Ευχή μπροστά στον Πανάγιο Τάφο

Τοῦ Π. Μητροφάνου, φύλακα Παναγίου Τάφου

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ὁ Ἀναστάς ἐκ νεκρών, πρόσδεξαι ἡμῶν τὰς εὐχὰς καὶ τὰς δεήσεις καὶ τὸ προσκύνημα κατενώπιον τοῦ Παναγίου Σου Τάφου καὶ άνάστησον ἡμᾶς ὁ Ἀναστάς ἐκ νεκρών καὶ πᾶσι τὴν Ἀνάστασιν τὴν Σὴν χαρισάμενος καὶ πᾶσι τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν!
Ἵνα γὰρ κοινωνούς ἡμᾶς δείξῃς τῆς Σῆς Ἀναστάσεως, κατῆλθες ἐν τῷ ᾄδῆ!
Ἵνα φωτίσῃς τὸ σκότος ἡμῶν, κατῆλθες τὸ Φῶς ἐν τῷ σκότει καὶ διέλυσας τὰ σκότη τοῦ ᾄδου, διὸ καὶ βολίσι καὶ ἀστραπαῖς καὶ ἀκτίσι καὶ πυρίνοις γλώσσαις τὸ Ἅγιον Φώς τῆς Σῆς Ἀναστάσεως φωτίζει ἡμῶν τὰ σκότη καὶ όράται ἀπεριέργοις καὶ καθαροῖς ὀφθαλμοῖς.
Σὺ γὰρ εἰ ἡ Ἀνάστασις ἡμῶν ἐν τοῖς τοῦ βίου δεινοῖς, Σὺ εἰ τὸ Φῶς ἡμῶν πορευομένων ἐν τῷ σκότει τῆς παρούσης ζωής… Σὺ εἰ ἡ Ἔγερσις ἡμῶν πεσόντων παγίσι τοῦ ἐχθροῦ τῆς σωτηρίας ἡμῶν, Σὺ εἰ ἡ Εἰρήνη ἡμῶν ἐν ἀσυμφωνίαις διακρινουμένων, Σὺ εἰ ἡ Χαρά ἡμῶν, ὅτι «χαίρετε» ἐβόησας γυναιξί μυροφόροις, Σὺ εἰ ὁ Ἄρτος τῆς Ζωῆς ὁ ἐκ τὸν Οὐρανοῦ καταβάς, ὁ πάντοτε έσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλά τοὺς μετέχοντας ἁγιάζων καὶ ἐγείρων ἐκ φθορᾶς, Σὺ εἰ ἡ Ἀνάστασις ἡμῶν, ὁ τοῖς πεσοῦσι παρέχων Ἀνάστασιν καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ Ἀνάρχῳ Σου Πατρί καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ Ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς Αἰῶνας τῶν Αἰώνων. Ἀμήν.
 
 

Πηγή