Ακολουθία Ευαγγελισμού της Θεοτόκου

Ψαλλομένη τῇ 25η Μαρτίου

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθεὶς.

Κατοικτειρήσας τὸ ποίημα ὁ Πλάστης, σπλάγχνοις τοῖς οἰκείοις τε κατακαμπτόμενος, Κόρης ἐν μήτρᾳ Θεόπαιδος, οἰκῆσαι σπεύδει, πρὸς ἣν ὁ μέγας ἦλθεν Ἀρχάγγελος. Χαῖρε προσφθεγγόμενος, Θεοχαρίτωτε,  νῦν μετὰ Σοῦ ὁ Θεὸς ἡμῶν, μὴ πτοηθῇς με, τοῦ Βασιλέως τόν Ἀρχιστράτηγον· εὗρες γὰρ χάριν, ἣν ἀπώλεσεν, Εὔα τό πρίν ἡ Προμήτωρ Σου, καὶ συλλήψῃ καὶ τέξῃ, τοῦ Πατρὸς τον ὁμοούσιον.

Ξένος ἐστί σου ὁ λόγος καὶ ἡ θέα, ξένα σου τὰ ῥήματα καί τά  μηνύματα, ἡ Μαριὰμ πρὸς τὸν Ἄγγελον, μὴ με πλανήσῃς, Κόρη  ὑπάρχω γάμου ἀμύητος, λέγεις ὡς συλλήψομαι τον ἀπερίληπτον, καὶ πῶς χωρήσει ἡ μήτρα μου, Ὅν τὰ μεγέθη, τῶν οὐρανῶν χωρῆσαι οὐ δύνανται; Τοῦ Ἀβραὰμ Σε διδαξάτω πρίν, ἡ καλύβη, Θεόν ἡ χωρήσασα, προτυποῦσα Παρθένε, τὴν Θεόδεκτον γαστέρα Σου.

Εἰς Ναζαρὲτ νῦν τὴν Πόλιν ἐπιφθάσας, πόλιν Σὲ τὴν ἔμψυχον τοῦ Βασιλέως Χριστοῦ, ὁ Γαβριὴλ κατασπάζεται, βοῶν Σοι· χαῖρε, εὐλογημένη Θεοχαρίτωτε, ἕξεις ἐν νηδύϊ Σου Θεὸν σαρκούμενον, καί διά Σοῦ τὸ ἀνθρώπινον, πρὸς τὸ ἀρχαῖον, δι’ εὐσπλαγχνίαν ἀνακαλούμενον· εὐλογημένος τῆς κοιλίας Σου, θεῖος καρπὸς ὁ ἀθάνατος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος α΄.
Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς Σὲ τὴν Παρθένον ἁγνήν, μηνῦσαί Σοι τὸν λόγον τῆς σωτηρίας· ἅμα δὲ καὶ καλέσαι Σε· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, τέξῃς Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, Ὅς σώσει τὸν λαὸν Αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ἄρχων τῶν ἄνω Δυνάμεων, ὁ Γαβριὴλ καταπτάς, τὴν Παρθένον ἀσπάζεται, χαῖρε λέγων ὄχημα, καθαρὸν τῆς Θεότητος, σὲ ἐξ αἰῶνος Θεὸς ἠγάπησεν, εἰς κατοικίαν τε ᾑρετίσατο, δοῦλος Δεσπότου Σου παρουσίαν πάρειμι, ἀναβοῶν, τέξῃ οὖν τὸν Κύριον, ἄφθορος μένουσα.

Στ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Τί σου τὸ εἶδος τὸ πύρινον, τῷ Γαβριὴλ ἡ Σεμνή, μετ’ ἐκπλήξεως ἔφησε, τί  σου τὸ ἀξίωμα, καὶ τῶν λόγων ἡ δύναμις; Παιδοποιΐαν προσεπαγγέλῃ μοι, ἐγὼ δὲ πεῖραν ἀνδρὸς οὐ κέκτημαι, ἄπιθι πόῤῥωθεν, πλανήσῃς ἄνθρωπε, ὥς περ τὸ πρίν, Εὔαν τὴν Προμήτορα, ὄφις ὁ δόλιος.

Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Πνεῦμα Θεοῦ τὸ Πανάγιον, ἥξει Ἁγνὴ ἐπὶ Σέ, Θεοχώρητε Δέσποινα, καὶ ἐπισκιάσει Σοι, τοῦ Ὑψίστου ἡ δύναμις, καὶ τέξῃ παῖδα διατηροῦντά Σου, τὴν παρθενίαν ἀπαρασάλευτον, οὗτος Υἱὸς ἐστιν, ἀγενεολόγητος, οὗτος ὀφθείς, σώσει τὸν λαὸν Αὐτοῦ, καθὼς ηὐδόκησε.

Δόξα. Καὶ νῦν.Ἦχος δ΄.
Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, και χαίρειν αὐτῇ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ Σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν  ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Βουλὴν προαιώνιον, ἀποκαλύπτων Σοι Κόρη, Γαβριὴλ ἐφέστηκε, Σε κατασπαζόμενος, καὶ φθεγγόμενος· Χαῖρε γῆ ἄσπορε, χαῖρε βάτε ἄφλεκτε, χαῖρε βάθος δυσθεώρητον, χαῖρε ἡ γέφυρα, πρὸς τοὺς οὐρανοὺς ἡ μετάγουσα, καὶ κλῖμαξ ἡ μετάρσιος, ἣν ὁ Ἰακὼβ ἐθεάσατο· χαῖρε θεία στάμνε τοῦ Μάννα, χαῖρε λύσις τῆς ἀρᾶς, χαῖρε Ἀδάμ ἡ ἀνάκλησις, μετά Σοῦ ὁ Κύριος.

Φαίνῃ μοι ὡς ἄνθρωπος, φησὶν ἡ ἄφθορος Κόρη, πρὸς τὸν Ἀρχιστράτηγον, καὶ πῶς φθέγγῃ ῥήματα ὑπὲρ ἄνθρωπον· μετ’ ἐμοῦ ἔφης γάρ, τὸν Θεὸν ἔσεσθαι, καὶ σκηνώσειν ἐν τῇ μήτρᾳ μου, καὶ πῶς γενήσομαι, λέγε μοι χωρίον εὐρύχωρον, καὶ τόπος ἁγιάσματος, τοῦ τοῖς Χερουβὶμ ἐπιβαίνοντος; Μὴ με δελεάσῃς ἀπάτῃ· οὐ γὰρ ἔγνων ἡδονήν, γάμου ὑπάρχω ἀμύητος, πῶς οὖν παῖδα τέξομαι!

Θεὸς ὅπου βούλεται, νικᾶται φύσεως τάξις, φησὶν ὁ ἀσώματος, καί τὰ ὑπὲρ ἄνθρωπον διαπράττεται. Τοῖς ἐμοῖς πίστευε, ἀληθέσι ῥήμασι, Παναγία ὑπεράμωμε· ἡ δὲ ἐβόησε· γένοιτό μοι νῦν ὡς τὸ ῥῆμά σου, καὶ τέξομαι τὸν ἄσαρκον, σάρκα ἐξ ἐμοῦ δανεισάμενον, ὅπως ἀναγάγῃ, τὸν ἄνθρωπον, ὡς μόνος δυνατός, εἰς τὸ ἀρχαῖον ἀξίωμα, διὰ τῆς συγκράσεως.

Ἕτερα. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, πῶς παρθένος ἁγνή, Γαβριὴλ Ἀρχάγγελος, ἐπέστη ἐν Ναζαρέτ, μηνύων σύλληψιν, τὴν ἄσπορον καὶ σεπτήν, τοῦ Θεοῦ Λόγου εἰς πάντων ἀνάκλησιν, τὴν ἄσπορον καὶ σεπτήν, τοῦ Θεοῦ Λόγου εἰς πάντων ἀνάκλησιν, ἀνθρώπων τῶν ἐπὶ γῆς, καὶ πρὸς αὐτὴν μετὰ φόβου ἐβόησε· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τὸ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.

Βαβαὶ τοῦ Σοῦ μυστηρίου Ἁγνή, πῶς Θεὸν ἐν μήτρᾳ, ἀσπόρως συνέλαβες, καὶ ἔσχες τῇ Σῇ γαστρί, τὸν ἀπερίγραπτον, ἐκπλήττει δὲ πάντα νοῦν, βροτῶν καὶ νόων ὡς λίαν παράδοξον· διὸ Σοὶ χαρμονικῶς, σὺν τῷ Ἀγγέλῳ τὸν ὕμνον κραυγάζομεν· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τὸ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.

Σὺ τῶν Προφητῶν τὸ κήρυγμα, καὶ Ἁγίων Πάντων, κλέος καὶ διάδημα, καὶ πάντων Χριστιανῶν τὸ καταφύγιον, Παρθένε Μήτηρ Θεοῦ· διὸ τιμώμεν τὴν θείαν Σου σύλληψιν, σὺν τῷ κλεινῷ Γαβριήλ, χαρμονικῶς τὴν ᾠδὴν ἀναπέμποντες· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τὸ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄. Ἰωάννου Μοναχοῦ.
Ἀπεστάλη ἐξ οὐρανοῦ Γαβριὴλ ὁ Ἀρχάγγελος, εὐαγγελίσασθαι τῇ Παρθένῳ τὴν σύλληψιν· καὶ ἐλθὼν εἰς Ναζαρέτ, ἐλογίζετο ἐν ἑαυτῷ, τῷ θαῦμα ἐκπληττόμενος· ὅτι, πῶς ὁ ἐν ὑψίστοις ἀκατάληπτος ὤν, ἐκ παρθένου τίκτεται! ὁ ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ἐν μήτρᾳ χωρεῖται γυναικός! ᾧ τὰ Ἑξαπτέρυγα καὶ Πολυόμματα ἀτενίσαι οὐ δύνανται, λόγῳ μόνῳ ἐκ ταύτης σαρκωθῆναι ηὐδόκησε, Θεοῦ ἐστι Λόγος ὁ παρών. Τὶ οὖν ἵσταμαι, καὶ οὐ λέγω τῇ Κόρῃ; Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ· χαῖρε ἁγνὴ Παρθένε, χαῖρε Νύμφη ἀνύμφευτε, χαῖρε Μήτηρ τῆς ζωῆς, εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα (Κεφ. κγ΄ 10-17).
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καἰ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτὴν ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ· αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν, Καὶ ἐφοβήθη καὶ εἶπεν: Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 27, μδ΄1-4).
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1-11).
Ἡ Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν: Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα.

Ἦχος α΄. Βύζαντος.
Τῷ ἕκτῳ μηνί, ὁ Ἀρχιστράτηγος ἀπεστάλη πρὸς Σὲ τὴν Παρθένον καὶ Ἁγνήν, μηνῦσαί Σοι τὸν λόγον τῆς σωτηρίας, ἅμα δὲ καὶ καλέσαι Σε· χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ· τέξῃ Υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρός, ὃς σώσει τὸν λαὸν Αὐτοῦ, ἐκ τῶν πταισμάτων αὐτῶν.

Ὁ αὐτὸς. Ἀνατολίου.
Ἐν τῷ μηνὶ τῷ ἕκτῳ, ἀπεστάλη οὐρανόθεν Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐν πόλει τῆς Γαλιλαίας Ναζαρέτ, κομίσαι τῇ Κόρῃ χαρᾶς εὐαγγέλια, καί προσελθὼν πρὸς αὐτὴν ἐβόησε λέγων· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, χαῖρε δοχεῖον τῆς ἀχωρήτου φύσεως· ὃν γὰρ οὐρανοί οὐκ ἐχώρησαν, ἡ νηδύς Σου κεχώρηκεν εὐλογημένη· χαῖρε Σεμνή, τοῦ Ἀδὰμ ἡ ἀνάκλησις, καὶ τῆς Εὔας ἡ λύτρωσις, καὶ χαρὰ τοῦ κόσμου, καὶ ἀγαλλίασις τοῦ γένους ἡμῶν.

Ὁ αὐτὸς.
Ἀπεστάλη Ἄγγελος Γαβριήλ, οὐρανόθεν ἐκ Θεοῦ, πρὸς Παρθένον ἀμόλυντον, εἰς πόλιν τῆς Γαλιλαίας Ναζαρέτ, εὐαγγελίσασθαι αὐτῇ τοῦ ξένου τρόπου τὴν σύλληψιν. Ἀπεστάλη δοῦλος ἀσώματος, προς ἔμψυχον πόλιν καὶ πύλην νοεράν, μηνύσαι Δεσποτικῆς παρουσίας τὴν συγκατάβασιν. Ἀπεστάλη στρατιώτης οὐράνιος, πρὸς τὸ ἔμψυχον τῆς δόξης παλάτιον, προετοιμάσαι τῷ Κτίστῃ κατοικίαν ἄληκτον, καὶ προσελθὼν πρὸς αὐτὴν ἐκραύγαζε· χαῖρε θρόνε πυρίμορφε, τῶν τετραμόρφων ὑπερενδοξοτέρα· χαῖρε καθέδρα, βασιλική οὐράνιε, χαῖρε ὄρος ἀλατόμητον, δοχεῖον πανέντιμον· ἐν Σοὶ γὰρ πᾶν τὸ πλήρωμα κατῴκησε, τῆς Θεότητος σωματικῶς, εὐδοκίᾳ Πατρός ἀϊδίου, και συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Δόξα. Καὶ νῦν. Ἦχος β΄. Κοσμᾶ Μοναχοῦ.
Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ Κεχαριτωμένῃ σήμερον· χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδέ δειλιάσῃς, Ἀρχάγγελός εἰμι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί Σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον  Ἄχραντε.

Εἰς τὸν Στίχον, Ἰδιόμελα. Ἦχος δ΄.
Τῷ ἕκτῳ μηνί, ἀπεστάλη ὁ Ἀρχάγγελος πρὸς Παρθένον ἁγνήν, και χαίρειν αὐτῇ προσειπών, εὐηγγελίσατο ἐξ αὐτῆς τὸν Λυτρωτὴν προελθεῖν. Ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν, τὸν ἀφράστως εὐδοκήσαντα ἐνανθρωπῆσαι, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Στ. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ Εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ Σε τὸν προαιώνιον Θεόν. Διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν Σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Ἰδοὺ ἡ ἀνάκλησις νῦν ἐπέφανεν ἡμῖν, ὑπὲρ λόγον ὁ Θεὸς τοῖς ἀνθρώποις ἑνοῦται, Ἀρχαγγέλου τῇ φωνῇ ἡ πλάνη ἐκμειοῦται· ἡ Παρθένος γὰρ δέχεται τὴν χαράν, τὰ ἐπίγεια γέγονεν οὐρανός, ὁ κόσμος λέλυται τῆς ἀρχαίας ἀρᾶς. Ἀγαλλιάσθω ἡ κτίσις καὶ φωναῖς ανυμνείτω. Ὁ Ποιητής καὶ Λυτρωτὴς ἡμῶν, Κύριε δόξα Σοι.

Δόξα. Καὶ νῦν. Ἦχος δ΄. Ἀνδρέου Ἱεροσολυμίτου.
Σήμερον χαρᾶς Εὐαγγέλια, παρθενικὴ πανήγυρις· τὰ κάτω τοῖς ἄνω συνάπτεται, ὁ Ἀδὰμ καινουργεῖται, ἡ Εὔα τῆς πρώτης λύπης ἐλευθεροῦται, καὶ ἡ σκηνὴ τῆς καθ’ ἡμᾶς οὐσίας τῇ θεώσει τοῦ προσληφθέντος φυράματος, ναὸς Θεοῦ κεχρημάτικεν. Ὦ Μυστήριον! ὁ τρόπος τῆς κενώσεως ἄγνωστος, ὁ τρόπος τῆς συλλήψεως ἄφραστος· Ἄγγελος λειτουργεῖ τῷ θαύματι, παρθενικὴ γαστὴρ τὸν Υἱὸν ὑποδέχεται, Πνεῦμα Ἅγιον καταπέμπεται, Πατὴρ ἄνωθεν εὐδοκεῖ, καὶ τὸ συνάλλαγμα κατὰ κοινὴν πραγματεύεται βούλησιν, ἐν ᾧ καὶ δι’ οὗ σωθέντες, συνῳδά τῷ Γαβριήλ, πρὸς τὴν Παρθένον βοήσωμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ, ἐξ ἧς ἡ σωτηρία, Χριστὸς ὁ Θεός ἡμῶν, τὴν καθ’ ἡμᾶς προσλαβόμενος φύσιν, πρὸς ἑαυτὸν ἐπανήγαγεν. Αὐτόν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄.
Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ Κεφάλαιον, καὶ τοῦ ἀπ’ αἰῶνος Μυστηρίου ἡ φανέρωσις, ὁ Υἱὸς τοῦ Θεοῦ, Υἱὸς τῆς Παρθένου γίνεται, καὶ Γαβριὴλ τὴν χάριν εὐαγγελίζεται. Διὸ καὶ ἡμεῖς σὺν αὐτῷ τῇ Θεοτόκῳ βοήσωμεν· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ἀπόλυσις.

ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτὴρ.
Ὁ μέγας Στρατηγός, τῶν ἀΰλων ταγμάτων, εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει Σοι Ἄχραντε, τῶν αἰώνων καὶ Κύριον· χαῖρε λέγων Σοι,  εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον θαῦμα, βροτῶν ἡ ἀνάκλησις.

Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τήν  β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σήμερον ἅπασα κτίσις ἀγάλλεται, ὅτι τὸ χαῖρέ Σοι φωνεῖ Ἀρχάγγελος, εὐλογημένη Σὺ Σεμνή, καὶ Ἄχραντε πανάμωμε. Σήμερον τοῦ ὄφεως, ἀμαυροῦται τὸ φρύαγμα· ἀρᾶς γὰρ διαλέλυται, τοῦ Προπάτορος σύνδεσμος. Διὸ καὶ κατὰ πάντα βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Γαβριὴλ ἐξ οὐρανοῦ, τὸ Χαῖρε κράζει τῇ Σεμνῇ, ὅτι συλλήψῃ ἐν γαστρί, τὸν προαιώνιον Θεόν, τὸν διὰ λόγου τὰ πέρατα συστησάμενον· ὅθεν Μαριὰμ ἀπεφθέγγετο· ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακε; καὶ ἑρμηνεύων ἔλεγεν ὁ Ἄγγελος, τῇ Θεοτόκῳ καί Παρθένῳ·  ἐλεύσεταί Σοι Ἅγιον Πνεῦμα καί δύναμις Ὑψίστου ἐπισκιάσει Σοι.

Δόξα. Καὶ νῦν. Ὅμοιον.
Ἀπεστάλη Γαβριήλ, πρὸς τὴν Παρθένον καὶ ἁγνήν, καὶ ἐμήνυσεν Αὐτῇ, τὴν  ἀνεκλάλητον χαράν, ὅτι ἀσπόρως συλλήψῃ καὶ οὐ φθαρήσῃ· τέξῃ γὰρ Υἱόν, τὸν πρὸ αἰώνων Θεόν, ὃς σώσει τὸν λαόν, ἐκ τῶν πταισμάτων αὐτῶν, καὶ μαρτυρεῖ ὁ πέμψας με εἰπεῖν Σοι· εὐλογημένη τὸ Χαῖρε, Παρθένος τίκτεις, καὶ μετὰ τόκον,  πάλιν μένεις Παρθένος.

Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.

Προκείμενον. Εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.

Στ. ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Ταῖς τῆς Θεοτόκου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος β΄. Κοσμᾶ Μοναχοῦ. Στ. Ἐλέησόν με, ὁ Θεὸς…
Εὐαγγελίζεται ὁ Γαβριὴλ τῇ  Κεχαριτωμένῃ σήμερον· χαῖρε ἀνύμφευτε Κόρη καὶ ἀπειρόγαμε, μὴ καταπλαγῇς τῇ ξένῃ μου μορφῇ, μηδέ δειλιάσῃς, Ἀρχάγγελός εἰμι, ὄφις ἐξηπάτησεν Εὔαν ποτέ, νῦν εὐαγγελίζομαί σοι τὴν χαράν, καὶ μενεῖς ἄφθορος, καὶ τέξῃ τὸν Κύριον Ἄχραντε.

Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς, κατὰ Ἀλφάβητον. Ποίημα Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμὸς.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος και λόγον ἐρεύξομαι, τῇ  Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

ᾈδέτω Σοι Δέσποινα, κινῶν τὴν λύραν τοῦ Πνεύματος, Δαβίδ ὁ Προπάτωρ Σου· ἄκουσον Θύγατερ, τὴν χαρμόσυνον, φωνὴν τὴν τοῦ Ἀγγέλου· χαρὰν γὰρ μηνύει Σοι, τὴν ἀνεκλάλητον.

Ὁ Ἄγγελος: Βοῶ Σοι γηθομενος· κλῖνον τὸ οὖς Σου καὶ πρόσχες μοι, Θεοῦ  καταγγέλλοντι, σύλληψιν ἄσπορον· εὗρες χάριν γάρ, ἐνώπιον Κυρίου, ἣν εὗρεν οὐδέποτε, ἄλλη τις Πάναγνε.

Ἡ Θεοτόκος: Γνωσθήτω μοι Ἄγγελε, τῶν Σῶν ῥημάτων ἡ δύναμις, πῶς ἔσται  ὃ εἴρηκας; Λέγε σαφέστατα, πῶς συλλήψομαι, Παρθένος οὖσα Κόρη; Πῶς δὲ καὶ γενήσομαι, Μήτηρ τοῦ Κτίστου μου;

Ὁ Ἄγγελος: Δολίως με φθέγγεσθαι, διαλογίζῃ ὡς ἔοικε· καὶ χαίρω θεώμενος, τὴν Σὴν ἀσφάλειαν, θάρσει Δέσποινα· Θεοῦ γὰρ βουλομένου, ῥαδίως περαίνεται, καὶ τὰ παράδοξα.

Ἕτερος Κανών, Ἰαμβικός.
ᾨδὴ α΄. Ἦχος α΄. Ἔσωσε λαόν.
Βάτον ἐν Σινᾷ, πυρπολουμένην πάλαι, Μωσῆς ἑώρα, διατυποῦσαν Κόρη, τὴν Σὴν ὑπὲρ νοῦν, λοχείαν ἣν Γαβριήλ, Σῇ σκηνῇ ἐξ οὐρανοῦ προσκομίζει, χαῖρε Σοὶ βοῶν· ὑπὲρ νοῦν συλλήψει γάρ.

Ῥάβδος Ἀαρών, βλαστησαμένη πρώην, σαφῶς ἐδήλου, τὴν σύλληψίν Σου Κόρη, συνέλαβες γάρ, Ἀγγέλου θείᾳ φωνῇ, Κόρη πάναγνε, Θεὸν Σῇ ἐν νηδύϊ, μείνασα ὡς πρίν, Παρθένος ἀμίαντος.

Θρόνον Σὲ Θεοῦ, προβλεπτικῶς Προφήτης, Ἁγνὴ ἑώρα, Λόγος ἐφ’ Ὅν ἱδρύθη, ἐλθὼν ἐπὶ γῆς, τοῦ σῶσαι γένος βροτῶν·  ὅθεν σύλληψιν τὴν Σὴν τιμῶμεν πάντες, μόνη γὰρ Θεόν, ἀσπόρως συνέλαβες.

Κλίμαξ ἣν τὸ πρίν, ὁ Ἰακὼβ προεῖδε, Σὺ εἶ Παρθένε, Λόγος δι’ ἧς κατῆλθε, καὶ σάρκα λαβών, ἀφράστως φύσιν βροτῶν, πλήν αὖθις τῷ Πατρὶ ἔδειξε ταύτην, σώζων τοὺς τὴν Σήν, γεραίροντας σύλληψιν.

Νέφος ὀμβρικόν, ὁ Γεδεὼν προεῖδε, Σὺ εἶ Παρθένε, ὄμβρον Χριστὸν ὀμβρίσαν, καὶ γὰρ ἀληθῶς, ὀμβρίχειν δρόσον πιστοῖς· ὅθεν δρόσισον ἡμῶν νῦν τὰς καρδίας, δίψῃ στυγερᾷ, τηκομένας θλίψεων.

Γέφυραν ἡμᾶς, πρὸς οὐρανὸν Παρθένε, ἐκ γῆς τῷ ὄντι, φέρουσαν ἔγνωμέν Σε, Θεὸς γὰρ ἐκ Σοῦ, προῆλθεν ἄνευ σπορᾶς,  γένους βροτείου περῶν πρὸς σωτηρίαν, ῥύων τε φθορᾶς, τοῦ ἀρχαίου πόματος.

Καταβασία.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος, καί λόγον ἐρεύξομαι τῇ  Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τήν Σύλληψιν.

ᾨδὴ γ΄. Ὁ Εἱρμὸς.
Τοὺς Σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας  πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Συλλήψει Σου, στεφάνων δόξης ἀξίωσον.

Ἡ Θεοτόκος: Ἐξέλιπεν  Ἄρχων ἐξ Ἰούδα, ὁ χρόνος ἐφέστηκε λοιπόν, καθ’ ὃν ἀναφανήσεται, ἡ τῶν ἐθνῶν ἐλπὶς ὁ Χριστός, Σὺ δὲ πῶς τοῦτον τέξομαι, παρθένος οὖσα, σαφήνισον.

Ὁ Ἄγγελος: Ζητεῖς παρ’ ἐμοῦ γνῶναι Παρθένε, τὸν τρόπον συλλήψεως τῆς Σῆς, ἀλλ’οὗτος ἀνερμήνευτος· τὸ Πνεῦμα δὲ τὸ Ἅγιον. δημιουργῷ δυνάμει Σοι, ἐπισκιάσαν ἐργάσεται.

Ἡ Θεοτόκος: Ἡ ἐμὴ Προμήτωρ δεξαμένη, τὴν γνώμην τοῦ ὄφεως τρυφῆς, τῆς θείας ἐξωστράκισται· διὸ περ κἀγὼ δέδοικα, τὸν ἀσπασμὸν τὸν ξένον Σου, εὐλαβουμένη τὸν ὄλισθον.

Ὁ Ἄγγελος: Θεοῦ παραστάτης ἀπεστάλην, τὴν θείαν μηνύσων Σοι βουλήν, τὶ με φοβῇ Πανάμωμε, τὸν μᾶλλόν Σε φοβούμενον, τὶ εὐλαβῇ με Δέσποινα, τὸν Σὲ σεπτῶς εὐλαβούμενον;

Ἕτερος.
Ἄννῃ τῇ στείρᾳ, ἀντιζήλῳ Φαιννάνης, Μητρί τε τῇ Σῇ, ταῖς ἀτεκνούσαις τὸ πρίν, ἔφησε Γαβριὴλ τῇ Ἀπειρογάμῳ, βλέψον καὶ πιστώθητι τοῖς ἐμοῖς λόγοις, τέξῃ γὰρ Θεόν, ἀσπόρως σαρκούμενον.

Πλάκαν τοῦ νόμου, τὴν θεόγραφον Κόρη, δακτύλῳ Θεοῦ, ἐγγεγραμμένην σαφῶς, νέαν Σε διαθήκης, ἔγνωμεν πάντες,  νόμον τὸν τοῦ Πνεύματος εἰσαγομένην, πόθῳ οὖν τὴν Σήν, γεραίρομεν σύλληψιν.

Πύλην Θεοῦ Σε, ἣν διώδευσε μόνος, Θεὸς κεκλεισμένην τε, ὡς πρώην λιπών, πύλας τὰς οὐρανίους ἀναπετᾶσαν, ἃς Εὔας ἀπέκλεισεν ἡμῖν τὸ πάλαι, μόνη γὰρ ὑπάρχεις, πιστῶν τὸ στήριγμα.

Τράπεζαν ἄρτου, μυστικὴν ὁ Δεσπότης, Σὲ μόνην Ἁγνή, ὁ Ποιητῆς τοῦ παντός, ἔδειξε τρέφουσαν, τοὺς πιστοὺς ἐνθέως, τεῖχός τε καὶ στήριγμα καὶ σωτηρίαν· ὅθεν ὡς ἡμῶν, προστάτην γεραίρομεν.

Χῶραν χωροῦσαν, τὸν ἀχώρητον Λόγον, τροφόν τε ζωῆς, ἀνέδειξέ Σε Ἁγνή, θρέψον τοὺς ὑμνούντας, τὴν σύλληψιν Σου, ἄρτῳ ζωτικῷ, καρποῦ τῆς Σῆς κοιλίας, ἄχραντε Σεμνή, πιστῶν ἡ ἀντίληψις.

Φρίττουσιν ὄντως, οὐρανῶν αἱ δυνάμεις, Συλλήψεως Σῆς, τὸ ὑπὲρ νοῦν τελεσθέν, Λόγον γὰρ προαιώνιον συλλαβοῦσα, τέτοκας μητράναδρε ὡς Υἱόν Σου, πρέσβευε σΣμνή, τοῦ σῶσαι τὴν ποίμνην Σου.

Καταβασία.
Τοὺς Σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας  πνευματικόν, στερέωσον· κἂν τῇ σεπτῇ Συλλήψει Σου, στεφάνων δόξης ἀξίωσον.

Κάθισμα. Ἦχος πλ. δ΄. Αὐλῶν ποιμενικῶν.
Ὁ Λόγος τοῦ Θεοῦ, ἐπὶ γῆς νῦν κατῆλθεν, ὁ Ἄγγελος βοῶν, τῇ Παρθένῳ ἐπέστη· χαῖρε Εὐλογημένη, ἡ τὴν σφραγῖδα μόνη φυλάξασα, ἐν μήτρᾳ δεξαμένη, τὸν πρὸ  αἰώνων Λόγον καὶ Κύριον, ἵνα ἐκ πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.

Δόξα. Καὶ νῦν. Τὸ αὐτὸ.
ᾨδὴ δ΄. Ὁ Εἱρμὸς.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει Σου.

Ἡ Θεοτόκος: Ἱεράν τινα Παρθένον, τεξομένην ἀκήκοα, τοῦ Προφήτου πάλαι, τὸν Ἐμμανουὴλ προθεσπίσαντος, ἐπιποθῶ δέ τοῦ γνῶναι, πῶς Θεότητος, τὴν ἀνάκρασιν, φύσις βροτῶν ὑποστήσεται;

Ὁ Ἄγγελος: Κατεμήνυσεν ἡ βάτος, ἀκατάφλεκτος μείνασα, δεξαμένη φλόγα, Κεχαριτωμένη ἀνύμφευτε, τοῦ κατὰ Σὲ Μυστηρίου τὸ ἀπόῤῥητον, μετὰ τόκον γάρ, μενεῖς Ἁγνή, ἀειπάρθενος.

Ἡ Θεοτόκος: Λαμπρυνόμενος τῷ φέγγει, τοῦ Θεοῦ Παντοκράτορος, ἀληθείας κήρυξ, λέγε, Γαβριήλ, ἀληθέστατα, πῶς, ἀκηράτου μενούσης τῆς ἁγνείας μου, Λόγον τέξομαι, μετὰ σαρκὸς τὸν ἀσώματον;

Ὁ Ἄγγελος: Μετὰ δέους Σοι ὡς δοῦλος, τῇ Κυρίᾳ παρίσταμαι, μετά φόβου Κόρη, νῦν κατανοεῖν εὐλαβοῦμαί Σε, ὡς ὑετὸς ἐπὶ πόκον καταβήσεται, ἐπὶ Σὲ Λόγος, ὁ τοῦ Πατρός ὡς ηὐδόκησε.

Ἕτερος.
Ὄρος ὁ εἶδεν, ὁ Προφήτης Παρθένε, πάλαι ὁ θεῖος, Ἀββακοὺμ Σὺ ὑπάρχεις, ἐξ οὗ ἀφράστως, ἐπιφανεῖς ὁ Λόγος, θείου Πνεύματος, ἐνέπνευσε τὴν χάριν, τὴν σύλληψίν Σου, οὖν τοὺς τιμῶντας σῶζε.

Ἄνανδρε Μῆτερ, τὸν προάναρχον Λόγον, ἕξης ἐν μήτρᾳ, ὁ Ἀρχάγγελος ἔφη, Θεοῦ ὁ Λόγος, μὴ χωρισθεὶς τῶν ἄνω, σὰρξ γίνεται, ἐκ Σοῦ τῆς ἀνυμφεύτου, θεῶσαι ποθῶν, τῶν βροτῶν τὴν οὐσίαν.

Κάθαρσιν ῥύπων, ψυχῆς σώματός τε, δίδου τοῖς πόθῳ, σύλληψίν Σου ὑμνοῦσι, λουτὴρ καὶ γάρ Συ, καὶ κολυμβήθρα πέλεις, πάντα πλύνουσα, τῆς ἁμαρτίας ῥύπον, γενοῦ βοηθός, ἀσφαλὴν Σοῖς ἱκέτας.

Πότισον Κόρη, ἐκτακέντας τῇ δίψῃ, ἀμπλακημάτων, ὑμνωδοὺς Σῆς λοχείας, κρατὴρ ζωῆς γάρ, τῆς ἀθανάτου πέλεις, νάμα ῥέον τε, ῥεῖθρον ἀειζωΐας, ψυχὰς δροσισμοῦ, πρεσβειῶν Σου ἐμψύχων.

Θαῦμα θαυμάτων, τοκετοῦ Σου τοῦ ξένου, πάντως ὑπάρχεις, Μαριὰμ Θεομῆτορ, ῥητόρων γλῶσσαι, οὐκ ἐξίσχυσε ὅλως, φρᾶσαι ἄφραστον Σῆς συλλήψεως τρόπον, Θεὸν γὰρ γεννᾶς, ὑπὲρ νοῦν θαῦμα ξένον!

Πρόστηθι πάντων, τῶν τελούντων ἐν πόνοις, σκέπουσα πάσης, προσβολῆς ἐναντίας, ἰδοὺ γὰρ ὥσπερ, ἐν πολυκλύστῳ ζάλῃ, πάντες ἤχθημεν ἐκ βρόχων ἁμαρτίας, γενοῦ βοηθός, ἀσφαλὴς Σοῖς ἱκέταις.

Καταβασία.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει Σου.

ᾨδὴ ε΄. Ὁ Εἱρμὸς.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου· Σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύοντα.

Ἡ Θεοτόκος: Νοεῖν σου οὐ δύναμαι, τῶν λόγων τὴν ἀκρίβειαν· θαύματα γὰρ γέγονε πολλάκις, θείᾳ δυνάμει τερατουργούμενα, σύμβολα καὶ τύποι νομικοί, τέτοκε Παρθένος δέ, ἀπειράνδρως οὐδέποτε.

Ὁ Ἄγγελος: Ξενίζῃ Πανάμωμε· καὶ ξένον γὰρ τὸ θαῦμά σου· μόνη γὰρ τὸν πάντων Βασιλέα, δέξῃ ἐν μήτρᾳ σαρκωθησόμενον, καί Σέ προτυποῦσι Προφητῶν, ῥήσεις καὶ αἰνίγματα, καὶ τοῦ Νόμου τά σύμβολα.

Ἡ Θεοτόκος: Ὁ πᾶσιν ἀχώρητος, καὶ πᾶσιν ἀθεώρητος, πῶς Οὗτος δυνήσεται παρθένου, μήτραν οἰκῆσαι, ἣν Αὐτὸς ἔπλασε; Πῶς δέ καί  συλλήψομαι Θεόν, Λόγον τὸν συνάναρχον, τῷ Πατρὶ καὶ τῷ Πνεύματι;

Ὁ Ἄγγελος: Πρὸς τὸν Σὸν Προπάτορα, Δαβίδ ἐπαγγειλάμενος, θήσειν ἐκ καρποῦ τοῦ τῆς κοιλίας, ἐπὶ τὸν θρόνον τῆς Βασιλείας αὐτοῦ, τὴν τοῦ Ἰακὼβ Σε καλλονήν, μόνην ἐξελέξατο, λογικόν ἐνδιαί-τημα.

Ἕτερος.
Μυστικὴν ἔφησε, Ἡσαΐας Κόρη, προσφυῶς Ἁγνή, τοῦ ἄνθρακος λαβίδα, φέρουσαν κόλποις, ἄνθρακα Θεὸν Λόγον, φλέγοντα μὲν πήματα, γηγενῶν πάντων, πιστῶν δὲ φωτίζοντα τὰς διανοίας.

Παμφαῆς μόνη, σεμνὴ ὀλκὰς ἐφάνης, μεταφέρουσα πιστοὺς πάντας πρὸς πόλον, ὢ παραδόξου, ξένου τε μυστηρίου, πῶς ἐσυλλήφθης, Ἀρχαγγέλου τῷ λόγῳ, ἐκπλήττει καὶ νοῦν, καὶ διάνοιαν πᾶσαν.

Καθαρὸν βλέπων, καὶ φαεινὸν δοχεῖον, ὁ κλεινὸς Ἁγνή, διάκοσμος Ἀγγέλων, χαῖρε Σοί ἔφη, Κόρη δεδοξασμένη, Θεὸς μετὰ Σοῦ, μεγαλεῖα ποιῶν Σοι.

Τὸν Θεὸν φέρεις, ὡς νεογνὸν ὠλέναις, Μαριὰμ ταῖς φρικταῖς Σου ὑπὲρ λόγον, Ὃν συλλαβοῦσα, σήμερον ξενοτρόπως, μόνῳ τῷ λόγῳ, Γαβριὴλ Ἀρχαγγέλου, τῆς Εὔας ἀνάκλησιν, προαγορεύεις.

Μυστικὴν πόλιν, ἐμψυχωμένην βλέπει, καὶ Σιὼν Θεοῦ, Ἁγνὴ ὁ Ζαχαρίας, ἣν ὁ δεσπόζων, πάσης τῆς οἰκουμένης, ἔπηξε μόνος, ἐν αὐτῇ δὲ οἰκήσας, αὖθις ἀνῆλθεν, εἰς σελασφόρον θρόνον.

Ἐν παντὶ πάντες, κεκτήμεθα προστάτην, κραταιὰν ἡμῶν ἀντίληψιν καὶ σκέπην, Σὲ Θεομῆτορ, ὑπέρμαχόν τε θείαν, τρέποντες πάσας, δυσμενῶν παρατάξεις·  διὸ τοὺς τιμῶντάς Σε, Δέσποινα σκέπε.

Καταβασία.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ Σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ παντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί Σε,  σωτηρίαν βραβεύοντα.

ᾨδὴ ς΄. Ὁ Εἱρμὸς .
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Ἡ Θεοτόκος: Ῥημάτων σου, τὴν φωνὴν Γαβριήλ, τὴν χαρμόσυνον, δεξαμένη,  εὐφροσύνης ἐνθέου πεπλήρωμαι· χαρὰν γὰρ μηνύεις, καί χαράν καταγγέλλεις τὴν ἄληκτον.

Ὁ Ἄγγελος: Σοὶ δέδοται, ἡ χαρὰ Θεομῆτορ ἡ ἔνθεος, Σοί τό  χαῖρε, πᾶσα κτίσις κραυγάζει Θεόνυμφε· Σὺ γὰρ μόνη Μήτηρ, τοῦ Υἱοῦ τοῦ Θεοῦ προωρίσθης Ἁγνή.

Ἡ Θεοτόκος: Τῆς Εὔας νῦν, δι’ ἐμοῦ καταργείσθω κατάκριμα, ἀποδότω, δι’ ἐμοῦ τὸ ὀφείλημα σήμερον, δι’ ἐμοῦ τὸ χρέος, τὸ ἀρχαῖον δοθήτω πληρέστατον.

Ὁ Ἄγγελος: Ὑπέσχετο, ὁ Θεός, Ἀβραὰμ τῷ Προπάτορι, εὐλογεῖσθαι, εὐλογεῖσθαι, ἐν τῷ σπέρματι τούτου τὰ ἔθνη Ἁγνή· διά Σοῦ δέ πέρας, ἡ ὑπόσχεσις δέχεται σήμερον.

Ἕτερος.
Σάπφειρον λαμπρόν, τοῦ Ἰεζεκιήλ Σε,  εἰδότες ζόφον, λαμπρύνουσαν Παρθένε, ψυχῆς ἐμῆς τε, καὶ εὐφροσύνης θείας, πιστοὺς τηλαυγῶς, ἐμπιπλῶσαν τοὺς πίστει, Σύλληψιν θείαν, Σοῦ σεπτῶς εὐφημοῦντας.

Πέρας βουλῆς, τοῦ Ὑψίστου Παρθένε, Σὺ μόνη ὤφθης, τῆς πάλαι κεκρυμμένης, ἀπὸ τῶν αἰώνων, νῦν συλλαβοῦσα ξένως, Πατρὸς τὸν Υἱόν, καὶ συνάναρχον Λόγον, ξένην εἰς ἀνάπλασιν, βροτείου γένους.

Τρέφεις Σοῖς μαζοῖς, τοῦ παντὸς τὸν τροφέα, τροφὴν γλυκαίνεις, τὴν πάλαι βροτοκτόνον, ἐμοῦ πικρίαν δέ, τῆς ἁμαρτίας γεῦσιν, τῇ Σῇ γλυκερᾷ, πρὸς βροτοὺς εὐσπλαγχνίᾳ, Πάναγνε δεῖξον, ἡδονὴν σωτηρίας.

Λάμπουσα φωτί, ἀνεσπέρου ἡλίου, λαμπραῖς ἀκτῖσι, Παρθένε παρθενίας, λαμπραῖς αὐγαῖς τε, τῆς ταπεινοφροσύνης, γαστρὶ τὸν Θεόν, συλλαμβάνεις ἀῤῥεύστως, κόσμον εἰς λύτρον, καὶ ψυχῶν σωτηρίαν.

Φύσις γηγενῶν, ἐν Θεῷ εὐφραινέσθω, στιλπνῶν χαρίτων, τυχοῦσα παραδόξως, ἁγνῆς Μητρὸς νῦν, τοῦ Θεανθρώπου Λόγου, δι’ ἧς οὐρανῶν εὐκλεῶς Βασιλείας, τέτευχεν ὄντως, σὺν Ἀγγέλων χορείαις.

Φόβῳ Γαβριήλ, καὶ χαρᾷ Σοι ἐπέστη, βουλὴν Ὑψίστου, τὴν πάλαι κεκρυμμένην, πρὸ τῶν αἰώνων, ὑπερφυῶς Παρθένε, βροτῶν εἰς καινήν, εἰς ἀνάπλασιν λέγων, ἕξεις ἐν μήτρᾳ, τοῦ τεκεῖν Θεὸν Λόγον.

Καταβασία.
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης, Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος· ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.

Κοντάκιον. Ἦχος πλ. δ΄.
Τῇ ὑπερμάχῳ Στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω Σοι ἡ Πόλις σου Θεοτόκε· ἀλλ’ ὡς ἔχουσα το κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω Σοι· χαῖρε, Νύμφη ἀνύμφευτε.

Ὁ Οἶκος.
Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τό χαῖρε· καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν Σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·

Χαῖρε, δι’ ἧς ἡ χαρὰ ἐκλάμψει·
χαῖρε,  δι’ ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος Ἀδὰμ ἡ ἀνάκλησις·
χαῖρε,  τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς·
χαῖρε,  βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα·
χαῖρε,  ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον·
χαῖρε,  γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι’ ἧς νεουργεῖται ἡ κτίσις·
χαῖρε,  δι’ ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.

Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ μηνός, ὁ Εὐαγγελισμὸς τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας.

Στίχοι·

Ἤγγειλεν Υἱὸν Ἄγγελος τῇ Παρθένῳ,

Πατρὸς μεγίστης Βουλῆς μέγαν.

Γήθεο τῇ Μαρίῃ ἔφατ’ Ἄγγελος εἰκάδι πέμπτῃ.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αιῶνας. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ Εἱρμὸς.
Οὐκ ἐλάτρευσαν, τῇ κτίστει οἱ Θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Ἡ Θεοτόκος: Φῶς τὸ ἄϋλον, μηνύων ὕλῃ σώματος, ἐνωθησόμενον,  δι’ εὐσπλαγχνίαν πολλήν, φαιδρὸν Εὐαγγέλιον, θεῖα κηρύγματα, νῦν κραυγάζεις μοι· εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς Σῆς κοιλίας.

Ὁ Ἄγγελος: Χαῖρε Δέσποινα· Παρθένε χαῖρε πάναγνε· χαῖρε δοχεῖον Θεοῦ· χαῖρε λυχνία φωτός, Ἀδὰμ ἡ ἀνάκλησις, Εὔας ἡ λύτρωσις, ὄρος ἅγιον, περιφανὲς  ἁγίασμα, καὶ νυμφὼν ἀθανασίας.

Ἡ Θεοτόκος: Ψυχὴν ἥγνισε, καὶ σῶμα καθηγίασε, ναὸν εἰργάσατο, χωρητικὸν με Θεοῦ, σκηνὴν Θεοκόσμητον, ἔμψυχον τέμενος, ἡ ἐπέλευσις, τοῦ Παναγίου Πνεύματος, καὶ ζωῆς ἁγνὴν Μητέρα.

Ὁ Ἄγγελος: Ὡς πολύφωτον, λαμπάδα καὶ θεότευκτον, παστάδα βλέπω Σε, νῦν ὡς χρυσῆ Κιβωτός, τοῦ Νόμου τὸν πάροχον, δέχου Πανάμωμε, εὐδοκήσαντα, τὴν τῶν ἀνθρώπων ῥύσασθαι, διά Σοῦ φθαρτήν οὐσίαν.

Ἕτερος.
Σὺ τὸ ὄφλημα, τῆς Προμήτορος Εὔας, Ἄχραντε ἀπέτισας τῇ Σῇ λοχείᾳ· νῦν δὲ τοῦ χρέους Δέσποινα ἐγκλημάτων, Σοὺς δούλους ἡμᾶς, λύτρωσαι τοὺς τιμῶντας, σύλληψιν τὴν σεπτήν Σου Θεοκυῆτορ.

Νύμφη πάναγνος, οὐ παρῆλθεν ἐκ τόκου, ἄνευθεν γονῆς Πατρὸς οὐδαμῶς πᾶλαι, βρέφος δὲ κλεῖθρα, λύσαν ὤφθη Παρθένου, ὢ πῶς Ἁγνὴ Σύ, τῶν δὲ νῦν Θεοδόχε, Δέσποινα πειραθεῖσα μένεις Παρθένος.

Πόλις ἄφθιτος, Ναζαρὲτ ἡ ἁγία, σκίρτα τέρπου χόρευε, εἰσδεχομένη, Λόγον τῷ λόγῳ πάντα ἐκ τοῦ μὴ ὄντος, τεκτήναντα νῦν, παρθενικῆ νυδύϊ, εἴκοντα ἐνοικῆσαι κόσμου εἰς λύτρον.

Ῥόδον εὔοσμον, Ὠσηὲ ὡς προέφη, ἤνθησεν ἰδού, ἡ Θεόπαις Μαρία, πάντας ὀσφραίνον, μύρῳ τῷ πανευώδει,ὦ νῦν ἐν γαστρὶ εἴληφεν ἀνεκφράστως, λάμψασα τοῖς ποθοῦσι τὴν σωτηρίαν.

Νῦν δεδώρηται, πρὸς Θεοῦ ἡ Παρθένος, νίκη κατ’ ἐχθρῶν, πιστοῖς καὶ σωτηρία, νίκης βραβεῖα, κατὰ τῶν ἀκαθέκτων,  διδοῦσα παθῶν, ὄντως τῶν πολυστόνων, οἷα μεσίτης, εὐδιάλακτος μόνη.

Ὡς τὸν πλάσαντα, συλλαβοῦσα νηδύϊ, ἔδειξας ὦ Δέσποινα τῆς πρὶν εἰκόνος, ὄντως κάλλος, αὖθις ὡραϊσμένον, ὡς φῶς προσηνές, λάμψασα τοῖς ποθοῦσι, Δέσποινα καὶ τιμῶσι τὴν σύλληψίν Σου.

Καταβασία.
Οὐκ ἐλάτρευσαν, τῇ κτίστει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Ὁ Εἱρμὸς.
Ὁ Ἄγγελος: Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου ἀρχαίαν ἀληθινήν. Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ Σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς ἀναστραφήσεται· διὸ καὶ χαίρων βοῶ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἡ Θεοτόκος: Ἔννοια πᾶσα ἡττᾶται βροτῶν, ἀντέφησεν ἡ Παρθένος, ζητοῦσα ἅπερ μοι φθέγγῃ παράδοξα.Ἥσθην σου τοῖς λόγοις, ἀλλά δέδοικα,  θαμβηθεῖσα μὴ ἀπάτῃ με, ὡς Εὔαν πόρρω πέμψῃς Θεοῦ, ἀλλ’ ὅμως ἴδε βοᾷς· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Ἄγγελος: Ἴδε Σοι τὸ ἄπορον λέλυται, φησὶ πρὸς ταῦτα ὁ Γαβριήλ· καλῶς γὰρ ἔφης τὸ πρᾶγμα δυστέκμαρτον. Λόγοις Σῶν χειλέων πειθαρχοῦσα λοιπόν, μὴ ἀμφίβαλλε ὡς πλάσματι, ὡς πράγματι δέ πίστευε· ἐγὼ γὰρ χαίρων βοῶ, εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἡ Θεοτόκος: Νόμος οὗτος θεόθεν βροτοῖς, ἡ ἄμεμπτος αὖθις φησί, ξυνοῦ ἐξ ἔρωτος τόκον προέρχεσθαι. Οὐκ οἶδα συζύγου παντελῶς ἡδονήν. Πῶς οὖν λέγεις ὅτι τέξομαι; φοβοῦμαι μὴ ἀπάτῃ λαλῆς, ἀλλ᾽ ὅμως ἴδε βοᾷς· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ὁ Ἄγγελος: Ῥήματα ἅπερ μοι φθέγγῃ Σεμνή, ὁ Ἄγγελος πάλιν βοᾷ. Συνήθους πέλει λοχείας ἀνθρώπων θνητῶν, τὸν ὄντως Θεὸν Σοι ἐπαγγέλομαι. Ὑπὲρ λόγον τε καὶ ἔννοιαν, σαρκούμενον ὡς οἶδεν ἐκ Σοῦ· διὸ καὶχαίρων βοῶ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἡ Θεοτόκος: Φαίνῃ μοι ἀληθείας ῥήτωρ, κατέθετο ἡ Παρθένος· χαρᾶς κοινῆς γὰρ ἐλήλυθας Ἄγγελος. Ψυχὴν οὖν ἐπεὶ καθήγνισμαι Πνεύματι. Ὡς τὸ ῥῆμά σου γενέσθω μοι· σκηνούτω ἐν ἐμοὶ ὁ Θεός, πρός  Ὅν βοῶ μετὰ Σοῦ· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἕτερος.
Μήτραν σεπτήν Σου, οἱ τρισάριθμοι Παῖδες, τὸ πρὶν προεικόνιζον μέσον καμίνου, ξενοπρεπῶς ἄφλεκτοι διασωθέντες,  οὕτως ἐν μήτρᾳ, Σὺ Θεὸν συλλαβοῦσα, πυρὶ ἀΰλῳ, οὐδαμῶς κατεφλέχθης.

Λόγου παστάδα, οὐρανίαν Παρθένε, τοῦ πάντων Θεοῦ, ἐπιστάμεθα Κόρη, καὶ Σολομῶντος ἐλεφαντίνην κλίνην, Κτίστης ὁ πάντων, ἐν ἧ ἐπανεπαύθη, πιστοῖς παρέχων, τὴν καθάρσιον χάριν.

Ἕκτῳ μηνί Σοι, ὁ Ἀρχάγγελος Κόρη, ἄφνω ἐπιστάς, τὴν χαρὰν προμηνύει· Θεὸς θέλων γάρ, σῶσαι τοὺς πρὶν φθαρέντας, μήτραν τὴν Σὴν ὤκησεν, ἀφράστῳ τρόπῳ,  τοῦ σῶσαι πάντας, τῇ φθορᾷ βεβυσμέ-νους.

Ὅλην πεσοῦσαν, τὴν βροτησίαν φύσιν, ὅλος κενωθείς, ὁ προάναρχος Λόγος, θεανδρικῶς λύτρωσιν, τοῖς πρὶν δεσμίοις,  νῦν ἐν Σῇ μήτρᾳ, οὐσιωθεῖς ἀφράστως, δωρεῖται πᾶσι, ἀπαλάττων καὶ σώζων.

Ἄστρον ἐν κόσμῳ, ἀνεφάνης Παρθένε, φαίνον τοῖς πιστοῖς, τὸ τρισήλιον σέλας, φωταγωγοῦν ἅπαντας, τοὺς ἐν τῷ σκότει,  πρώην σκιᾷ τε, θανάτῳ καθημένους, ὑμνοῦντας πόθῳ, σύλληψίν Σου τὴν ξένην.

Φάνηθι φάος, οἷς ζοφώδης αἰτία, ὤδινε ἡμῖν, ψυχικὴν ἀβλεψίαν,  παναληθὲς γάρ, Σὺ Φῶς ὡς τετοκυῖα, φαίνεις Παρθένε, τοῖς ζόφῳ καθειργμένοις, δι’ ἧς περῶμεν, πρὸς ἀείφωτον τρίβον.

Καταβασία.
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ Γαβριήλ, βουλήν Ὑψίστου ἀρχαίαν ἀληθινήν. Γενοῦ πρὸς ὑποδοχὴν ἑτοίμη Θεοῦ· διὰ Σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς  ἀναστραφήσεται· διὸ καὶ χαίρων βοῶ· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ᾨδὴ θ΄.
Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Ὁ Εἱρμὸς.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δὲ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά Σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Ὑπὲρ ἔννοιαν συλλαβοῦσα Θεόν, τῆς φύσεως θεσμοὺς ἔλαθες Κόρη. Σὺ γὰρ ἐν τῷ τίκτειν τὰ μητέρων διέδρας. Ῥευστὴ φύσις περ καθεστηκυῖα· ὅθεν ἐπαξίως  ἀκούεις· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Πῶς πηγάζεις γάλα Παρθένε ἁγνὴ; Οὐ φέρει ἐξειπεῖν γλῶσσα βροτεία· ξένον γὰρ φύσεως ἐπιδείκνυσαι πρᾶγμα. Νομίμου γονῆς ὅρους ὑπερβαῖνον· ὅθεν ἐπαξίως  ἀκούεις· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά Σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Μυστικῶς ταῖς ἱεροτεύκτοις Γραφαῖς, λαλεῖται περί Σοῦ, Μῆτερ Ὑψίστου.  Κλίμακα γὰρ πάλαι Ἰακὼβ Σε προτυποῦσαν, ἰδὼν ἔφη· βάσις Θεοῦ αὕτη· ὅθεν  ἐπαξίως ἀκούεις· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετά Σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Θαυμαστὸν τῷ Ἱεροφάντῃ Μωσεῖ, ἡ βάτος καὶ τὸ πῦρ ἔδειξε τέρας. Ζητῶν δὲ τὸ πέρας εἰς διάβασιν χρόνου, ἐν Κόρῃ ἁγνῇ, ἔφη κατοπτεύσω· ᾗ ὡς Θεοτόκῳ λεχθείη· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Εὐαγγελίζου γῆ χαρὰν μεγάλην, αἰνεῖτε οὐρανοὶ Θεοῦ τὴν δόξαν.

Δανιὴλ Σε ὄρος καλεῖ νοητόν· γεννήτριαν Θεοῦ ὁ Ἡσαΐας· βλέπει δὲ ὡς πόκον Γεδεών, ὁ Δαυῒδ δέ, Ἁγίασμα φάσκει, πύλην δέ Σε ἄλλος· ὁ δὲ Γαβριὴλ Σοι κραυγάζει· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ἕτερος.
Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν σύλληψιν τὴν θείαν.

Ὕμνον μὲν οὐδείς, Σοὶ ἐπάξιον Κόρη, σθένει ἐνεγκεῖν, ὡς θέμις Θεομῆτορ· αἴνων γὰρ πάντων, συντόνων ὑπερέχεις, σιγὴν οὖν ἡμῶν, ἀντὶ τῶν ὕμνων δέχου, λόγων γὰρ ἐστίν, ἡ προαίρεσις πλέον.

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν σύλληψιν τὴν θείαν.

Γλῶσσαν ἣν οὐκ ἐγίνωσκες ἔγνως, τὴν τοῦ Γαβριήλ, φωνοῦντός Σοι τὸ χαῖρε, ἕξεις ἐν μήτρᾳ, τὸν Λόγον ἀποῤῥήτως,  Ἁγνὴ Σὺ ἔφη, μένεις δὲ φθορᾶς δίχα, ὡς εὐδόκησεν, εἰς βροτῶν σωτηρίαν.

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν σύλληψιν τὴν θείαν.

Δεῦρο Προφητῶν, Ἡσαΐα καὶ φράσον, τοῦ Ἐμμανουήλ, τὴν ἄσπορον λοχείαν, πῶς ἡ Παρθένος, φωνῇ θείου Ἀγγέλου, ἐν μήτρᾳ ἔσχε, Θεὸν ἀπειρογάμως· ὢ ξένον τέρας, καὶ ἀνήκουστον πάνυ!

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν σύλληψιν τὴν θείαν.

Νίκην κατ’ ἐχθρῶν, δυσμενῶν καὶ βαρβάρων, ἔχει Σὲ λαός, Παντάνασσα καὶ κράτος, ἅπας ὁ λάτρης, τοῦ τόκου Σου Παρθένε, καὶ νῦν βοηθός, ἀῤῥαγεστάτη μόνη, τούτῳ γένοιο, δυσχερῶν ῥυομένη.

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν σύλληψιν τὴν θείαν.

Ξένον καὶ φρικτόν! Πῶς ὁ εἷς τῆς Τριάδος, νῦν ἐγκατοικεῖ, ἐν μήτρᾳ τῆς Παρθένου, ἵνα ἀναπλάσῃ, τὴν βροτείαν οὐσίαν, φθαρεῖσαν δεινῶς, κλοπῇ καρποῦ τοῦ ξύλου, Ὅν σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν.

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν σύλληψιν τὴν θείαν.

Ὦ Χριστιανῶν, ἀῤῥαγῆς προστασία, μόνη τῶν πιστῶν, βεβαία σωτηρία, ὕμνον χειλέων, ἀνάγνων δεξαμένη, παράσχου τὴν λύσιν, ἡμῶν πλημμελημάτων, πόθῳ σύλληψιν, τῶν τὴν Σὴν ἀνυμνούντων.

Καταβασία.
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς χεὶρ ἀμυήτων. Χείλη δέ πιστῶν τῇ Θεοτόκῳ ἀσιγήτως. Φωνὴν τοῦ Ἀγγέλου ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀγγελικῶν δυνάμεων, Στρατηγὸς ἀπεστάλη, ἐκ Θεοῦ Παντοκράτορος, πρὸς Ἁγνὴν καὶ Παρθένον, εὐαγγελίσασθαι ξένον, καὶ ἀπόρρητον θαῦμα, ὅτι Θεὸς ὡς ἄνθρωπος, ἐξ Αὐτῆς βρεφουργεῖται, ἄνευ σπορᾶς, ἀναπλάττων βρότειον ἄπαν γένος· λαοὶ εὐαγγελίζεσθε, τὴν ἀνάπλασιν κόσμου.

Ἕτερον. Ὅμοιον.
Χαῖρε κατάρας λύτρωσις, τοῦ Ἀδὰμ Θεοτόκε· χαῖρε σεμνή Μητρόθεε· χαῖρε ἔμψυχε βάτε· χαῖρε λαμπάς· χαῖρε θρόνε· χαῖρε κλῖμαξ καί πύλη· χαῖρε τὸ θεῖον ὄχημα· χαῖρε κούφη νεφέλη· χαῖρε ναέ· χαῖρε στάμνε πάγχρυσε·  χαῖρε ὄρος· χαῖρε σκηνὴ καὶ τράπεζα· χαῖρε Εὔας ἡ λύσις.

Ἕτερον. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Βουλὴν τὴν προαιώνιον, πέρας δέδωκας Λόγε, Θεὸς ὑπάρχων ἄναρχος, ἐπ’ ἐσχάτων τῶν χρόνων, ἀνθρώποις θέλων ὡράθης, ὡς βροτὸς δι’ ἄφατον, καὶ ἄπειρον εὐσπλαγχνίαν, τῇ Παρθένῳ οἰκήσας, τὴν χαρὰν κομισαμένης, δι’ Ἀγγέλου τὸ χαῖρε.

Εἰς τούς Αἴνους ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν οὐρανίων ἁψίδων, ὁ Γαβριὴλ καταπτάς, εἰς Ναζαρέτ ἐπέστη, πρὸς Παρθένον Μαρίαν, βοῶν αὐτῇ τὸ Χαῖρε· συλλήψῃ Υἱόν, τοῦ Ἀδάμ ἀρχαιότερον, τὸν ποιητὴν τῶν ἁπάντων καὶ λυτρωτήν, τῶν βοώντων Σοι τὸ Χαῖρε Ἁγνή.

Ὁ Γαβριὴλ τῇ Παρθένῳ, τὸ Εὐαγγέλιον, ἐξ οὐρανοῦ κομίσας, ἀνεβόα τὸ Χαῖρε· συλλήψῃ ἐν γαστρί Σου τὸν Σοί χωρητόν, καί τῷ κόσμῳ ἀχώρητον, καὶ κυοφόρος  ὀφθήσῃ τοῦ ἐκ Πατρός, πρὸ Ἑωσφόρου ἀνατείλαντος.

Ὁ συναΐδιος Λόγος, τοῦ προανάρχου Πατρός, μὴ χωρισθεὶς τῶν ἄνω, νῦν ἐπέστη τοῖς κάτω, δι’ ἄκραν εὐσπλαγχνίαν οἶκτον λαβών, τοῦ καθ’ ἡμᾶς ὀλισθήματος, καὶ τοῦ Ἀδὰμ τὴν πτωχείαν ἀναλαβών, ἐμορφώθη τὸ ἀλλότριον.

Ὁ ἐκ Πατρὸς ἀϊδίως, καὶ ἐκ Μητρὸς χρονικῶς, φανερωθεὶς τῷ κόσμῳ, ὑπερούσιος Λόγος, μορφὴν δούλου λαμβάνει καὶ γίνεται σάρξ, μὴ ἐκστὰς τῆς Θεότητος· καὶ τοῦ Ἀδὰμ ἀναπλάττει ἐν τῇ γαστρί, τῆς ἀσπόρως συλλαβούσης Αὐτόν.

Δόξα. Καὶ νῦν. Ἦχος β΄. Θεοφάνους.
Τό ἀπ’ αἰῶνος μυστήριον, ἀνακαλύπτεται σήμερον, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ,  Υἱὸς ἀνθρώπου γίνεται, ἵνα τοῦ χείρονος μεταλαβών, μεταδῷ μοι τοῦ βελτίονος. Ἐψεύσθη πάλαι Ἀδάμ, καὶ Θεὸς ἐπιθυμήσας οὐ γέγονεν· ἄνθρωπος γίνεται Θεός, ἵνα Θεὸν τόν Ἀδάμ ἀπεργάσηται. Εὐφραινέσθω ἡ κτίσις, χορευέτω, ἡ φύσις, ὅτι Ἀρχάγγελος Παρθένῳ μετά δέους παρίσταται, καὶ τὸ Χαῖρε κομίζει, τῆς λύπης ἀντίθετον. Ὁ διά σπλάχνα ἐλέους ἐνανθρωπήσας, Θεὸς ἡμῶν δόξα Σοι.

Δοξολογία Μεγάλη καί Ἀπόλυσις.