Ακολουθία της Μετακομιδής της Ιεράς Εικόνος της Παναγίας Αγίας Σιών την Αγιάσο Μυτιλήνης
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟ ΕΣΠΕΡΙΝΟ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἁγιασωτῶν αἱ χορεῖαι δεῦτε συνέλθωμεν ἀνάμνησιν τελοῦντες τῆς ἀφίξεως ᾧδε εἰκόνος τῆς ἁγίας καὶ θαυμαστῆς, τῆς ἁγνῆς Θεομήτορος· ὡς θησαυρὸς γὰρ μετήχθη ἐκ τῆς Σιών, πρὸς ἡμᾶς τῆς θείας χάριτος.
Πάλαι ὁ θεῖος Ἀγάθων φεύγων τὸν ὄλεθρον τῶν ἱερῶν εἰκόνων, μετεκόμισε χαίρων, ἐξ Ἱεροσολύμων τὸ ἱερὸν τῆς Παρθένου ἐκτύπωμα, συνευφρανθήτω ἐν τούτῳ πνευματικῶς πανδημεὶ ἡ Λέσβος ἅπασα.
Σιὼν ἁγία καλεῖται ἡ θαυμαστή σου εἰκών, ἡ πάλαι τεχνηθεῖσα χειρὶ Λουκᾶ τοῦ θείου, Παρθένε Θεοτόκε ἐξ ἧς καὶ ἡμεῖς, οἱ ἐν ταύτῃ, καυχώμενοι, τὴν κλῆσιν ἔσχομεν κόρη περιφανῶς, μεγαλύνοντες τὴν δόξαν σου.
Ἡ Ἁγιάσος Παρθένε ἐν σοὶ σεμνύνεται, κατέχουσα ἐν κόλποις, ὡς οὐράνιον δῶρον, εἰκόνα σου τὴν θείαν ἐξ ἧς δαψιλῶς, πᾶσαν χάριν κομίζεται· διὸ καὶ πᾶσι κηρύττει τὴν πρὸς αὐτήν, ἐναργῆ σου κόρη εὔνοιαν.
Δόξα. Καὶ νῦν.
Ἦχος β΄.
Τῆς εὐδοκίας σου κόρη ὁ πλοῦτος, δαψιλῶς ἐξεχύθη ἡμῖν, ἐν τῇ ἐλεύσει τῆς θείας καὶ παντίμου εἰκόνος σου, δι᾽ αὐτῆς γὰρ ἐπέστης ἡμῖν, εὐλογίας πέλαγος πηγάζουσα, καὶ ἐμφανέστερον δεικνύουσα τῶν οἰκτιρμῶν σου τὸ μέγεθος πᾶσι γὰρ παρέχεις τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ μυρίων κινδύνων ἐξαίρεις τοὺς προσιόντας τῇ σῇ χάριτι. Ἀλλ’ ὦ Παρθένε πανύμνητε Δέσποινα μὴ παύσῃ προνοοῦσα ταύτης τῆς μερίδος σου τῆς ἐξαιρέτως τιμώσῃς σε.
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤκεν ἐκ τῆς Σιών, Εἰκών σου ἡ ἁγία καὶ ἵδρυται ἐνταῦθα, Παρθένε Θεοτόκε χειρὶ τῇ τοῦ Ἀγάθωνος.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσι.
Χαίρε ὡς ἀληθῶς, ἡ Ἁγιάσος Κόρῃ, κατέχουσα ἐν κόλποις τὴν θείαν σου εἰκόνα ὡς θησαυρὸν πολύτιμον.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου.
Σκέπε διὰ παντὸς τὴν Ἁγιάσον Κόρη ἐκ πάσης ἐπηρείας καὶ πάντας τοὺς Λεσβίους, εὐλόγει τῇ σῇ χάριτι.
Δόξα.
Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ καὶ Πνεύματι τῷ θείῳ, τρυσήλιε θεότης, παράσχου τῷ λαῷ σου, τὰ πλούσια ἕλέη σου.
Καὶ νῦν.
Θεοτοκίον.
Πλήρου ὡς συμπαθής Παρθένε τὰς αἰτήσεις τῶν εὐλαβῶς ᾀδόντων καὶ πίστει προσκυνούντων τὴν πάντιμον εἰκόνα σου.
Νῦν ἀπολύεις, τὸ τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἐσπερινοῦ καὶ ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἄνῆρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ὦ τοῦ παραδόξου θαύματος, ἐξ ἁγίας Σιών, ἧκε θείῳ νεύματι, Ἀγάθωνος τῇ χειρί, ἡ τῆς Παρθένου εἰκών, ἡ πάλαι ὑπὸ Λουκᾶ, ἱστορηθεῖσα βουλήσει τῇ ἄνωθεν, ἥν πάντες περιφανῶς, Σιὼν ἁγίαν καλοῦσι κραυγάζοντες· Κεχαριτωμένη χαῖρε, Μῆτερ ἀειπάρθενε, Ἁγιάσου προστάτις καὶ Λεσβίων ἀγαλλίαμα.
Βαβαὶ τῆς σῆς προμηθείας ἁγνή, τῆς περὶ τὴν θείαν, ἀληθῶς εἰκόνα σου, ἀλώβητον γὰρ αὐτήν, ἐκ τῆς αἰρέσεως, διέσωσας προφανῶς, καὶ κεκρυμμένην αὐτὴν πολλοῖς ἔτεσιν, ἐφύλαξας ἀσφαλῶς, οἷα θησαύρισμα Κόρη τῆς δόξης σου, καὶ τῇ νήσῳ Λέσβῳ ταύτην, δέδωκας Πανύμνητε, ὡς Ἁγίασμα θεῖον καὶ οὐράνιον διάδημα.
Τῆς σῆς Εἰκόνος τὴν ἔλευσιν, νῦν ἡ Ἁγιάσος γηθομένη μέλπουσα, γεραίρειν τὴν πρὸς αὐτήν, πλουσίαν χάριν σου· ἐκ ταύτης γὰρ ἀληθῶς τὸ ἑαυτῆς προσκεκλήρωται ὄνομα, καὶ χαίρει τὰ παρ᾽ αὐτῆς, ἀεὶ ὁρῶσα τελούμενα θαύματα, καὶ τὴν θείαν Κοίμησίν σου, χαρμοσύνως ἄγουσα, ἐν εὐσήμῳ αἰνέσει, καθ’ ἑκάστην μεγαλύνει σε.
Προσόμοια ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τὴν φθορὰν τῆς αἱρέσεως ὁ Ἀγάθων ὁ ὅσιος φεύγων μετεκόμισε τὴν Εἰκόνα σου ἐκ Παλαιστίνης Πανάμωμε, ὡς θεῖον κειμήλιον, καὶ ταμεῖον νοητόν, τῆς πολλῆς σου χρηστότητος, Ἀειπάρθενε, ἐν τῇ νήσῳ τῆς Λέσβου ἐκβοῶν σοι, χαῖρε πάντων προστασία, καὶ ἀσφαλὲς καταφύγιον.
Θλιβομένοις παράκλησιν, ἀσθενοῦσιν ἀνάῤῥωσιν τοῖς ποικίλως πάσχουσιν ἀπολύτρωσιν καὶ πᾶσαν δόσιν οὐράνιον καὶ δώρημα τέλειον, ἡ εἰκών σου ἡ σεπτή, πᾶσι νέμει τοῖς χρήζουσιν, ἥτις κέκληται, παρὰ πάντων Σιὼν ἁγία Κόρη, καὶ τὴν πόλιν Ἁγιάσου, καθαγιάζει λαμπρύνουσα.
Ὡς ἀνάκτορον ἔνθεον, καὶ σεπτὸν ἐνδιαίτημα, Κόρη σοι ἐδείμαντο ἀγαλλόμενοι, Ἁγιασῶται οἱ δοῦλοί σου ναὸν ἱερώτατον, ἐν ᾧ ἔθεντο τῆς σῆς, ἐμφερείας Πανάμωμε τὸ ἐκτύπωμα, καὶ ἐν ᾧ καθ᾽ ἑκάστην προσιόντες καὶ πιστῶς σε ἀνυμνοῦντες πάσης λυτροῦνται κακώσεως.
Δόξα. Καὶ νῦν.
Ἦχος πλ. β΄.
Σήμερον ἡ εὐσεβὴς Ἁγιάσος, ἡ τῇ σῇ προστασίᾳ ἀνακειμένη πόλις, εὐφροσύνως δοξάζει Παρθένε, τὰ μεγαλεῖα τῆς δόξης σου· ὅτι βάσιν ἀσφαλῇ, καὶ ἐλπίδος κρηπῖδα καὶ εὐπραγίας παροχὴν καὶ εὐνομίας ἐχέγγυον, καὶ παντὸς ἄλλου ἀγαθοῦ ταμεῖον, τὴν σὴν εἰκόνα κέκτηται, αὕτη γάρ, ἀποστολικῆ χειρὶ πάλαι γραφεῖσα, καὶ ἁγία Σιὼν προσφόρως κληθεῖσα, ἐκ τῆς ἁγίας πόλεὡς, ὧδε μετενήνεκται, χερσὶν ὁσίαις διακονουμένη ἀνδρὸς θεόφρονος, ἁγιασμὸν πηγάζουσα, καὶ σωμάτων ἴασιν, καὶ ψυχῶν σωτηρίαν. Ταύτῃ εὐλαβῶς προσπίπτοντες, ἐκβοῶμέν σοι Πανύμνητε· μὴ διαλίπης ἐποπτεύουσα ἡμᾶς, καὶ παρέχουσα ταύτῃ τῇ πόλει σου, εἰρήνην σταθερὰν καὶ τὸ θεῖον ἔλεος.
Εἴσοδος, Φῶς ἱλαρόν.
Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.
Γενέσεως τὸ ἀνάγνωσμα. (Κεφ. κη΄ 10)
Ἐξῆλθεν Ἰακώβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαράν, καὶ ἀπήντησε τόπῳ, καὶ ἔκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῇς αὐτοῦ· καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾽ αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ᾽ αὑτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῇ, ἐφ᾽ ἧς σὺ καθεύδεις ἐπ᾽ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ λίβα, καὶ βορρᾶν, καὶ ἐπὶ ἀνατολὰς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλείπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ· ἐγὼ δὲ οὐχ ἤδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν· ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστι τοῦτο, ἀλλ᾽ ἤ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὖρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ ἀνάγνωσμα. (Κεφ. μγ΄27)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα καὶ ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὅλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν καὶ προσδέξομαι ὑμᾶς λέγειν Κύριος Κύριος. Καὶ ἐπέστρεψε κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με· ἡ Πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθη δι᾽ αὐτῆς· ὅτι Κύριος ὁ Θεὸς Ἰσραὴλ εἰσελεύσεται δι᾽ αὐτής καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ᾽ αὐτὴν τοῦ φαγεῖν ἄρτον κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.
Παροιμιῶν τὸ ἀνάγνωσμα. (Κεφ. θ΄ 1)
Σοφία ᾧκοδόμησε ἑαυτῇ οἴον, καὶ ὑπήρεισε στύλους ἑπτὰ. Ἔσφαξε τὰ ἑαυτῆς θύματα καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα· ὅς ἔστιν ἄφρων ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν· Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν· ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε· καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακοὺς λήψεται ἑαυτῷ ἀτιμίαν. Ἔλέγχων δὲ τὸν ἀσεβὴ μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ, μώλωπες αὐτῷ· Μὴ ἔλεγχε κακοὺς ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφὸν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμὴν καὶ σοφώτερος ἔσται γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου καὶ βουλὴ ἁγίων σύνεσις· τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί, σου ἔτη ζωῆς.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα. Ἦχος α΄.
Χαίρει ἐν Κυρίῳ ἡ Ἁγιάσος Παρθένε τὴν θείαν εἰκόνα σου, ὡς θησαυρὸν πλουτοῦσα· ἐξ αὐτῆς γὰρ λαμβάνει, πᾶν ὅτι ἂν αἰτήσηται, καὶ ἐν πάσῃ ἀνάγκῃ καὶ θλίψει, ταύτῃ καταφεύγουσα, δυσχερειῶν τὴν λύσιν κομίζεται, καὶ σωτηρίαν καρποῦται καὶ χαρὰν ἀληθῆ· καὶ τῇ κλήσει ταύτης σεμνυνομένη, μεγαλύνει ἑκάστοτε τὰ μεγαλεῖα τῶν θαυμάτων σου, δι᾽ ὧν πᾶσι διατρανοῖς τὰς ἐκφάνσεις τῆς εὐνοίας σου· πάντων γὰρ προσφύγιον, καὶ ἐντρύφημα πέλεις καὶ τὸ ὄνομά σου τὸ ἅγιον ἐν πάσῃ ὥρᾳ φωνοῦμεν· ἀλλ᾽ ὦ πανύμνητε Κόρη, μὴν ἀντανέλῃς ἀφ᾽ ἡμῶν, τὴν προστασίαν σου δεόμεθα, οἱ πεποιθότες τῇ σκέπῃ σου.
Ἦχος β΄.
Λελαμπρυσμένη τῇ ἀΰλῳ δόξῃ σου ἡ Πάνσεπτος εἰκών σου Πανύμνητε ὡς ἄλλῃ κιβωτὸς ἁγιάσματος ἐκ τῆς Σιὼν μετενήνεκται, ἐν τῇ νήσῳ Λέσβῳ ὁ γὰρ θεῖος Ἀγάθων καθυπουργῶν τῇ εὐδοκίᾳ σου ἀσφαλῶς αὐτὴν διέσωσεν ἐκ χειρὸς αἱρετικῶν· καὶ ὡς θεῖον κειμήλιον, καὶ ἱλαστήριον νοητόν, καὶ σωμάτων ἴασις δίδοται, ταύτην ἡμῖν κεκλήρωκε τῇ σῇ ἀγαθότητι. Ὅθεν ταύτης τὴν ἔλευσιν χαρμονικῶς ἐορτάζοντες, ἐν εὐφροσύνῃ πολλῇ βοῶμέν σοι· ὁ πιστὸς λαός σου χαῖρε κεχαριτωμένη Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Ἡ τοῦ μεγάλου βασιλέως πόλις ἔμψυχος, Θεοτόκε Παρθένε, τὴν σὴν ἁγίαν εἰκόνα, ἐκ τῆς ἁγίας πόλεὡς Σιών, ὦδε παραγενέσθαι ηὐδόκησας· ἁγίαν γὰρ Σιὼν ταύτην ὠνομασμένην καθαγιάζεις ταῖς ἐξ αὐτῆς προϊούσαις ἐνεργείαις, καὶ ψυχὰς καὶ σώματα τῶν ἐν αὐτῇ ἐγκαυχωμένων καὶ στηριζομένων τῇ ταύτης χάριτι ἰδοὺ γὰρ πάντες ἡμεῖς κύκλῳ ταύτης ἱστάμενοι, δέει πολλῷ δοκοῦμεν παρίστασθαι, τῇ μεγαλοπρεπείᾳ τῆς δόξης σου, διὸ καὶ βοῶμέν σοι· φιλάγαθε Δέσποινα πάσης δυσπραγίας ἀπάλλαττε, τὴν παροῦσαν κληρονομίαν σου· τὴν ὁλικῶς ἀνακειμένην τῇ ἀντιλήψει σου.
Ἦχος δ΄.
Ἀποῤῥήτως σαρκωθεὶς ἐκ τῶν ἁγνῶν αἱμάτων σου, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Κύριος, ἀποῤῥήτων μυστηρίων καὶ ὑπερφυῶν θαυμάτων ταμεῖόν σε ἀνέδειξεν, ὡς μητέρα αὐτοῦ πανάφθορον· ἔνθεν ἀποῤῥήτων πραγμάτων ἡμᾶς ἠξίωσας, δαψιλεστάτῃ προμηθείᾳ καὶ πλουσίᾳ χρηστότητι, Θεοτόκε ἀειπάρθενε· ἐναργῶς γὰρ ὁρῶμεν, τὴν περὶ ἡμᾶς σου πρόνοιαν καὶ τὰς πολλὰς εὐεργεσίας σου, τὰς δίκην ῥείθρου ἀκενώτου, καθ᾽ ἐκάστην χεομένας ἐκ τῆς χαριτοβρύτου Εἰκόνος σου. Πάντας γὰρ ἐξαίρεις κυνδύνων καὶ πᾶσι δίδως τὰς αἰτήσεις, ἀοράτῳ ἐπιστασίᾳ σου διὸ καὶ Ἁγιάσος ἡ σὴ ἀπόλεκτος μερίς, εὐφροσύνως βοᾷ σοι· χαῖρε κεχαριτωμένη Παρθένε ὀχύρωμα καὶ στήριγμα ἡμῶν καὶ μέγα καταφύγιον.
Δόξα. Καὶ νῦν.
Ἦχος πλ. α΄.
Δαυϊτικῶς εὐφρανθῶμεν καὶ πνευματικῶς πανηγυρίσωμεν, οἱ τῆς Μητρὸς τοῦ Θεοῦ ἀγαπῶντες τὴν δόξαν· ἡ γὰρ Βασιλὶς τοῦ παντὸς ἡ πανύμνητος Κόρη, πρὸς εὐφημίαν ἡμᾶς συγκαλεῖται, τῶν ὑπὲρ νοῦν αὐτῆς μεγαλείων καὶ τῶν χύδην θαυμάτων, καὶ τῶν σωτηριωδῶν ἐνεργημάτων· δι᾿ αὐτῶν γὰρ πάντας προφθάνει, καὶ παρέχει ἀοράτως ὅ,τι ἄν ἕκαστος δέηται· ὡς γὰρ Μήτηρ τοῦ ἐλέους, ἐλεεῖ καὶ σώζει τοὺς ποικίλως περιστατουμένους· Διὸ καὶ Ἁγιάσος, εὐλαβῶς δορυφοροῦσα τὴν εἰκόνα αὐτῆς ἐν αἰνέσει κραυγάζει· χαῖρε κεχαριτωμένη Θεοτόκε παραμυθία τῶν θλιβομένων καὶ σκέπη ἡμῶν ὁλόφωτε.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις θεογεννῆτορ ἁγνὴ Θεοῦ τοῦ ζῶντος ἡ καθέδρα ἡ ἔμψυχος. Δοχεῖον τοῦ ἀχωρήτου περιφανὲς καὶ λαμπρὸν τῶν ἀπηλπισμένων ἡ βοήθεια· ναὸς φωτοστόλιστος τῆς ἀστέκτου θεότητος· μύρου τοῦ θείου, μυροθήκη πολύτιμος· ὄρος ἅγιον ἐμφανὲς καὶ κατάσκιον. Δέσποινα παντευλόγητε Ἀγγέλων βασίλισσα, τῆς Ἁγιάσου ἡ σκέπη, καὶ μέγα κλέος καὶ καύχημα· Χριστοῦ χαῖρε Μῆτερ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Μνησθήσομαι τοῦ ὀνόματός σου.
Χαίρων ἐκ τῆς ἁγίας Σιὼν ὁ σὸς θεράπων ὁ Ἀγάθων μετήνεγκε Μορφήν σου τὴν κεκλημένην, κόρη, ἁγίαν Σιών, ἐν τῇ νήσῳ Λέσβῳ τῷ σῷ νεύματι· καὶ ταύτην κατέλιπεν ὡς πολύτιμον δώρημα, τοῖς εὐσεβέσι χάριν ἄφθονον βλύζουσαν, καὶ προφθάνουσαν τοὺς ἐν πόνοις καὶ θλίψεσιν· ὅθεν τὴν Ταύτης ἔλευσιν φαιδρῶς ἑορτάζουσα ἡ ἐξ αὐτῆς Ἁγιάσος ὀνομασθεῖσα κραυγάζει σοι· Θεοῦ χαῖρε Μῆτερ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ.
Χαίρει ἡ Ἁγιάσος ἐν σοὶ καὶ ἐτησίως τὴν ἀνάμνησιν ἄγουσα, τῆς πάλαι ὧδε ἐλθούσης, Εἰκόνος σου τῆς σεπτῆς ἀνυμνεῖ σου Κόρη τὰ θαυμάσια· καὶ πίστει προστρέχουσα, τῷ ἁγίῳ τεμένει σου, ὡς ἐν λιμένι ἀσφαλεῖ
διασῴζεται, περιστάσεων, καὶ κυμάτων τῶν θλίψεων. Δέσποινα πολυΰμνητε ἁπάντων ἀντίληψις καὶ χαρμοσύνως βοᾷ σου σὺν τῷ Ἀγγέλῳ ἑκάστοτε Χριστοῦ χαῖρε Μῆτερ τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν.
Ἦχος δ΄.
Ὡς πλοῦτον ἀκένωτον, τῆς πρὸς ἡμᾶς συμπαθείας σου τὸν σὸν φωτολαμπῆ χαρακτῆρα ἀνέδειξας Θεοτόκε Παρθένε· τῇ τοῦ θείου γὰρ Λουκᾶ γεγραμμένος χειρί, καὶ τῇ σῇ ἐπισκιάσει, μυστικῶς δεδοξασμένος, ἱλαστήριον ὤφθη θεῖον καὶ στήλη θεόγραφος τῶν πολλῶν οἰκτιρμῶν σου ἐν Ἁγιάσῳ τῇ πόλει σου· ὅτι ταύτην ἡρετίσω περιποιεῖσθαι καὶ σώζειν τῇ κραταιᾷ δυνάμει.
Νῦν ἀπολύεις.
Τὸ Τρισάγιον, καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῇ θείᾳ Εἰκόνι σου ἡ Ἁγιάσος Ἁγνή· χορεύει καὶ γάνυται καὶ μεγαλύνει ἀεί· τὴν δόξαν σου Ἄχραντε· ταύτην γὰρ μεταχθεῖσαν ἐκ Σιὼν τῆς ἁγίας, κέκτηται πλοῦτον μέγαν, καὶ βοᾶ καυχωμένη· χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα.
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀγάθων ὁ σεπτός, ἐκ Σιὼν μετενέγκας Εἰκόνα σου Ἁγνὴν τὴν σεπτὴν καὶ ἁγίαν ἐνταῦθα ταύτην Ἄχραντε, ἱερῶς ἐθησαύρισεν, ἧς τὴν ἔλευσιν ἡ Ἁγιάσος αἰνοῦσα τῶν θαυμάτων σου ἅμα κηρύττει τὴν χάριν Παρθένε πανύμνητε. (Δίς)
Μετὰ τὴν β΄. στιχολογίαν. Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ναόν σοι περίλαμπρον, ἐν εὐλαβείᾳ πολλῇ ἀνήγειραν Ἄχραντε Ἁγιασῶται ἐν ὧ, πιστῶς συνερχόμενοι, μέλπουσι χαρμοσύνως, ἑορταῖς ἐτησίαις, τὴν κοίμησιν Παρθένε, ὁμοφώνως βοῶντες· χαῖρε Θεοτόκε, ἐλπὶς ἡμῶν καὶ στήριγμα.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὰς τῶν θαυμάτων σου ποικίλας ἐκφάνσεις, Ἁγιασώτισσα ἁγνὴ Παναγία, πνευματικοῖς ἐν ᾄσμασι γεραίρομεν· σὺ γὰρ ὡς φιλεύσπλαγχνος ἐπιχέεις τοῖς πᾶσι, τῆς εὐεργεσίας σου, τὸν ἀκένωτον πλοῦτον, καὶ διασώζεις πάσης ἀπειλῆς τοὺς ἀφορῶντας πρὸς σὲ μετὰ πίστεως. (Δίς)
Τὸ α ἀντίφωνον του δ΄ ἤχου καὶ τὸ προκείμενον·
Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στίχ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ὁ Ν΄. Ψαλμός.
Δόξα.
Ταῖς τῆς Θεοτόκου…
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου…
Ἰδιόμελον. Ἦχος πλ. β΄.
Στίχ. Ἐλέησόν με ὁ Θεός…
Τῶν οἰκτιρμῶν σου τὰς δωρεάς, καθ᾽ ἑκάστην Θεοτόκε ἀρυόμενοι, ἐκ τῶν τῆς συμπαθείας σου θησαυρῶν, μεγαλοφώνως κηρύττομεν τὴν χάριν· καὶ τῇ σῇ ἱστάμενοι εἰκόνι, εὐλαβῶς βοῶμέν σοι· ἐνεστώτων δεινῶν, καὶ μελλουσῶν ἀναγκῶν διάσωζε τοὺς ὁλοψύχως προσιόντας σοι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου.
Ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Ἁγιασώτισσα ὑμνῶ σε Παρθένε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ Εἱρμός.
Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον. ἐρεύξομαι τῇ βασιλίδι Μητρὶ καὶ ὀφθήσομαι φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα. (Δίς).
Ἀκτῖνα σοφίας μοι αὔγασον ἄνωθεν Δέσποινα καὶ λόγον μοι δώρησαι ὅπως ὑμνήσω φαιδρῶς, τῶν θαυμάτων σου, τὸ πλῆθος Θεοτόκε δι᾽ ὧν σώζεις πάντοτε τοὺς σοὶ προστρέχοντας.
Γραφεῖσά το πρότερον, ὑπὸ Λουκᾶ τοῦ θεόφρονος, εἰκών σου ἡ πάντιμος, χερσὶν Ἀγάθωνος, μετενήνεκται ἐκ τῆς Σιὼν Παρθένε, πρὸς Λέσβον πηγάζουσα χάριν καὶ ἔλεος.
Ἰσχὺν ἐνδυσάμενος, ἐκ τῆς Ἁγίας εἰκόνος σου, Ἀγάθων ὁ δοῦλός σου, ταύτην διέσωσεν, ἐξ αἱρέσεως, κακίστης Θεοτόκε, ὡς θεῖον θησαύρισμα, τῆς σῆς χρηστότητος.
Ἀφράστως κυήσασα, τὸν Ποιητὴν πάσης κτίσεως, ἡ ἀφάτων ἠξίωσας, ὡς ἀληθῶς ἀγαθῶν, τῇ σῇ χάριτι, τὴν Λέσβον Θεοτόκε· διὸ μεγαλύνει σου, δόξαν τὴν ἄφατον.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε ὡς ζῶσα καὶ ἄφθονος πηγὴ θίασον συγκροτήσαντας πνευματικὸν στερέωσον καὶ ἐν τῇ θείᾳ δόξῃ σου στεφάνων δόξης ἀξίωσον. (Δίς)
Σιὼν ἐξ ἁγίας μετηνέχθη, ἡ κέκληται θεία σου εἰκών, ἁγία Σιὼν ἄχραντε, ἁγιασμὸν καὶ λύτρωσιν, παρέχουσα ἑκάστοτε, τοῖς πρὸς αὐτὴν καταφεύγουσιν.
Ὡς ὄλβον ζωῆς καὶ ἀφθαρσίας, ἐφύλαττε Κόρη ἀσφαλῶς, τὴν ἱερὰν εἰκόνα σου, Ἀγάθων ὁ θεράπων σου, καὶ ταύτην ἡμῖν ἔλιπεν, ὡς ἐνδιάθετον δώρῃμα.
Τὸν θεῖον ναόν σου Θεοτόκε, ὡς ὅρμον πλουτοῦντες ἀσφαλῇ, Ἁγιασῶται Δέσποινα, παντοίων ἀπαλλάττονται, τρικυμιῶν καὶ θλίψεων, καὶ χαλεπῶν περιστάσεῶν.
Ἰδοὺ Ἁγιάσος ἡ σὴ πόλις, προστρέχει τῇ σκέπῃ σου Ἁγνή, καὶ μετὰ δέους ἵσταται, τῇ θαυμαστῇ Εἰκόνι σου, ὡς ἂν τῆς εὐσπλαχνίας σου ἐκ ταύτης λάβῃ τὸ ἔλεος.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον.
Τῆς μορφῆς σου Παρθένε τὸ εἶδος βλέποντες, ἐξ αὐτοῦ πρὸς τὴν θέαν τῆς σῆς λαμπρότητος, ἀναγόμεθα Ἁγνὴ ψυχῆς τοῖς ὄμμασι, καὶ θεωροῦντες νοερῶς, τὰς ὑπὲρ νοῦν μαρμαρυγάς, τῆς δόξης σου ἐκβοῶμεν· χαῖρε παλάτιον μέγα, τοῦ βασιλέως καὶ Θεοῦ ἡμῶν.(Δίς)
ᾨδὴ δ΄. Ὁ Εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου θεότητος ἐν νεφέλῃ κούφῃ ἦλθεν Ἰησοῦς ὁ Ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.
Σιὼν ὤφθης φωτοφόρος, ἐκλεκτὴ καὶ περίδοξος, ἣν ὁ πάντων Κτίστης, Κόρη πρὸ αἰώνων ἠγάπησε, καὶ ἐκ Σιὼν τῆς ἁγίας ἐπευδόκησας, δοῦναι Ἄχραντε, ἡμῖν τὴν θείαν Εἰκόνα σου.
Σὠτηρίαν ἀσφαλῇ σε, ἀληθῶς ἐπιγράφεται, καὶ προστάτην θείαν, καὶ ἑτοιμοτάτην βοήθειαν, ἡ Ἁγιάσος· διὸ καὶ σπεύδει πάντοτε, Κόρη πάναγνε, ταῖς σαῖς πολλαῖς ἀντιλήψεσι.
Ἀπὸ πάσης νήσου Λέσβου, εὐσεβῶν τὰ συστήματα, σπεύδουσιν ἐν πίστει, ἐν τῇ Ἁγιάσῳ Πανάμωμε, καὶ τὴν ἁγίαν σου Κοίμησιν γεραίρουσι, κομιζόμενα, τὴν παρὰ σοῦ χάριν ἄφθονον.
Ὑπὲρ φύσιν συλλαβοῦσα καὶ τεκοῦσα τὸν Κύριον, τοῖς ὑπερφυέσι, Κόρη ἐδοξάσθης χαρίσμασι, καὶ ὑπερτέρα ἁπάντων ἀναδέδειξαι, πάντας σῴζουσα, τοὺς προσιόντας τῇ σκέπῃ σου.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντῶν Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνη βραβεύουσα (Δις).
Μανίαν αἱρέσεως, εἰκονομάχων φεύγουσα, ἡ σεπτὴ Εἰκών σου Θεοτόκε, ὑπὸ Ἀγάθωνος κατεκρύπτετο, χρόνοις ἐπὶ πλείστοις ἀσφαλῶς, καὶ ἡμῖν δεδώρηται, εὐλογίας ὑπόθεσις.
Ναόν σοι περίβλεπτον, Ἁγιασῶται ἤγειραν, τῇ σῇ ἐκκαιόμενοι ἀγάπῃ, ἔνθα ἀπέθεντο εὐλαβείᾳ πολλῇ, τὸν σὸν χαρακτῆρα τὸν σεπτόν, ὕμνοις μεγαλύνοντες τὰ πολλὰ μεγαλεῖά σου.
Ὡς σκέπη καὶ ἔφορος, καὶ καύχημα καὶ στήριγμα, καὶ ἐλπὶς Παρθένε γλυκυτάτη, τοῦ πιστοτάτου καὶ σοῦ θαῤῥοῦντος λαοῦ, σῷζε ἀπὸ πάσης ἀπειλῆς, καὶ παντοίων θλίψεων, Ἁγιάσον τὴν πόλιν σου.
Συντρέχει δοξάζων σου, τὴν πρὸς αὐτὸν προμήθειαν, ὁ πιστὸς λαός σου Θεοτόκε, ἐν τῷ σεπτῷ σου ἐν Ἁγιάσῳ ναῷ· ὅτι πᾶσι νέμει δαψιλῶς, μητρικῇ χρηστότητι, τὰ σωτήρια δόματα.
ᾨδὴ ς΄. Ὁ Εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες. (Δὶς)
Ἐκ τῆς Σιὼν ἐπεδήμησας, ἡμῖν διὰ τῆς θείας εἰκόνος σου, Σιὼν περίβλεπτε, τοῦ Παντοκράτορος ἄχραντε· διὸ ἡ Ἁγιάσος ἐν σοὶ εὐφραίνεται.
Πάντοθεν Κόρη συῤῥέουσι, τὰ πλήθη τῶν πιστῶν ἑορτάζοντα, τὴν θείαν μνήμη σου, ἐν Ἁγιάσῳ Παρθένε, ὑμνοῦντες ἑκάστοτε, τὰ ξένα θαύματα.
Ἄνωθεν Κόρη παρέχουσα, καιρῷ τῷ τῆς δουλείας τοῖς δούλοις σου, τὴν σὴν βοήθειαν, ἡμῶν τὸν πόνον ἐγλύκανας, διὸ χαριστηρίους, ᾠδάς σοι ᾄδομεν.
Ῥῶσιν χάριν καὶ ἔλεος, πηγάζει δωρεᾷ σου τῇ κρείττονι, Ἁγιασώτισσα, ἡ σὴ Εἰκὼν ἡ ὑπέρτιμος, καὶ ἅπασι παρέχει, τὰ καταθύμια.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τῇ ταχυτάτῃ Θεοτόκε ἀντιλήψει σου ἡ Ἁγιάσος καθ᾽ ἑκάστην καταφεύγουσα ἀπὸ πάσης ἀπαλλάττεται ἐπηρείας, ἀλλ᾽ ὡς ἔχουσα ἀμέτρητον χρηστότητα πᾶσι δίδου τὰ αἰτήματα ἑκάστοτε τοῖς βοῶσί σοι· χαῖρε Κόρη πανύμνητε.
Ὁ Οἶκος.
Ἄχραντε Θεοτόκε, βασιλὶς τῶν Ἀγγέλων, καὶ σκέπη Ἁγιάσου γλυκεῖα, ἡ κεκλημένη νεύσει τῇ σῇ ἁγία Σιὼν ἐν τῇ εἰκόνι σου, ἁγίασον καὶ λάμπρυνον, καὶ σῶζε τοὺς ἀπαύστως βοῶντας·
Χαῖρε, ἁγία Σιὼν Κυρίου·
Χαῖρε, ἡ σκέπη τῆς Ἁγιάσου.
Χαῖρε, προστασία ἡμῶν καὶ ὑπέρμαχος·
Χαῖρε, θυμηδία ἁπάντων καὶ ἔφορος.
Χαῖρε, κρήνη ἡ βλυστάνουσα ἀκενώτους οἰκτιρμούς·
Χαῖρε, στάμνος ἡ παρέχουσα ζωηφόρους γλυκασμοὺς.
Χαῖρε, ὅτι ὑπάρχεις σωτηρία ἀνθρώπων·
Χαῖρε, ὅτι ἐκτρέπεις τὴν ἰσχὺν τῶν δαιμόνων.
Χαῖρε, ἐλπὶς ἡμῶν καὶ βοήθεια·
Χαῖρε, χαρὰ ἁπάντων καὶ στήριγμα.
Χαῖρε, δι᾽ ἧς Ἁγιάσος χορεύει·
Χαῖρε, πρὸς ἣν χαρμοσύνως κραυγάζει.
Χαῖρε Κόρη πανύμνητε.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ κγ΄ Αὐγούστου μνήμην τελοῦμεν τῆς μεταφορᾶς ἐξ Ἱεροσολύμων εἰς τὴν νῆσον Λέσβου, τῆς θαυματουργοῦ Εἰκόνος, τῆς ὑπεραγίας Θεοτόκου τῆς ἐπονομαζομένης «Ἁγίας Σιών», καὶ τῶν παρ᾽ αὐτής τελουμένων θαυμάτων.
Στίχος.
Σιὼν ἁγία ἡ σῇ εἰκὼν καλεῖται
θαύμασιν ἡμᾶς ἁγιάζουσα Κόρη
Τὸ ἱερὸν τοῦτο θησαύρισμα, ἡ πάνσεπτος, λέγω, Εἰκὼν τῆς Θεομήτορος ἐκομίσθη ἐκ τῆς ἁγίας πόλεὡς Ἱερουσαλὴμ εἰς Λέσβον ὑπὸ τοῦ ἐν ἁγίοις ὁσιωτάτου μοναχοῦ Ἀγάθωνος τοῦ Ἐφεσίου. Οὗτος ὁ μακάριος φεύγων τὸν τῆς εἰκονομαχίας σάλον καὶ ἐπιποθῶν διασῶσαι τὴν σεπτὴν καὶ θαύματα βρύουσαν εἰκόνα τῆς Θεομήτορος τὴν ἐπιλεγομένην «Ἁγία Σιών», σὺν ἄλλοις πολυτίμοις ἱεροῖς κειμηλίοις, ἔρχεται εἰς τὰ δυσπρόσιτα περὶ τὴν Ἁγιάσον ὑψώματα (μηδόλως ὑπάρχουσα ἐν ἐκείνοις τοῖς χρόνοις) καὶ κρύπτων κατ᾽ ἀρχὰς τὰ κομισθέντα ἱερὰ κειμήλια, ἱδρύει μετὰ ταῦτα μονύδριον ἐν ᾧ ἤρξαντο προσέρχεσθαι ἀπὸ τῶν περάτων τῆς νήσου πρὸς δὲ καὶ ἐξ Ἀνατολῆς, εὐλαβεῖς προσκυνηταὶ τῆς ἱερᾶς εἰκόνος, ἥτις ἰάματα ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καλοῦντες δὲ τὴν τῆς Θεομήτορος εἰκόνα «Ἁγία Σιὼν» καὶ τοῦ τόπου ἐν ᾧ ἧν αὕτη καὶ τὴν σὺν τῷ χρόνῳ ἱδρυθεῖσαν πολίχνην «Ἁγίαν Σιών» ἐπωνόμασε τὴν σήμερον Ἁγιάσον καλουμένην. Σεμνύνεται δὲ αὕτη ἡ τῆς Θεοτόκου ἐπώνυμος πόλις ἐπὶ τῇ θεόθεν λαχούσῃ αὐτῇ ἱερᾷ Εἰκόνι σὺν αὐτῇ δὲ καὶ ἡ Λέσβος ἐγκαυχᾶται καὶ τὴν πρεσβείαν τῆς Θεομήτορος ἐν πάσαις ταῖς ἀνάγκαις καὶ περιστάσεσιν ἐπικαλεῖται ἧς ταῖς πρεσβείαις Χριστὲ ὁ Θεὸς σῶσον τὰς ψυχὰς ἡμῶν.
Ταῖς τῆς Παναχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ Πάντων σου τῶν Ἁγίων ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.
Οὑκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες χαίροντες ἔψαλλον ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. (Δὶς)
Θείοις θαύμασι, καὶ πολλαπλαῖς δυνάμεσι, ἐκ τῆς εἰκόνος σου, ἐπισκιάσει τῇ σῇ, ἑξαίρεις τῶν θλίψεὠν, καὶ σώζεις πάντοτε, Κόρη πάναγνε, τὴν Ἁγιάσον κράζουσαν· χαῖρε Κεχαριτωμένη.
Ἐπιφάνηθι, καὶ ἴδε θείῳ βλέμματι, ἐν ὄψει κρείττονι, τοὺς παρεστῶτας Ἁγνή, τῇ θείᾳ εἰκόνι σου, καὶ τὰ αἰτήματα, τούτοις πάρεχε, εὐλογημένη Δέσποινα, Ἁγιασωτῶν ἡ δόξα.
Νόσοι λύονται καὶ πάθη θεραπεύονται καὶ θλίψεις παύονται καὶ συμφοραὶ χαλεπαί, ταχέως ἐλαύνονται, τῇ θείᾳ χάριτι, τῆς εἰκόνος σου· διὸ εὐχαριστοῦμέν σοι ὅτι σώζεις ἡμᾶς Κόρη.
Ἐορτάζοντες, Παρθένε τὴν ἐπέλευσιν, ἀγαλλιώμενοι, ἐκ τῆς ἁγίας τῆς θείας Εἰκόνος σου, ταύτης κηρύττομεν, τὰ θαυμάσια, Ἁγιασῶται ψάλλοντες· χαῖρε Κεχαριτωμένη.
ᾨδὴ η΄. Ὁ Εἰρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ Τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦται, εἰς πάντας τοὺς αἰῶνας. (Δὶς).
Γνοὺς τὴν ἐναπόθεσιν τοῦ σκήνους Ἀγάθων ὁ ἐνθεώτατος θεράπων σου, κλῆρον ἀναφαίρετον, κτῆμα πανυπέρτιμον τὴν ἱερὰν Εἰκόνα σου ἡμῖν κατέλιπεν, ἥν πίστει προσκυνοῦντες Παρθένε, οἱ Ἁγιασῶται τὸ χαῖρέ σοι βοῶμεν.
Ἔδωκας Ἁγνὴ τὴν εὐφροσύνην σῆς θείας ἐπισκοπῆς κατὰ τὸ λόγιον τῇ ὑμνολογούσῃ σε, Ἁγιάσῳ πάντοτε ἐκ ταύτης γὰρ ἀπήλασας ἐν διαφόροις καιροῖς, παντοίας ἀπειλὰς καὶ κυνδύνους, καὶ παρέχεις ταύτῃ βοήθειαν ἐν πᾶσι.
Ῥείθροις τῶν θαυμάτων σου Παρθένε, ἃ χύδην ἐκ τῆς εἰκόνος σου πηγάζουσι νοητὴ ὡς ἄμπελος Ἁγιάσος ἄρδεται καὶ ἐναρέτων πράξεων βλαστάνει βότρυας εἰς δόξαν τοῦ ἐκ σοῦ προελθόντος, ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν σὲ αἰνοῦντων.
Ἄνωθεν ἡμῖν δίδου Παρθὲνε καιροὺς καρποφόρους ὥσπερ γέγραπται ὑετόν τε πρώιμον ἀληθῶς καὶ ὄψιμον κατὰ τὴν προφητόφθεγκτον φωνὴν δεόμεθα καὶ τῶν χειρῶν εὐλόγει τὰ ἔργα, τῶν πρὸς σὲ ἀπαύστως, ἐν πίστει ἀφορώντων.
ᾨδὴ θ. Ὁ Εἰρμός.
Ἄπας γηγενὴς σκιρτάτω τὸ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος καὶ βοάτω· χαίροις παμμακάριστε Θεοτόκε ἁγνὴ ἀειπάρθενε. (Δὶς)
Στόματι σεπτῷ, Ἀγάθων ὁ ὅσιος μέλλων μεθίστασθαι, πρὸς τὰ ἄνω Ἄχραντε, τοῖς συνοικοῦσιν αὐτῷ ἐβόησεν· ἐν εὐλαβείᾳ δέξασθε, ὦ τέκνα τίμια, τὴν εἰκόνα, τῆς Ἁγνῆς θεόπαιδος, ὡς θησαύρισμα θεῖον τῆς χάριτος.
Ἴδωμεν τὴν σῆν, ὡς πάλαι καὶ ἔναγχος Ἁγνὴ ἀντίληψιν, σκέπουσαν καὶ σώζουσαν, τὴν Ἁγιάσον ἐκ πάσης θλίψεως· ὡς γὰρ λαμπάδα πάμφωτον ἐν μέσῳ ἔχουσα τῆς μορφῆς σου τὸ σεπτὸν ἐκτύπωμα, ἐγκαυχᾶται Παρθένε τῇ σκέπῃ σου.
Μνήμην τὴν λαμπράν, τῆς σῆς μεταστάσεως πανηγυρίζουσα χαρμοσύνως ἄχραντε, ἡ Ἁγιάσος καὶ τὴν ἀνάμνησιν, γεραίρειν τῆς Εἰκόνος σου ἐκ τῆς ἁγίας Σιών, τὰ ἐκ ταύτης, καρπουμένη θαύματα, εἰς ψυχῶν καὶ σωμάτων ἀνάκτησιν.
Ὅλη ἐν χαρᾷ, συνῆλθε ὑμνῆσαί σου Ἁγνὴ τὰ θαύματα, καὶ πανηγυρίσαι σου, τὴν τῆς εἰκόνος πρόπαλαι ἔλευσιν, ἡ Ἁγιάσος κράζουσα θερμῆς ἐκ πίστεως· σκέπε Κόρη, σὺν ἐμοὶ καὶ ἅπασαν, τὴν παροῦσάν σου νῆσον τῇ χάριτι.
Ὕμνόν σοι καινόν, ἐξύφανα Δέσποινα ἀπόρῳ στόματι καὶ ἀνάγνοις χείλεσιν ὃν οἷα Μήτηρ ἐλέους πρόσδεξαι, ὡς δῶρον εὐτελέστατον καὶ πενιχρότατον, καὶ πταισμάτων, δίδου μοι τὴν ἄφεσιν, καὶ ζωῆς αἰωνίου ἔλλαμψιν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Πάντα τὰ σὰ παράδοξα, Παρθένε παναμώμητε· ὅτι ἀφθόρως τεκοῦσα τὸν βασιλέα τῆς δόξης, μεγαλωσύνη ἄῤῥητον, ἔσχες ὑπὲρ ἀντίληψιν, καὶ παραδόξοις θαύμασι, καὶ σωστικαῖς ἐνεργείαις, σῴζεις ἀεὶ τοὺς σοὺς δούλους. (δὶς).
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῇ ἁγίᾳ Εἰκόνι σου, Ἁγιάσος ἀγάλλεται καὶ καινὴν πανήγυριν ἄγει σήμερον, ὑμνοῦσα ταύτης τὴν ἔλευσιν, δι᾽ ἧς κατηξίωται ἀποῤῥήτων ἀγαθῶν, καὶ τὸ χαῖρε κραυγάζει σοι· ἀπειρόγαμε· χαῖρε Κόρη Ἀγγέλων ὑπερτέρα χαῖρε πάντων προστασία, τῶν δεομένων σου Ἄχραντε.
Ἐκ Σιὼν μετενήνεκται, τῇ σῇ νεύσει Πανάχραντε, καὶ τῇ Λέσβῳ δέδοται ὡς θησαύρισμα, τῆς πρὸς ἡμᾶς εὐμενείας σου, εἰκών σου ἡ ἄχραντος, ἡ γραφεῖσα τῇ χειρί, τοῦ Λουκᾶ τοῦ παμμάκαρος, ἥν ἐκάλεσαν, Παναγία Σιὼν ἁγίαν ὄντως, ἁγιάζουσαν τοὺς ταύτῃ, μετ᾽ εὐλαβείας προσπίπτοντας.
Ἐν κινδύνοις καὶ θλίψεσι, καὶ δειναῖς περιστάσεσι, πίστει καταφεύγουσα τῇ σῇ χάριτι, ἡ Ἁγιάσος πανύμνητε, λυτροῦται ταχύτατα, ἐκ τῆς τούτων συνοχῆς, διὰ τοῦτο προσάδει σοι, χαριστήριον, ὑμνῳδίαν κηρύττουσα τοῖς πᾶσι, τῶν θαυμάτων σου τὰ πλήθη, καὶ τὴν ὀξεῖαν ἀντίληψιν.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ τε, προστασίαν σε ἔχοντες, τὸ σεπτόν σου ὄνομα καὶ γλυκύτατον, Ἁγιασῶται οἱ δοῦλοί σου, φωνοῦμεν θερμότατα, πάσῃ ὥρᾳ καὶ στιγμῇ, Παναγία κραυγάζοντες· σπεῦσον σῶσόν με, καὶ πληρούμεθα θείας εὐφροσύνης, καὶ εὑρίσκομεν τὴν λύσιν, τῶν δυσχερῶν τῇ σῇ χάριτι.
Δόξα. Καὶ νῦν.
Ἦχος πλ. β΄.
Τῆς προστασίας σου τὰς ἑκφάνσεις, δι᾽ ὧν πολυειδῶς εὑεργετεῖς, καὶ σῴζεις ἡμᾶς, ἑορτῆς ὑπόθεσιν συστησάμενοι, ὑμνοῦμέν σε Κόρη· καὶ τῶν ἀπείρων σου ἀπολαύοντες καλῶν, οὐ πτοούμεθα ἐπερχομένας θλίψεις· ὅτι ἡ πρὸς ἡμᾶς παλάμη σου κραταιὰ καὶ ἐν πᾶσι τούτοις στηριζόμενοι ἐν ἀγαλλιάσει βοῶμέν σοι· χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, οἱ μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τῆς Θεοτόκου ἡ γ΄ καὶ ς΄ ᾠδή. Ἀπόστολος καὶ Εὐαγγέλιον, (ζήτει 15 Αὐγούστου).
Τετράστιχον·
Ἀγιασωτίσσῃ τῇ Κόρῃ ᾖσε
Γεράσιμος μέλισμα καινὸν ἀρτίως,
Νεύσῃ καὶ πόθῳ Φωτίου Λαυριώτου
Μοναστοῦ ὁμοῦ καὶ πρεσβυτέρου.