Αντιαιρετικός Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον δια την Αποφυγή και Εξάλειψιν πασών των Καινοφανών Αιρέσεων και Εξαιρέτως της Παναιρέσεως του Οικουμενισμού

Ποίημα Ιερομονάχου Ευφρόσυνου Σαββαίτου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ Τροπάρια·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Τῆν ἀῤῥαγῆ Ὀρϑοδοξίας κρηπῖδα, καὶ σωτηρίας τῶν ψυχῶν τὴν ἐλπίδα, τὴν Θεοτόκον πάντες, προσκυνοῦντες εὐσεβῶς, πόϑῳ αἰτησώμεϑα, τοῦ δωρήσασϑαι χάριν, πᾶσαν ἀντιμάχεσϑαι, τῶν αἱρέσεων πλάνην, τὴν ἐκ τῶν ἔσω φϑείρουσαν Χριστοῦ, τῆς Ἐκκλησίας, τὸ σῶμα τὸ ἅγιον.

Δόξα.
Τῆν ἐν προσχήματι τῆς ϑείας ἀγάπης, μεῖξιν ὀθνείαν ἀληϑείας καὶ πλάνης, τῆς εἰδεχϑοῦς αἱρέσεως τοῦ Οἰκουμενισμοῦ, Δέσποινα διάλυσον, βλασφημοῦσαν ἀφρόνως, ἅπαντα τὰ δόγματα, τῶν Ἁγίων Πατέρων, καὶ τὰ δαιμόνια τῶν ϑρησκειῶν, ὡς σωτηρίας ὁδοὺς καταγγέλουσαν.

Καὶ νῦν.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Λάμψον Δέσποινα τὸ φῶς τῆς Ὀρϑοδοξίας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄ Ἁρματηλάτην Φαραώ.
Λυσσομανῇ τῆν καταιγίδα κόπασον, αἱρετικῶν ἀσεβῶν, τῶν δολερῶς πᾶσαν, τὴν Χριστοῦ ἀλήϑειαν, ἐν ὑποκρίσει Δέσποινα, σκοτιζόντων ἀφρόνως, καὶ συγχεόντων τὰ ὅσια, πᾶσι τοῖς ἀϑέοις βδελύγμασιν.

Ἀπὸ τῆς λύμης τῶν Λατίνων λύτρωσαι, τὴν Ἐκκλησίαν Χριστοῦ, τῶν ἐν πολλαῖς πλάναις, βλασφημούντων Ἄχραντε, τὸ ἱερόν σου πρόσωπον, καὶ τὸ Ἅγιον Πνεῦμα, καὶ τὴν παροῦσαν ματαίωσον, μετ᾽ αὐτῶν γενέσϑαι ψευδένωσιν.

Μὴ δεχομένων τὴν τιμήν σου Ἄσπιλε, Προτεσταντῶν τὴν ἀχλύν, τῶν ἐν πολλοῖς κλάδοις, ἀρνουμένων ἅπαντα, τὰ Ἱερὰ Μυστήρια, καὶ τὰς ϑείας Εἰκόνας, τῷ σῷ φωτὶ ἐξαφάνισον, τὴν Ὀρϑοδοξίαν λαμπρύνουσα.

Ψευδολογοῦντας Ἱεράρχας ἅπάντας, τοὺς ἐπ᾿ ἐσχάτων Ἁγνή, τοὺς ἀρχηγοὺς πάντων, τῶν ἐχϑρῶν τῆς Πίστεως, συνοδικῶς δεικνύοντας, ὡς ἐργάτας Κυρίου, τοῦ ἀμπελῶνος κατάργησον, καὶ ὡς ἀνομοῦντας ἐξάλειψον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὀχετῶν συνεδρίων, τῶν ϑρησκειῶν Δέσποινα, τῶν συγκρητισμῷ ἑπομένων, καὶ μίαν ἔχοντα, κακίστην ϑέλησιν, τῆν πανϑρησκείαν κομίσαι, ὡς τοῦ Ἄντιχρίστου προδρόμους διάλυσον.

Νῦν ἐσχάτη ἡ ὥρα, τὸ τοῦ Χριστοῦ ποίμνιον, φύλαξον Παρϑένε ἐν τάχει, καὶ ἀποδίωξον, τῆς παναιρέσεως, τοὺς προεστῶτας καὶ φίλους, ὡς ψευδοποιμένας προβάτων παράφρονας.

Δυσσεβείας τὰ ἔργα, τῶν τῆς στοᾶς σύντριψον, τοῦ τεκτονισμοῦ καὶ τῶν κύκλῳ, τούτου συνάξεων, ἅπερ τεκταίνονται καὶ ἐκ προσώπων αἰσχύνης, τῆς Ἴεραρχίας τοῦ κλήρου Πανάμωμε.

Ἐλευϑέρωσον Κόρη, ἐξ Οὐνιτῶν ἅπαντας, καὶ Νεορϑοδόξων ἀνόμων, τοὺς σοὺς ϑεράποντας, τοὺς μὴ ἐθέλοντας, σχισματικοῖς κοινωνῆσαι, καὶ τοῖς αἱρετίζουσι κῦρος δωρήσασϑαι.

Διάσωσον, ἀπὸ κινδύνων αἱρέσεων τοὺς σοὺς δούλους, τῶν ἐκ μέσου τῆς Ἐκκλησίας φυἔντων Πανάχραντε, συντρίβουσα, τὰς αὐτῶν μεϑοδείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Δογμάτων Χριστοῦ, ὑπάρχουσα κεφάλαιον, ὡς Μήτηρ, Θεοῦ, κατεύνασον τὸν τάραχον, τῶν σχισμάτων Δέσποινα, ἀποπλύνουσα πλάνης τὸν βόρβορον, καὶ τὰς αἱρέσεις κατάστρεψον ταχύ, τῆν πίστιν τρανοῦσα τὴν Ὀρϑόδοξον.

ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Στῶμεν καλῶς, καὶ Ὀρϑοδόξως λατρεύσωμεν, τὸν Σωτῆρα, Ἰησοῦν καὶ Κύριον, τὸν σαρκωϑέντα ὑπὲρ ἡμῶν, ἐκ τῆς σῆς νηδύος, Θεοκυῆτορ πανάμωμε, τηροῦντες αὐτοῦ πάντα, τὰ ἐντάλματα φόβῳ, καὶ τῶν ϑείων Πατέρῶν τὰ δόγματα.

Πεντηκοστῆς, τοὺς καπηλεύοντας Δέσποινα, Παρακλήτου, πάντα τὰ χαρίσματα, ὡς ϑεομάχους ϑεοστυγεῖς, καὶ τὰ ἐξ Ἰνδίας, νεοφανέντα συστήματα, τὰ δῆϑεν ἐξασκοῦντα, τὴν ψυχὴν καὶ τὸ σῶμα, ὥσπερ κέντρα δαιμόνων κατάλυσον.

Ὀλοτελῶς, τὴν πονηρίαν φανέρωσον, διαβόλου, τοῖς πιστοῖς Θεόνυμφε, ἐνεργουμένην δι’ ἐκλεκτῶν, τῶν Ἀρχιερέων, ϑεολογίσκων ποιμένων τε, λεγόντων τοῖς ἀνθρώποις, σιωπᾶν ἐπὶ πᾶσι, καὶ τηρεῖν τὰ τοῦ κόσμου ἀντίϑεα.

Ἰχνηλατεῖν, τὰ τῶν Ἁγίων παλαίσματα, καὶ μιμεῖσϑαι, τούτων τὴν Ὀρϑόδοξον, καὶ πολιτείαν καὶ διδαχήν, δίδου Θεοτόκε, τοῖς ἐπ᾽ ἐσχάτων ἱκέταις σου, ἀφίστασϑαι δὲ πάντων, τῶν ἀγνοίᾳ ἢ γνώσει, ἀϑετούντων Χριστοῦ τὴν ἀληϑείαν.

ᾨδὴ ε΄. Ἵνατί με ἀπώσω.
Νέαν αἵρεσιν παῦσον, τὴν τοῦ μολυσμοῦ ἐν τῷ Ναῷ Ἀμόλυντε, τὴν ἐξ ἀπιστίας, ἀλλοιοῦσαν τὰ ϑεῖα Μυστήρια, καὶ ὡς ἰατρεῖον, πνευματικὸν τὴν Ἔκκλησίαν, καταργοῦσαν ψυχῆς τε καὶ σώματος.

Ὰπομάκρυνον Κόρη, Ἰεχωβιτῶν τὴν δολερὰν ἐπέλασιν, Μονοφυσιτῶν τε, τὴν φρικτὴν μεϑ’ ἡμῶν ἐπανένωσιν, τὴν ἐπὶ τὸ ψεῦδος, στερεωϑεῖσαν καὶ χιτῶνα, τῆς Χριστοῦ ἀληϑείας ἐκτέμνουσαν.

Τῆν δυσώνυμον λέσχην, Οἱκουμενιστῶν ἀπὸ τῆς γῆς ἀφάρπασον, τῶν καταπατούντων, Θεομῆτορ τὰ πάνσεπτα δόγματα, καὶ ἀλλοτριούντων, τῆς σωτηρίας τοὺς ποιμένας, καὶ αὐτῶν τὸ φιλόχριστον ποίμνιον.

Ὀλικῶς Παναγία, τὴν ἔφηπλωμένην παναίρεσιν ἕκκοψον, ἐν τῇ Ἐκκλησίᾳ, τοὺς ὀλίγους δεινῶς ἐκδιώκουσαν, τοὺς τειχιζομένους, ἐκ τῶν τῆς πλάνης ἡγουμένων, τῇ ἐννόμῳ Κανόνων ὀρϑότητι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Φαιδρύνουσα, Θεοτόκε φάνηϑι, τοὺς πιστῶς ὁμολογοῦντάς σε μόνην, ὡς ἀληϑῶς τοῦ Κυρίου Μητέρα, καὶ ἀκραιφνοῦς μετὰ τόλμης ἐλέγχοντας, τοὺς ἀρνουμένους τὸν Χριστόν, ἐν προφάσει ψευδοῦς ἀγαπήσεως.

Ὠρύονται, οἱ ψευδεῖς ἐπίσκοποι, καὶ αὐτῶν οἱ ἱερεῖς τῆς αἰσχύνης, ὑπακοὴν ἀπαιτοῦντες κακίστην, καὶ τὸν λαὸν ἀδεῶς ἐκφοβίζοντες, ὥσπερ ταχέως Ἀγαϑή, τῆν ὀργὴν κατ᾽ ἀξίαν ἀπόστειλον.

Συμπόδισον, Θεοτόκε ἄχρανε τὴν φρικώδη ἐν ναοῖς βλασφημίαν, Πατριαρχῶν τῶν ϑελόντῶν ἀρέσαι, τοῖς ἀλλοϑρήσκοις τοῦ μίσους λεγόντων τε, τὸ Εὐαγγέλιον Χριστοῦ, κορανίῳ ὡς δεῖ συναρμόττεσϑαι.

Τὴν αἵρεσιν, Θεοτόκε κάϑελε, τῶν μεταπατερικῶν ϑεολόγων, ἀντιβαινόντων τοῖς ϑείοις Πατρᾶσι, φιλοσοφίας ἐπάρσει καὶ ὅρια, μετακινούντων τὰ σεπτά, ἐν τῇ πίστει ἡμῶν καὶ αἰώνια.

Διάσωσον, ἀπὸ κινδύνων αἱρέσεων τοὺς σοὺς δούλους, τῶν ἐκ μέσου τῆς Ἐκκλησίας φυέντων Πανάχραντε, συντρίβουσα, τὰς αὐτῶν μεϑοδείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Καϑαιρέτις τῶν αἱρετικῶν ἀπροσμάχητε, καὶ ἡγέτις τῶν ἀγωνιστῶν ἀκατάβλητε, μη ἐάσῃς, τῆν Ἐκκλησίαν Μῆτερ τοῦ Θεοῦ, δεινῶς, φϑίνουσαν ἅπανταχοῦ, ἀπὸ τῶν ἔνδοϑεν αὐτῆς, ἀδικούντων τὸ ποίμνιον, φύλαξον τὸν ναόν σου, καὶ στήριξον τὸν λαόν σου, ἄχρι ϑανάτου Ἀγαϑή, Ὀρϑοδόξως πορεύεσϑαι.

Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνἡσϑήσομαι τοῦ ὀνόματός σου πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, ϑύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὗς σου, καὶ ἐπιλάθου τοῦ λαύ σου, και τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Τοῦ ὀνοματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ μνησϑήσομαι.

Εὐαγγέλιον, Ἐ τοῦ κατᾶ Λουκᾶ (Κεφ. ι΄ 38-42, τα΄ 271-28).
Τῶ καιρῷ ἐκείνῳ, εἰσῆλϑεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρϑα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφῆ καλουμένη Μαρία, ἢ καὶ παρακαϑήσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρϑα περιεσπᾶτο περὶ πολλὴιν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μοῦ μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριϑεὶς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτῇ· Μάρϑα Μάρϑα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαϑῆν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεϑήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις γυνή φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοί, οὖς ἐϑήλασας. Αὐτὸς δὲ εἶπε· μενοῦνγε. Μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

Δόξα.
Ταῖς τῆς ἀπωλείας αἱρέσεις Παναγία, ἐξάλειψον δυνάμει, τοῦ Υἱοῦ σου τῇ ϑείᾳ.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τεῖχος καὶ προπύργιον, τῶν ϑεοφόρων Πατέρων, Δέσποινα ὑπάρχουσα, καὶ τῆν Ἐκκλησίαν διαφυλάττουσα, τοὺς κακοὺς ἔξωσον, μισϑωτοὺς ποιμένας, ὥσπερ λύκους ἐν ἐνδύμασι, προβάτων φϑείροντας, ἅπαν Ὀρϑοδόξων τὸ πλήρωμα, ὁμοῦ δε καταλύοντας, ἱερατικὸν τὸ ἀξίωμα, ἀγαπολογίᾳ, ψευδεῖ καὶ ἀπαρνήσει τοῦ Χριστοῦ, μοναδικοῦ ὡς Σωτῆρος τε, καὶ Κριτοῦ τοῦ μέλλοντος.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Καϑ’ αἱρέσεων ῥομφαία, στρεφομένη τε κατὰ τῶν ἑκατέραν, οὐσιῶν τοῦ Χριστοῦ, μὴ δεχομένων ὕβρει, Θεογεννῆτορ σύντριψον, τοὺς καπήλους ἐν τῇ πίστει.

Σκέδασον Κόρη τὴν μανίαν, τῶν αἱρέσεων καὶ τὴν Ὀρϑοδοξίαν, νικηφόρον ταχύ, ἀνάδειξον βοῶσαν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὅλην τὴν πλάνην τῶν αἰώνων, ἐφανέρωσεν εἰς μίαν Χριστοκτόνον, ἐπ᾿ ἐσχάτων φρικτήν, παναίρεσιν ὁ πλάνος, ἀλλὰ Παρϑένε πάταξον, τὸ αὐτοῦ εὔϑραυστον κράνος.

Ῥώμῃ Χριστοῦ τοῦ σαρκωϑέντος, ἐκ λαγόνων σου ἀφάνισον ταχέως, τοὺς τολμῶντας Ἁγνή, ϑρησκείας συνενῶσαι, καὶ μόνην τὴν ἀλήϑειαν, τὴν Ὀρϑόδοξον στρεβλῶσαι.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Θεολόγους τιμώρησον ἀλόγους, προδιδόντας Χριστόν, κατὰ τοὺς διαλόγους, τῆς Ἐκκλησίας τούτους ἀπελαύνουσα, Κόρη ὡς ἐργάτας, καὶ ὡς ἐκπροσώπους, τοῦ ἄρχοντος τοῦ σκότους.

Ὀργανώσεις τῶν πονηρῶν ἀνϑρώπων, καὶ διώκτας κρυπτούς, κατὰ τῶν Ὀρϑοδόξων, Σιωνιστάς, Μασόνους, γοητεύοντας, ὡς κατεφϑαρμένους, Δέσποινα τελείως, ἀφόπλισον ῥαδίως.

Διὰ φϑόνον Χριστοῦ τῆς Ἐκκλησίας, συνενοῦνται λαοί, κατὰ τῆς εὐσεβείας, ἀλλὰ Παρϑένε τήρησον τοὺς δούλους σου, ἐκ τοῦ Ἀντιχρίστου, τῆς πλαστογραφίας, ἡμῶν τῆς σωτηρίας.

Ὀδωδυῖα Πανάμωμε ὑπάρχει, ἡ δειλία πολλῶν, ποιμένων καὶ ἡ πλάνη, τοῦ σιωπᾶν καὶ μόνον τοῦ προσεύχεσϑαι, τῆς Ὀρϑοδοξίας, ἐν τῇ οἰκουμένῃ, δεινῶς κινδυνευούσης.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ξενήκουστος ὑπάρχει καὶ φοβερά, ἡ ἐσχάτη παναίρεσις Ἄχραντε, καὶ βδελυρά, προοδοποιοῦσα τῆν μιαράν, τοῦ Ἄντιχρίστου ἔλευσιν, καὶ ἀποσοβοῦσα τοὺς ἱερούς, Πατέρας καὶ Κανόνας, ἐξ ἧς Παρϑένε ῥῦσαι, τοὺς καταφεύγοντας τῇ σκέπῃ σου.

Ἰσχύϊ τῇ ἀμάχῳ σου Ἀγαϑή, ϑεομάχους καταίσχυνον ἅπαντας, ὡς ἀσεβεῖς, τοὺς Βαρλααμίτας νεοφανεῖς, πορευομένους πάντοτε, τῇ φιλοσοφίᾳ τῆς λογικῆς, καὶ ὅλως ἀρνουμένους, τὴν σῴζουσαν τὸν κόσμον, τῆς Θείας Χάριτος ἐνέργειαν.

Ὰλλότρια τῆς πίστεως τῆς ὁρϑῆς, ἱερέων ὁ γάμος ὁ δεύτερος, καὶ οἱ μεικτοί, ἡ δὲ ἐν τῷ γάμῳ διαστροφή, τῶν παρὰ φύσιν σχέσεων, καὶ ἡ τῆς νηστείας περικοπή, ὑπάρχει Θεοτόκε, καὶ ἡ δοκιμασϑεῖσα, ἐν τῇ λατρείᾳ ἀνανέωσις.

Σὠφρόνισον Παρϑένε τοὺς εὐσεβεῖς, εὐλαβῶς βεβλαμμένοῦς ποιμένας τε καὶ ἱερεῖς, τοῦ ἀντισταϑῆναι τοῖς πονηροῖς, Ἀρχιερέων ῥήμασι, καὶ τοῖς τῶν ἀρχόντων νόμοις καινοῖς, παρακελευομένοις, ἀχρείαν προσωπίδα, ἐν τῷ ναῷ μεταχειρίζεσθαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάσαν τῶν αἱρέσεων τὴν πληϑύν, Οἰκουμενισμοῦ τε, τὴν παναίρεσιν τὴν φρικτήν, συναποστραφῶμεν, ὡς δρόμους ἀπωλείας, εὐχαῖς καὶ βοηϑείᾳ, τῆς Θεομήτορος.

Τοὺς τῶν ἀστηρίκτων σαγηνευτὰς πάντων τε Ἁγίων, καὶ ἀγάπης καπηλευτάς, συμπροσευχομένους, μετὰ τὼν ἀλλοπίστῶν, δυνάμει τῆς Πανάγνου, ἐπιτιμήσωμεν.

Θεία τοῦ Σωτῆρος οὖσα λαβίς, ἀπόκοψον Κόρη, ἱερέων τοὺς ἀσεβεῖς, τοὺς ἄνευ λαβίδος, ἁγίας ἀλλοιοῦντας, τὴν Θείαν Κοινωνίαν, καὶ τὴν Παράδοσιν.

Τοὺς τὸ προσωπεῖον τῆς ἀρετῆς φέροντας ἀφρόνως, Ὀρϑοδόξους ἀρχιερεῖς, καὶ τὰς προσωπίδας, προτρέποντας φορέσαι, ἡμᾶς ἐν τῷ ναῷ σου, Δέσποινα φίμωσον.

Μόνου ὥσπερ Μήτηρ τοῦ Λυτρωτοῦ, ἀπάλλαξον πάντας, ἐκ τῆς πλάνης τοῦ πονηροῦ, τῆς ἐπικροτούσης, παντοίας τὰς αἱρέσεις, ὡς τρίβους σωτηρίας, ὦ τῆς συγχύσεως!

Χαίροις Ὀρϑοδόξων καταφυγή, καὶ τῶν κακοδόξων, ἡ τελεία καταστροφή, χαίροις δυσσεβούντων, Παρϑένε καταπέλτης, καὶ τῶν πεπλανημένων, ἡ ἐπανόρϑωσις.

Φύλαξον τὸ ποίμνιον τὸ μικρόν, Δέσποινα ἐκ βλάβης, τῶν πολλῶν Οἰκουμενιστῶν, καὶ τὴν Ἐκκλησίαν, ζῶσαν καὶ ἐλευϑέραν, συντήρει ἐν ἐρήμῳ, τίκτουσαν μάρτυρας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Πάντας, τοὺς τῆς πίστεως ἐχϑρούς, Οἰκουμενιστὰς καὶ Μασόνους, τοὺς ἐκ τῶν ἔσω Ἁγνή, ὅλην διαφϑείροντας τὴν Ἐκκλησίαν Χριστοῦ, ἀποδίωξον τάχιστα, ὡς μόνη Κυρία, μόνη Ἀειπάρϑενος, Μήτηρ τοῦ μόνου Θεοῦ, ἵνα, ἐν τῷ ϑείῳ Ναῷ σου, ὥσπερ στρατηγῷ ὑπερμάχῳ, πάλιν Ὀρϑοδόξως σοι προσπέσωμεν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Τοὺς ἐπισκόπους αἱρετίζοντας αἶρε.
ἀπὸ τῆς ποίμνης τοῦ Κυρίου Παρϑένε.