Εγκώμια κατά το Ακατάληπτον εστί εις τον θάνατον και την ταφήν του Κυρίου ημών Ιησού Χριστού, ψαλλόμενα εις ήχον Γ’, κατά την Θ’ Ωδήν της εορτής της Υπαπαντής
Ἡ Θεοτόκος: Ἀκατάληπτόν ἐστί καὶ ἀγγέλοις καὶ βροτοῖς
τὸ μυστήριον Υἱὲ τῆς ἀρρήτου Σου ταφῆς.
Μαρία ἡ Μαγδαληνή: Βουληθείς, ὦ πλαστουργέ, ἵνα σώσῃς τὴν ζωήν,
ἑκὼν θνήσκεις, Ἰησοῦ, ἡ ἀθάνατος ζωή.
Μαρία ἡ τοῦ Κλωπᾶ: Γένος ἅπαν τῶν βροτῶν, ἁμαρτίᾳ νεκρωθέν,
ὤφθη ζωοδότα νῦν, σῷ θανάτῳ ζωωθέν.
Ἡ Θεοτόκος: Δεῦρο δὴ μοι πᾶσα γῆ, συνθρηνήσατε πικρῶς,
ὁ ζωῆς ὢν χορηγός, καθορᾶται ὡς νεκρός.
Μαρία ἡ Μαγδαληνή: Ἐν κρυπτῷ Σου μαθητής, ὤν πρὶν Ἰωσὴφ σαφῶς,
πεφανέρωται ἰδών, τὸ κρυβὲν ἡλίου φῶς.
Μαρία ἡ τοῦ Κλωπᾶ: Ζωοδότα Ἰησοῦ, τῆς ζωῆς ὁ γλυκασμός,
πῶς τὰς κόρας ἔμυσας, ὁ ἀνθρώπων φωτισμός;
Σαλώμη: Ἡ ζωὴ πάντων ζωήν, τὴν ἐξώσασαν ζωῆς,
ἅπαν γένος τῶν βροτῶν, τῷ θανάτῳ Σου ζωοῖς.
Αἱ μυροφόροι πᾶσαι: Θεοδόχε Ἰωσήφ, ἡ ἀκρότητης τῶν πιστῶν,
δὸς ἡμῖν τὸν Ἰησοῦν, περιπτύξασθαι Χριστόν.
Ἰωάννης ὁ ἐπιστήθιος: Ἴδε φίλον μαθητήν, καὶ μητέρα, Ἰησοῦ,
ἔτι λόγον δὸς ἡμῖν, ἐκ στόματος τοῦ Σοῦ.
Ἰωσὴφ καὶ Νικόδημος: Κόσμου κόσμος, ὢν Χριστέ, ὤφθης ἄκοσμος νεκρός,
κόσμον πλῆσον οὖν χαρᾶς, ἀναστὰς θεοπρεπῶς.
Ἡ Θεοτόκος: Λογχονύκτου Σου πλευρᾶς, ὦ γλυκύτατε Υἱέ,
ἀποστάζεις τὴν ζωήν, Θεοῦ Λόγε καὶ Θεέ.
Νικόδημος: Μύρον ὢν ὡς ἀληθῶς, ὀσμῆς μύρων τῶν ἐκ Σοῦ,
μύρα Σοι προσφέροντα, μύρισόν με Ἰησοῦ.
Ἰωσήφ: Νῦν κυκλοῦσι στρατιαί, νοεραὶ πᾶσαι φρικτῶς,
πῶς τολμήσω οὖν ἐγὼ Σοῦ προσψαῦσαι ὁ οἰκτρός;
Ἡ Θεοτόκος: Ξενωθέντα τὸν Ἀδάμ, ξενωθεὶς ὁ πλαστουργός,
ἐπανάγεις πρὸς ζωὴν ὁ υἱός μου καὶ Θεός.
Μαρία ἡ Μαγδαληνή: Ὁ ταμίας τῆς ζωῆς καὶ θανάτου νεκρωτής,
πῶς ὁρᾶσαι νῦν νεκρός, ὕπτιος ὁ λυτρωτής!
Μαρία ἡ τοῦ Κλωπᾶ: Ποῦ σου ἔδυ, Ἰησοῦ, νῦν τὸ κάλλος τῆς μορφῆς;
πέρας ἔλαβον ἐν Σοί, πᾶσαι ῥήσεις τῆς Γραφῆς.
Σαλώμη: Ῥεῖθρα βλύζεις, Ἰησοῦ, ἐκ τῆς θείας Σου πλευρᾶς,
ἀποπλύνοντα βροτῶν ἁμαρτίας τὰς πικράς.
Αἱ μυροφόροι πᾶσαι: Σέ, ὃν ἥλιος σταυρῷ, πρὶν ἐκρύβη θεωρῶν,
πῶς, ἡλίου ποιητά, τάφος κρύψει ὡς νεκρόν;
Ἰωσήφ: Τὸν ἀναβαλλόμενον ὡς ἱμάτιον τὸ φῶς,
πῶς σινδόσιν, Ἰησοῦ, Σὲ κηδεύσω σαρκικῶς;
Νικόδημος: Ὕδωρ ἐκ τῆς σῆς πλευρᾶς, κρεῖττον ἔβλυσεν ὀσμῆς,
ἧς μυρίζω Σέ, Χριστέ, σμυρνολόης τῆς ἐμῆς.
Ἡ Θεοτόκος: Φάτνῃ εἶδόν Σε, Σωτήρ, πρὶν σπαργάνοις ἑλικτόν,
καὶ σινδόσι βλέπω νῦν, οἴμοι, σχῆμα τί φρικτόν;
Αἱ μυροφόροι πᾶσαι: Χῶρον γῆς καὶ οὐρανοῦ τὸν κατέχοντα δρακί,
νῦν κηδεύει Ἰωσήφ, καὶ Νικόδημος σαρκί.
Ἡ Θεοτόκος: Ψυχοσῶστά μου Υἱέ, περιφρούρει τὴν πληθύν,
τῶν ὑμνούντων εὐλαβῶς, σὴν ἐκούσιον ταφήν.
Αἱ μυροφόροι πᾶσαι: Ὦ Θεάνθρωπε Χριστέ, διαφύλαξον ἡμᾶς,
ἀνυμνούντας σὴν ταφὴν καὶ προσφέροντας ὠδάς.