Εγκώμια εις τον Άγιο Νικόδημο τον Αγιορείτη

Ποίημα Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ

Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Ἀπλανὴς τοῦ Ἄθω, ἀνατείλας φωστήρ, μοναζόντων τὰς χορείας ἐλάμπρυνας, ἁγιότητος Νικόδημε αὐγαῖς.

Βαθυλείμων ὤφθης, ἐπ’ ἐσχάτων ἡμῖν, τῆς σοφίας θεοφόρε Νικόδημε, ἑρμηνεύων τὰ βιβλία τῶν Γραφῶν.

Γηπονήσας ἔργοις, ἀγαθοῖς τὴν ψυχήν, τὰ ζιζάνια ἐξέτεμες πρόῤῥιζον, ἁμαρτάδων σου Νικόδημε σοφέ.

Δεδεγμένος αἴγλην, σωστικῶν ἐντολῶν, ᾠκειώθης ἀπὸ βρέφους Νικόδημε, τῷ Σωτῆρι τῶν ψυχῶν περιχαρῶς.

Ἐν τῇ νήσῳ Νάξῳ, βιοτεύσας καλῶς, κατεπλάγησαν τὸν νοῦν οἱ συνόντες σοι, καθορῶντές σε ὡς σκεῦος ἀρετῶν.

Ζηλωτὴς ὑπάρχων, τῶν Ὁσίων ἀνδρῶν, προσεχώρησας τῷ Ἄθωνι Ἅγιε, καταλείψας γεηρῶν τὰς ἡδονάς.

Ἡ σὴ θεία κάρα, πολυχεύμων πηγή, οὐρανίου εὐωδίας τῆς χάριτος, ἀνεδείχθη ἐν ἐσχάτοις τοῖς καιροῖς.

Θεωρίας θέλων, ἐπιβῆναι Θεοῦ, πρακτικῆς ἐπεμελήθης Νικόδημε, ἀρετῆς παντοδαποῦς ἀνελλιπῶς.

Ἰοβόλα βέλη, ἀρχεκάκου ἐχθροῦ, ἀποκρούσω νικηφόρως Νικόδημε, τῷ ὀνόματι Χριστοῦ τῷ ἰσχυρῷ.

Λαμπρυνθεὶς ἀκτῖσι, τῆς ἀγάπης Χριστοῦ, τοὺς ἐν πόθῳ προσιόντας τῇ μάνδρᾳ σου, ἐν Παΐκῳ ἀπαλλάττεις τῶν δεινῶν.

Μοναστῶν τὰ πλήθη, καὶ μιγάδων χοροί, ἐν τῷ Ἄθωνι Νικόδημε Ὅσιε, ἀναμέλπουσι τὴν μνήμην σου λαμπρῶς.

Νευρωθεὶς δυνάμει, τῆς εὐχῆς τοῦ Χριστοῦ, τὸν ἀόρατον ἐχθρὸν κατεπάλαισας, καὶ συνέτριψας τὰ τάγματα αὐτοῦ.

Ξενωθεὶς τοῦ κόσμου, ἀληθῶς ὡς πτηνόν, ἐν τῷ Ὄρει τῷ Ἁγίῳ ἐσκήνωσας, τῶν Ὁσίων χρηματίσας κοινωνός.

Οἱ ἀλγοῦντες νόσοις, τῇ λαμπρᾷ σου Μονῇ, ἐν Παΐκῳ προσερχόμενοι χάριτι, θεραπεύονται Νικόδημε τῇ σῇ.

Πολεμῶν ἀνδρείως, τὸν ἀρχαῖον ἐχθρόν, τὸν ἀόρατον ἐν βίβλῳ συνέγραψας, μέγαν πόλεμον Νικόδημε ψυχῆς.

Ῥῶσιν θείαν Πάτερ, ἐκ τῶν δέλτων τῶν σῶν, μοναζόντων αἱ στρατεῖαι λαμβάνουσι, καὶ ἀγέλαι τῶν πιστῶν χριστιανῶν.

Συμβουλαῖς ἁγίαις, ἀρχιθύτην σεμνόν, τοῦ Εὐρίπου καθωδήγησας ἄριστα, τοῦ ποιμᾶναι τὸν φιλόχριστον λαόν.

Τῶν σεπτῶν Πατέρων, τοὺς κανόνας ὀρθῶς, διερμήνευσας Νικόδημε ἅπαντας, ἐπιπνοίαις Παρακλήτου ἀγαθοῦ.

Χαίροντες κατ’ ἔτος, τὴν σὴν μνήμην φαιδρῶς, ἑορτάζομεν τιμῶντες ἐν ᾄσμασι, τοὺς ἀγῶνάς σου θεόφρον ἀσκητά.

Δόξα. Τριαδικόν.
Ψαλμικῶς ὑμνοῦμεν, τοῦ Ἀνάρχου Πατρός, συνανάρχου δὲ Υἱοῦ καὶ τοῦ Πνεύματος, τοῦ Ἁγίου θεῖον ὄνομα ἀεί.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ Ἁγνὴ Παρθένε, τὴν ἁγίαν Μονήν, τοῦ Ὁσίου Νικοδήμου πρεσβείαις Σου, διαφύλαττε ἐκ πάντων τῶν δεινῶν.

Καὶ πάλιν τὸ πρῶτον.
Ἀπλανὴς τοῦ Ἄθω, ἀνατείλας φωστήρ, μοναζόντων τὰς χορείας ἐλάμπρυνας, ἁγιότητος Νικόδημε αὐγαῖς.

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν ὀξυγράφον, γραμματέα Πάτερ Νικόδημε, τοῦ Χριστοῦ ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς.

Βίον ἐγκρατῆ, ὄντως ἤνυσας ἐν ταῖς ἐρήμοις, τοῦ Ἁγίου Ὄρους Νικόδημε, θείῳ πόθῳ τετρωμένος τὴν ψυχήν.

Δόξης θεϊκῆς, ὡς ὁμότιμος τῶν Ἀσωμάτων, ἐν τῇ ἄνω πόλει Νικόδημε, Παραδείσου ἀπολαύεις ἐσαεί.

Ἔχων τὸν Χριστόν, ἐν τοῖς στέρνοις σου ὡς συνοδίτην, εὐσεβῶς τὸ ζῆν ἐξεμέτρησας, καὶ ὑψώθης ἀπὸ γῆς εἰς οὐρανόν.

Ζώπυρον Χριστοῦ, ἐν τοῖς χρόνοις τῆς δουλείας ὤφθης, τοῖς βροτοῖς σκεδάζων σκοτόμαιναν, ἀγνωσίας τῆς δεινῆς ταῖς διδαχαῖς.

Ἤμβλυνας ἐχθροῦ, τὸ γαυρίαμα ταῖς σαῖς νηστείαις, σαῖς παννύχοις στάσεσι δάκρυσι, καὶ δεήσεσι Νικόδημε σοφέ.

Θέας τῆς φρικτῆς, τοῦ προσώπου τοῦ Κυρίου Πάτερ, ἔτυχες ἀσκήσεσι σώματος, καὶ τελείᾳ ταπεινώσει τῆς ψυχῆς.

Ἴθυνον τὴν σήν, θεοστήρικτον Μονὴν λιταῖς σου, Ὅσιε Νικόδημε πάντοτε, πρὸς τὸ πλάτος τῶν ἁγίων ἀρετῶν.

Κράτει τοῦ Χριστοῦ, Κολλυβάδων τὴν σεπτὴν χορείαν, τῶν χειμαζομένων ἐστήριξας, τὴν Ὀρθόδοξον λαλήσας διδαχήν.

Λύσιν τῶν ἀλγῶν, ταῖς πρεσβείαις σου παράσχου Πάτερ, τοῖς αἰτοῦσι ἐκ τῆς εἰκόνος σου, ἰατρείαν τὴν κατ’ ἄμφω εὐσεβῶς.

Μῆνιν τὴν δεινήν, τοῦ ἀρχαίου πτερνιστοῦ θεόφρον, ἀπὸ τῆς Μονῆς Σου Νικόδημε, ἀποδίωξον λιταῖς σου ἱεραῖς.

Νέων Ἀθλητῶν, ἐν τοῖς χρόνοις τῆς πικρᾶς δουλείας, τὰ ψυχοφελῆ ἱστορήματα, ἀξιάγαστε συνέγραψας σοφῶς.

Ξένοις ἀληθῶς, κατορθώμασι τῶν Ἀσωμάτων, καταπλήττεις Πάτερ τὸν ὅμιλον, καὶ ἀνδρῶν τῶν μοναζόντων τὴν πληθύν.

Ὅλον σεαυτόν, προσενήνοχας ὡς ἱερεῖον, τῷ κοινῷ Δεσπότῃ Νικόδημε, καὶ αἰτούντων τὴν σὴν θείαν ἀρωγήν.

Ῥέει ὡς πηγή, πολυχεύμων ἡ σὴ κάρα μῦρα, τῶν χαρίτων μάκαρ Νικόδημε, ἁγιάζουσα ψυχὰς τῶν εὐσεβῶν.

Στῆσον τῆς σαρκός, τὸ ψυχόλεθρον φρόνημα Πάτερ, τῶν ἑστῶτων πρὸ τῶν λειψάνων σου, ἐν τῇ Μάνδρᾳ ὦ Νικόδημε τῇ σῇ.

Τόμους διδαχῶν, τῶν Ἁγίων τοῦ Χριστοῦ Πατέρων, φιλοκάλλως ἔγραφας πάντιμε, ἐν τῇ σκήτῃ Καρυῶν τῶν ἀσκητῶν.

Ὕμνους ἱερούς, ὡς φιλόθεος ᾀσματογράφος, ἐν τῷ Ὄρει Πάτερ ἐξύφανας, τῶν Ἁγίων μελωδῶν τὰς ἀρετάς.

Δόξα. Τριαδικόν.
Ψάλλων τὰς ᾠδάς, σὺν ταῖς τάξεσι τῶν θείων Νόων, τοῦ Τρισυποστάτου Θεοῦ ἡμῶν, ὑπὲρ πάντων εὔχου Πάτερ τῶν βροτῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ τῶν ὑπὲρ νοῦν, τοῦ Σοῦ Τόκου Μαριὰμ θαυμάτων, πῶς ἐν τῇ ἀχράντῳ νηδύϊ Σου, τὸν Δεσπότην διεβάστασας ἡμῶν.

Καὶ πάλιν τὸ πρῶτον.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν ὀξυγράφον, γραμματέα Πάτερ Νικόδημε, τοῦ Χριστοῦ ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς.

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Νικόδημε παμμάκαρ.

Βήμασι Κυρίου, ἑπόμενος εἰσῆλθες, ἐν ταῖς μοναῖς Ὁσίων.

Γαύρωμα δαιμόνων, κατέκοψας ἀσκήσει, Νικόδημε συντόνῳ.

Ἔχει ἡ σὴ Μάνδρα, προστάτην σε γενναῖον, Νικόδημε τρισμάκαρ.

Ζῆλον εὐσεβείας, Νικόδημε παράσχου, τοῖς σὲ ἐπικαλοῦσιν.

Ἡ ποίμνη σου ὡς βρύσις, χαρίτων τῆς σῆς κάρας, κατέχει τὴν μερίδα.

Θεοῦ ταῖς ἐνεργείαις, συνέγραψας τὴν δέλτον, ἁγίων σου λογίων.

Ἰᾶται πᾶσαν νόσον, ἐκτύπωμα τὸ θεῖον, Νικόδημε μορφῆς σου.

Λιμὴν χειμαζομένων, ἐν τῷ πελάγει βίου, ἡ Μάνδρα σου ὑπάρχει.

Μάστιξι εὐχῶν σου, στῆσον τὴν μανίαν, τὴν καθ’ ἡμῶν δαιμόνων.

Νεῦσον οὐρανόθεν, Νικόδημε καὶ ῥῦσαι, ἡμᾶς ἐκ τῶν σκανδάλων.

Ξήρανον τὸ ῥεῦμα, τῶν αἱρετιζόντων, Νικόδημε θεόφρον.

Ὄμβρισον τὴν χάριν, τῶν δωρημάτων Πάτερ, τοῖς σοῖς ἱκέταις πᾶσι.

Ῥῦσαι πάσης βλάβης, σωματικῆς καὶ νόσου, τοὺς ἀλγουμένους Πάτερ.

Στήριξον τὴν πίστιν, τῶν καταφευγόντων, ἐν τῇ σεπτῇ Μονῇ σου.

Τείχισον δυνάμει, τῶν πρεσβειῶν σου πάντας, τοὺς σὲ παρακαλοῦντας.

Ὕμνοις γηθοσύνοις, γεραίρουσι τὰ πλήθη, τὰ θαύματά σου Πάτερ.

Φῶς τῶν ὑποδούλων, ἐν τοῖς ὑστέροις χρόνοις, Νικόδημε ἐφάνης.

Χρυσόστομον τὸν θύτην, τῆς Μάνδρας σου μὴ παύσῃ, ἀεὶ περισκεπάζων.

Δόξα. Τριαδικόν.
Ψάλλουσι τὸ μέλλον, τῆς σεπτῆς Τριάδος, οἱ μονασταί σου μάκαρ.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ Παρθενομῆτορ, τὰ Σὰ ἐλέη πέμψον, τῇ Ἐκκλησίᾳ πάσῃ.

Καὶ πάλιν τὸ πρῶτον.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Νικόδημε παμμάκαρ.

ΕΥΛΟΓΗΤΑΡΙΑ

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόδημον ὑμνολογῆσαι.

Τῶν Ἀγγέλων αἱ τάξεις, ἐθαμβώθησαν Πάτερ, ἐκ τῆς σῆς πολιτείας, ἐν τῷ Ἄθῳ δὲ χορός, τῶν Ὁσίων Πατέρων, βίβλους ἱεράς, καθορῶν Νικόδημε, ὑπὸ σοῦ γραφεῖσαι, ὑπερεθαύμασεν.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόδημον ὑμνολογῆσαι.

Μύρον θεῖον, ἀναβλύζει πάντοτε, ἐκ τῶν σῶν λειψάνων Πάτερ, ἐν Παΐκῳ ἀσκητὰ Νικόδημε, ἐν τῇ Μάνδρᾳ Σου τῇ ὁμωνύμῳ, καὶ τῶν μοναστῶν, ἀνδρῶν ἡ παράταξις, ἐγκαρδίως, ἀξιάγαστε γάνυται.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόδημον ὑμνολογῆσαι.

Λίαν σοφῶς, τοῦ Χριστοῦ τὰ δόγματα, τὰ διδάγματα καὶ τοὺς κανόνας, τῶν Ἁγίων βιοτήν, τῆς Παρθένου τοὺς ὕμνους, Νέων Ἀθλητῶν, τρόπαια Νικόδημε, ἐν τοῖς δέλτοις τοῖς σοῖς, θεοφόρε ἔγραψας.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόδημον ὑμνολογῆσαι.

Μυροφόρων ὡς τάξις, κοσμικῶν αἱ ἀγέλαι, καὶ ὁμήγυρις Πάτερ ἀσκουμένων, τὴν μνήμην τὴν σήν, ὦ Νικόδημε μάκαρ, φαίνουσι σεμνῶς, ἐν ᾠδαῖς καὶ ᾄσμασι, μελωδοῦσαι, τὴν λαμπρὰν πολιτείαν σου.

Δόξα. Τριαδικόν.
Τὸ τρισήλιον φέγγος, τὴν Ἁγία Τριάδα, τὸν Θεὸν τὸν Μονάρχην, ἀνυμνήσωμεν πάντες, μονασταὶ καὶ μιγάδες, ὕμνον δουλικῶς, κράζοντες τὸ Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

Καὶ νῦν. Θεοτοκίον.
Γουμενίσσης τὸ κλέος, Παναγία Παρθένε, τὴν σεπτήν Σου Εἰκόνα, ἀσπαζόμεθα πόθῳ, οἱ ἐν θλίψεσι ὄντες, καὶ ἐν συντριβῇ, πάντες Σοῦ δεόμεθα, μὴ παρίδῃς εὐχαῖς, ἡμᾶς στηρίζουσα.

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα Σοι ὁ Θεός. (γ΄).

Παρακλητικός Κανών εις τoν Άγιον Νικόδημον τον Αγιορείτη

Χαιρετισμοί στον Άγιο Νικόδημο τον Αγιορείτη