς ὁ παράνομος τῶν δεινῶν ἀγαρηνῶν, ϑανάτῳ κατεδίκασε, τοῦ Χριστοῦ σε τὸν γνήσιον Ῥωμανέ, αὐτοὺς καταισχύναντα, σοῦ τῇ ϑείᾳ ἐντάσει πρὸς τὰ κρείττονα.
Καλῶς διετέλεσας, σοῦ τὸν βίον Ῥωμανέ, τὸν διὰ ξίφους ϑάνατον, ὑπομείνας γενναίως ὑπὲρ Χριστοῦ καὶ στέφει ἐκόσμισας μαρτυρίου σαυτὸν ὑστέροις ἔτεσι.
Θεοτοκίον.
Τὴν μόνην Πανύμνητον, τὴν καλὴν ἐν γυναιξί, τὴν τοῦ Θεοῦ λοχεύτριαν, Χριστιανῶν τὸ τεῖχος τὸ ἀῤῥαγές, Μαρίαν τὴν ἄχραντον, ἀδιστάκτῳ καρδίᾳ μακαρίσωμεν.
Καταβασία· Τὴν ϑείαν ταύτην…
Κοντάκιον. Ἦχος δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ῥωμαλέον Ῥωμανὸν πρᾶγμα καὶ ὄνομα, τὸν ἐν ὑστέροις τοῖς καιροῖς, φανέντα μάρτυρα καὶ αἰσχύναντα τὸ ἄϑεον ὅλον γένος, εὐφημήσωμεν ἐν ὕμνοις τούτῳ λέγοντες· τῶν τιμώντων σου τὴν μνήμην Θεῷ πρέσβευε καὶ βοώντων σοι· χαῖρε Μάρτυς πολύαϑλε.
Ὁ Οἶκος
Ἄνωϑεν ἐψιφίσϑης, μαρτυρίου εἰς κλήρον, σοφὲ ἐξ ἀπαλῶν σου ὀνύχων, τοῦτο γὰρ ποϑῶν ἐκ παιδικῆς ἡλικίας Ῥωμανὲ μακάριε, ὁ δι’ Ἀκακίου πρεσβειῶν τετύχηκας· καὶ παρ’ ἡμῶν ἀκούεις ταῦτα·
Χαῖρε, πατρίδος σου ὡραιότης·
χαῖρε, τοῦ Ἄϑω ἡ κοσμιότης.
Χαῖρε, εὐσεβῶν γεννητόρων το βλάστημα·
χαῖρε, Ἀϑλητῶν νεωτέρων τὸ καύχημα.
Χαῖρε, ὅτι πληγὰς ἤνεγκας γλώττης καὶ τῶν παρειῶν·
χαῖρε, ὅτι μεμακάρισαι ὑπ’ Ἀγγέλων καὶ βροτῶν.
Χαῖρε ὁ ὑπομείνας φρέατος τὰς κακώσεις·
χαῖρε, ὁ διὰ ξίφους πρὸς Θεὸν ἀνυψώϑεις.
Χαῖρε, ὁ δοὺς σεαυτὸν εἰς βάσανα·
χαῖρε, ὁ γνοῦς τῆς σαρκὸς τὴν ἀπάϑειαν.
Χαῖρε, δι’ οὗ οἱ πιστοὶ εὐοδοῦνται·
χαῖρε, δι’ οὗ οἱ νοϑροὶ ἀνορϑοῦνται.
Χαῖρε, μάρτυς πολύαθλε.
Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός μνήμῃ τοῦ Ἁγίου νέου ὁσιομάρτυρος Ῥωμανοῦ τοῦ ἀπὸ Καρπεννησίου, τοῦ πρότερον ἐν τῇ ἱερᾷ Σκήτῃ τῶν Καυσοκαλυβίων ἀσκήσαντος, ὕστερον δὲ ἐν Κων/πόλει ἀϑλήσαντος, ἐν ἔτει 1694.
Στίχοι·
Τὸν Ῥωμανὸν ἐν Μάρτυσι νέον στέφει.
Στεφάνῳ νίκης, ὁ Στεφοδότης ἄνω.
(καὶ τὰ λοιπὰ τοῦ Συναξαριστοῦ)
Τῆς Θεοτόκου. ᾨδὴ ζ΄. Ὁ Εἱρμὸς.
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τροπάρια·
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠϑέλησας Σῶτερ, οἰκονομήσασϑαι, ἐν μήτρᾳ τῆς Παρϑένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας, Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσϑῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δόξα.
Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφϑαρσίας, τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ ϑύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν.
Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀῤῥωστίας, Θεογεννήτρια, τῶν πόϑῳ προσιόντων, τῇ σκέπῃ σου τῇ ϑείᾳ, ϑεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.
Τοῦ Ἁγίου. Δροσοβόλον μὲν τὴν κάμινον.
Ἵνα δείξῃ σε τοῖς πᾶσιν ὁ Φιλάνϑρωπος, μάρτυρα ἐκλεκτὸν ἑαυτοῦ, φῶς οὐράνιον κατελϑὸν ἐφώτιζε σαφῶς, τὸν τάφον σου μάρτυς Ῥωμανέ, σὺ δὲ ἐδόξαζες Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.
Θεοφόρος λευκοφόρος ὅλος φαίνεται, τῷ ὁσίῳ Ἀκακίῳ ὁ κλεινός, καὶ ἐν νεομάρτυσιν ὁ ϑεῖος Ῥωμανός, καὶ τοῦτον ἐπόσητε βοᾶν· εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡξιώϑεις τοῦ συνεῖναι μάρτυς ἔνδοξε, μέσον νεομαρτύρων σοφέ, καὶ σὺν αὐτοῖς πρεσβεύειν τῷ Θεῷ ἐκτενῶς, ὕπερ τῶν τελούντων σου ἀεί, ἄϑλησίν σου τὴν σεπτήν, καὶ φωσφόρον πάτερ μνήμην σου.
Θεοτοκίον.
Ἰακώβ σε καλλονὴν καὶ ϑείαν κλίμακα, ἣν ἑώρακεν πρίν, ἐκτεταμένην πρὸς ὕψος γινώσκομεν σεμνή, κατάγουσαν ἄνωϑεν Θεόν, σεσαρκωμένον καὶ βροτούς, αὖϑις ἐπανάγουσαν.
Καταβασία. Οὐκ ἐλάτρευσαν…
Τῆς Θεοτόκου. ᾨδὴ η΄. Ὁ Εἱρμὸς.
Τὸν Βασιλέα, τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τροπάρια·
Τοὺς βοηϑείας, τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρϑένε, ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε, Κόρη, εἰς αἰῶνας.
Τῶν ἰαμάτων, τὸ δαψιλὲς ἐπιχέεις τοῖς πιστῶς ὑμνοῦσί σε Παρϑένε, καὶ ὑπερυψοῦσι τὸν ἄφραστόν σου τόκον.
Δόξα.
Τὰς ἀσϑενείας μου τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς ὀδύνας, Παρϑένε, ἵνα σε δοξάζω τὴν Κεχαριτωμένην.
Καὶ νῦν.
Τῶν πειρασμῶν σὺ τὰς προσβολὰς ἐκδιώκεις, καὶ παθῶν τὰς ἐφόδους Παρϑένε· ὅϑεν σε ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἁγιου. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ζῆς καὶ ἔτι ἐν βίῳ ὡς μάρτυς γνήσιος, τοῦ Χριστοῦ εἰ καὶ πόλῳ κλῆρον ἀπέλαβες, μάκαρ Ῥὡμανὲ μετὰ τῶν συμμαρτύρων σου, ὅϑεν σὲ ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἐκ ζωῆς τῆς προσκαίρου, εἰς ζωὴν μένουσαν ἐπληρώϑης ὡς μάρτυς ἔτι καὶ ὅσιος, ὅϑεν Ῥωμανέ, καὶ διπλοῦν φέρεις στέφανον, καὶ Θεὸν δοξάζεις εἰς πάντας τοὺς αἰῶνας.
Διδαχῇ καὶ δεήσει τῇ τοῦ ἀλείπτου σου, πατρὸς Ἀκακίου μᾶρτύρων γέγονας, σύσκηνος σοφέ, Ῥωμανὲ καὶ ἐπάξιος τοῦ δοξάζειν, τὸν Κύριον εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐκ ἐπίσταμαι πλήν σου ἄλλην ἀντίληψιν, σὲ προβάλλομαι πρέσβιν, Ἀγνὴ πανάμωμε, σὲ πρὸς τὸν ἐκ σοῦ τεχϑέντα μεσίτριαν, πάντων τῶν λυπούντων ἐλεύϑερόν με δεῖξον.
Καταβασία. Παῖδας εὐαγεῖς…
Τῆς Θεοτόκου. ᾨδὴ θ΄. Ὁ Εἱρμὸς.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρϑένε Ἁγνή, σὺν ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες.
Τροπάρια·
Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρϑένε, Χριστὸν κυήσασα.
Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον Παρϑένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρϑένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.
Δόξα.
Φωτός σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρϑένε, τὸ ζοφερὸν τῆς ἀγνοίας διώκουσα, τοὺς εὐσεβῶς Θεοτόκον, σὲ καταγγέλλοντας.
Καὶ νῦν.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσϑενείας, ταπεινωϑέντα Παρϑένε ϑεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Τοῦ Ἁγίου. Θεὸν Ἀνϑρώποις.
Γνωστὸς ἐγένου τοῖς μὴ ζητοῦσί σε, σοφὲ τοῖς ἀσεβέσι Ῥωμανὲ ὁσιόαθλε, διὰ γάρ σου ἅγιε ἠσχύνθη κακῶς, γένος ἀγαρινῶν τε τὸ δὲ χριστώνυμον, μᾶλλον ἐδοξάσϑη, διὰ σοῦ τὸ ϑεοδόξαστον.
Βλαστὸς εὐώδης εὐσεβὲς γέννημα, καὶ τῷ Θεῷ ἐδείχϑης ἀφιέρωμα ἅγιον, ὅλος ἐξ οἰκείας σου ϑεόφρον βουλῆς, ὅλος ἀπὸ ψυχῆς καὶ προαιρέσεως, μάρτυς ἐϑελούσιος, οὐκοῦν, ἐγένου ἔνδοξος.
Ἀεὶ πρεσβεύεις ὑπὲρ τῶν δούλων σου, τῶν σοὶ πιστῶς βοώντων Ῥωμανὲ καὶ αὐτούντων σοι, τοῦ ῥυσϑῆναι ἅπαντας ἁπάσης ὀργῆς, ἵνα καὶ σοῦ τιμῶμεν μνήμην τὴν ἔνϑεον, καὶ μακαριοῦμέν σε ἀεὶ τὸν νεομάρτυρα.
Θεοτοκίον.
Ὑμνεῖν δοξάζειν καὶ μακαρίζειν σε, δίδου ἡμῖν ἀξίως τοῖς τιμῶσί σε Πάναγνε, καὶ τὸν ϑεῖον τόκον σου μεγαλύνουσι, μόνη εὐλογημένη, σὺ γὰρ τὸ καύχημα, τῶν Χριστιανῶν καὶ πρὸς Θεόν, πρέσβυς εὐπρόσδεκτος.
Καταβασία. Ἅπας γηγενής…
Ἐξαποστειλάριον. Τοῖς μαϑηταῖς συνέλϑωμεν.
Τὸν Ῥωμανὸν ἐν Μάρτυσι καὶ ὁσίοις τιμῶμεν, ὑπὲρ Χριστοῦ γὰρ ἤθλησε, διὰ ξίφους καὶ χάριν ἄνωϑεν ἐκομίσατο, ἐκ Θεοῦ ὁ γενναῖος, τοῦ δοξασϑῆναι ὡς Μάρτυς, μετὰ πότμον ὁ μέγας, ἀναφανδόν, τάφῳ γὰρ κατήρχετο οὐρανόϑεν, ϑεῖόν τε φῶς οὐράνιον, ἐξαστράπτον καὶ φαῖνον.
Θεοτοκίον ὅμοιον.
Λόγου Θεοῦ Μητέρα σε, ἀνυμνοῦμεν σὺν πόϑῳ ἐν ϑεοπνεύστοις ᾄσμασι, Παναγία Παρϑένε, οἱ διὰ σοῦ σεσωσμένοι· νέμοις οὗν Θεοτόκε, τοῖς ἀναξίοις δούλοις σοῦ ἵλασμὸν καὶ εἰρήνην, καὶ φωτισμόν, ὅσα γὰρ θέλεις δύνασαι καὶ ἰσχύεις, ὡς πάντων οὗσα, Δέσποινα, ὑπερένδοξε Κόρη.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἰστῶμεν στίχ. δ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου ϑαύματος.
Ὅσιε καὶ Μάρτυς ἔνδοξε, σὺ τὸν Σταυρὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἐβάστασας, πρῶτον δι᾽ ἀσκήσεως, καὶ τὸ ὕστερον ἔδραμες, εἰς τὸ βαστάσαι Χριστοῦ τὰ στίγματα· ἐν τῇ σαρκί σου, καὶ διὰ αἵματος, τοῦ ἐκ τραχήλου σου, παραδοὺς τὸ πνεῦμά σου, χειρὶ Θεοῦ, Ῥωμανὲ μακάριε, ὦ τῆς σῆς χάριτος.
Μάρτυς Ῥωμανὲ μακάριε, ἀνακαϑάρας τὸν νοῦν, νουϑεσίᾳ τῇ κρείττονι Ἀκακίου πρότερον, εἰς τὸ στάδιον ἔδραμες, τοῦ μαρτυρίου, αὐτοῦ τῇ χάριτι καὶ ὑπομείνας, πληγὰς καὶ κάϑειρξιν, ἔχαιρες ἄριστα, τεσσαρακονϑήμερον ἐν τῷ αὐτῷ, διαμείνας φρέατι, Χριστοῦ τῇ χάτιτι.
Μάρτυς Ῥωμανὲ μακάριε, τόπους ἁγίους Χριστοῦ προσκυνήσας τὸ πρότερον, μαρτυρίου ἔλαβες ϑεῖον ἔρωτα ὕστερον, διὸ ἀσκήσας, ἱκανῶς ἔνδοξε, ἐν προστασίᾳ πατρὸς ϑεόφρονος, ἐπροοιμίασας, τοὺς πολλοὺς ἀγῶνάς σου ἀϑλητικούς, καὶ τὸ διὰ ξίφους τε, τέλος τὸ ϑεῖόν σου.
Πόνους ὑποστὰς πανεύφημε, τοὺς ἐκ μαστίγων πολλούς, παρειῶν τε τὴν κάκωσιν, γλώττης τὴν ἀφαίρεσιν, καὶ τοῦ φρέατος κάϑειρξιν, ἔχαιρες βλέπων σαὐτὸν ὁλόστικτον, ἀλλὰ καὶ ἔτι λωροτομούμενος, μακαριώτατε, καὶ παρατεμνόμενος ἔστης Χριστῷ, διπλοστεφανούμενος ὡς ὁσιόαθλος.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὅσιε καὶ μάρτυς ἐν ταὐτῷ, Ῥωμανὲ πανεύφημε, χαίροις ἐν τῇ μνήμῃ σου σήμερον· σὺ γὰρ ἐκ πρώτης ἡλικίας, τὸν Θεὸν πρὸ πάντων τῶν ὄντων ἀγαπήπας, γνήσιος αὐτοῦ γέγονας, δι᾿ ἄκρας τε ἀσκήσεως, καὶ πολυπαϑοῦς ἀϑλήσεως, καὶ τῆς διὰ ξίφους τελευτῆς σου· διὸ καὶ παῤῥησία τυγχάνων πρὸς Χριστὸν τὸν Θεόν, αἴτησαι τοῦ σωϑῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ ϑλίψεως.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΔΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, καὶ ἐκ τοῦ κανόνος τοῦ Ἁγίου, αἱ ᾠδαὶ γ΄. καὶ ς΄, Ἀπόστολον, ζήτει εἰς τὰς 2 Σεπτεμβρίου.

