Εγκώμια εις τους Άγιους Μάρτυρες Κύρικου & Ιουλίττας

Ὧν ἡ ἀκροστιχὶς καὶ τῶν τριῶν στάσεων, ἄνευ τῶν πρώτων, τῶν Τριαδικῶν καὶ τῶν Θεοτοκίων: Χαρμονικῶς ὑμνοῦμέν σε, σεπτὴ μητροτεκνία.

ΣΤΑΣΙΣ Α΄.

Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Ἡ ζωὴ ποθοῦσα, μακαρία δυάς, Ἰουλίττα σὺν Κηρύκῳ νῦν χόρευε, ὅτι ἔχεις πολυέραστον Χριστόν.

Χαρμονῆς τυχοῦσα, ἀντὶ πόνων σφοδρῶν, Ἰουλίττα καὶ ἡμῖν δὸς ἀπόμοιραν, ἵνα χαίροντες ὑμνῶμεν τὸν Χριστόν.

Ἄρνα τὸν σὸν δοῦσα, τῷ Κυρίῳ σφαγήν, στέφος εἴληφας διπλῆς μαρτυρίας σου, Ἰουλίττα θεοδόξαστε σαφῶς.

Ῥητορεύει σθένει, βρέφος θείαν φθογγήν, καὶ κηρύττει τῆς Τριάδος ἀλήθειαν, διὸ θάνατον λαμβάνει τὸν πικρόν.

Μῶμος οὐχ ὑπάρχει, τοῖς σοῖς ἄθλοις ἁγνή, Ἰουλίττα ὅτι πάντως ἐνήθλησας, κατὰ νόμον ὡς Ἀπόστολος φησί.

Ὁ ναὸς ἐλύθη, τῶν σωμάτων νυνί, ἀλλ’ εἰσήλθετε ναὸν τὸν οὐράνιον, ἔνθα ᾄδετε τὸ Ἅγιος ἀεί.

Νικηταὶ δαιμόνων, οἱ Χριστοῦ Ἀθληταί, καυχωμένους ἀσθενεῖς κατενίκησαν, καὶ εἰλήφασι τὸ στέφος τῆς ζωῆς.

Ἱεραῖς τιμῶμεν, ὑμνωδίαις ὑμᾶς, Ἰουλίττα καὶ πανεύφημε Κήρυκε, αἶνος πρέπει γὰρ τοῖς φίλοις τοῦ Χριστοῦ.

Κραταιὰν ἀγάπην, τὶς ἰσχύσει ποτέ, κατασβέσει ἀθεΐας τοῖς ὕδασι, ἡ φιλόθεος ἐκραύγαζε δυάς.

Ὡραιώθης πλέον, ἢ τὸ πρώτον σεμνή, Ἰουλίττα χάριν ἔχεις γὰρ ἄνωθεν, ἐπανθοῦσαν καὶ ἀεὶ ποὺ θαλεράν.

Σῶζε τοὺς τιμῶντας, τὴν σὴν μνήμην δυάς, Ἰουλίττα χριστομάρτυς καὶ Κήρυκε, ἐκ παντοίων καὶ ποικίλων πειρασμῶν.

Ὑετὸν θαυμάτων, ἐπιῤῥάνατε νῦν, τῷ λαῷ τῆς Ἐκκλησίας χαρμόσυνον, ἑορτὴν ὑμῶν τελοῦντι ὦ δυάς.

Μονασταῖς καὶ πᾶσι, τύπος ἔφυς σαφῶς, φιλοθέου βιοτῆς παμμακάριστε, Ἰουλίττα σὺν Κηρύκῳ τῷ μικρῷ.

Δόξα. Τριαδικόν.
Ὢ Τριὰς Ἁγία, ταῖς πρεσβείαις τῶν Σῶν, Ἀθληφόρων ἡμᾶς πάντας διάσωσον, ἀνυμνοῦντας τὰ παλαίσματα αὐτῶν.

Καὶ νῦν. Θεοτοκίον.
Παναγία Μῆτερ, σὺν μητρὶ καὶ υἱῷ, τῶν Μαρτύρων Σοῦ Υἱοῦ ἱκετεύσατε, ὅπως τύχωμεν ζωῆς τῆς ἐν Αὐτῷ.

Καὶ πάλιν τὸ πρῶτον.
Ἡ ζωὴ ποθοῦσα, μακαρία δυάς, Ἰουλίττα σὺν Κηρύκῳ νῦν χόρευε, ὅτι ἔχεις πολυέραστον Χριστόν.

ΣΤΑΣΙΣ Β΄.

Ἦχος πλ. α΄. Ἄξιόν ἐστιν.

Ἄξιόν ἐστιν, ἀνυμνεῖν σε Μάρτυς Κυρίου, ὅτι προεβίβασας εἰς ζωήν, τὸ σὸν τέκνον μεθ’ οὗ χαίρεις ἐν Θεῷ.

Νέους οὐρανούς, προσδοκῶμεν κατ’ ἐπαγγελίαν, τούτους νῦν ὑμεῖς κατειλήφατε, μαρτυρήσαντες προθύμως τῷ Χριστῷ.

Ὄλβιος σεμνή, ὁ σὸς τόκος Ἰουλίττα πέλει, ὃν γὰρ τῇ σαρκὶ ἀπεγέννησας, ἀναγέννησας ὡς Μάρτυρα κλεινόν.

Ὕπνος ἀληθῶς, τῶν δικαίων ἡ θανὴ ὑπάρχει, καὶ ψυχαὶ αὐτῶν ἐν χειρὶ Θεοῦ, ὅθεν νάματα διδοῦσι τοῖς πιστοῖς.

Μήτηρ εὐτυχής, διπλοτόκος Ἰουλίττα θεία, πρέσβευε Χριστῷ ὑπὲρ εὐσεβῶν, φιλοθέων τε μητέρων ἐκτενῶς.

Ἔρωτα Χριστοῦ, ταῖς ψυχαῖς τῶν ὑμνωδῶν σου δίδου, Ἰουλίττα γῦναι χριστόψυχε, σὺν Κηρύκῳ τῷ χριστοφιλεῖ.

Νόας ἀγαθούς, ἐξεστήσατε τῷ μαρτυρίῳ, ὅθεν τὰς ψυχὰς ἡμῶν ἤνεγκαν, ἐν χορῷ τῷ τῶν αἰώνων Βασιλεῖ.

Σέβομεν ὑμᾶς, βρέφος θεῖον μῆτέρ τε γενναία, τύποι γὰρ ἀγάπης γεγόνατε, τοῖς πιστεύουσι Θεὸν ἀληθινόν.

Ἔφυγες σοφῶς, πειρασμὸν ὦ Ἰουλίττα Μάρτυς, ὅμως σὲ Χριστὸς προσαγήοχε, ἐν τῇ Μάνδρᾳ ἅμα τῷ ἀμνῷ.

Στίφη πειρασμῶν, ἐκδιώκετε εὐχαῖς ἁγίαις, Μάρτυρες σεπτοὶ ἀπὸ τῶν πιστῶν, χαριζόμενοι εἰρήνην ἀκλινῆ.

Εἴληφας σφοδράν, τῶν μαστίγων πεῖραν Ἰουλίτταν, ὅθεν νῦν ἡμᾶς ἐλευθέρωσον, τῶν μαστίγων τοῦ ἐχθροῦ σατάν.

Πίνεις δαψιλῶς, οὐχὶ γάλα ἀλλὰ ὕδωρ Μάρτυς, ὅπερ καὶ ἡμῖν ταῖς πρεσβείαις σου, ἐναπόσταξον διψῶσιν ἀληθῶς.

Τέκνον μου γλυκύ, ἰδοὺ δόξα ἣν Χριστὸς παρέχει, ἀλγηδόνων ἕνεκεν τῶν πικρῶν, ἃς ὑπέστημεν ἐν σώμασιν ἡμῶν.

Δόξα. Τριαδικόν.
Δέχου ὦ Τριάς, νῦν πρεσβεύουσα ἀμνάδα θείαν, ἅμα τῷ προβάτῳ θηλάζοντι, ὑπὲρ ποίμνης Σου τιμώσης Σε πιστῶς.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, συναλγήσασαν ἐπὶ τῷ τέλει τέκνου, σύμπρεσβυν παράλαβε ἀγαθήν, Ἰουλίτταν ὑπὲρ τῶν εὐσεβῶν.

Καὶ πάλιν τὸ πρώτον.
Ἄξιόν ἐστιν, ἀνυμνεῖν σε Μάρτυς Κυρίου, ὅτι προεβίβασας εἰς ζωήν, τὸ σὸν τέκνον μεθ’ οὗ χαίρεις ἐν Θεῷ.

ΣΤΑΣΙΣ Γ΄.

Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, χαίρουσαι ὑμνοῦσιν, ὑμῶν τοὺς θείους ἄθλους.

Ἤλγησας τὸ πρώην, Μάρτυς Ἰουλίττα, νῦν χαῖρε σὺν υἱῷ σου.

Μέγαν σὲ καλοῦμεν, εἰ καὶ βρέφος πέλεις, Κήρυκε Ἀθλοφόρε.

Ἡδονὰς τοῦ κόσμου, πάσας ἀρνηθέντες, τρυφᾶτε τοῦ Σωτῆρος.

Τύραννον ἀχρεῖον τοῖς ῥήμασι τοῖς θείοις, ἐβάλετε καιρίως.

Ῥύπον ἁμαρτίας, καθάρατε ὑμνοῦντων, Μάρτυρες θεοφόροι.

Ὄχλους τῶν δαιμόνων, τῇ θείᾳ εὐωδίᾳ, μακρὰν ἡμῶν ποιεῖτε.

Τέτρωται ἡ πλάνη, ἀλήθεια τρανοῦται, ὑμῶν τῇ μαρτυρίᾳ.

Εὗρες Ὃν ἐπόθεις, σεπτὴ μητροτεκνία, Χριστὸν τὸν Ζωοδότην.

Κήρυκε τρισμάκαρ, φύλαττε ἀτρώτους, ἡμᾶς ἀπὸ τῆς πλάνης.

Νίκη αὕτη πέλει, Σταυροῦ τοῦ ζωηφόρου, ἡ τῶν Μαρτύρων δόξα.

Ἴασαι τὰ πάθη, δυὰς ἁγιωτάτη, ψυχῶν τε καὶ σωμάτων.

Ἄνω μετ’ Ἀγγέλων, ἀνθρώπων δὲ ἐνταῦθα, χοροὶ ὑμᾶς ὑμνοῦσιν.

Δόξα. Τριαδικόν.
Ὢ Τριὰς Ἁγία, πρεσβείαις Σῶν Μαρτύρων, τὴν ποίμνην Σου εὐλόγει.

Καὶ νῦν. Θεοτοκίον.
Ὢ ἐλπὶς τοῦ κόσμου, μὴ παύσῃ δυσωποῦσα, Χριστὸν σὺν Ἀθλοφόροις.

Καὶ πάλιν τὸ πρώτον.
Αἱ γενεαὶ πᾶσαι, χαίρουσαι ὑμνοῦσιν, ὑμῶν τοὺς θείους ἄθλους.