Ευχή της Αγίας Μεγαλομάρτυρος Ξενίας εκ Καλαμών
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός μου, ὁ ῥυσάμενος με ἐκ χειρὸς τοῦ ἀποστάτου Δομετιανοῦ.
Ὁ ἐπαμβλυνας πάσας τὰς κατ’ ἑμοῦ ἐπινοίας καὶ μηχανᾶς αὐτοῦ. Ὁ τῇ ἀηττήτῳ δυνάμει τοῦ Σταυροῦ σου κατασφαλίσας με καὶ σώαν ἐκ τοῦ διασυρμοῦ τῶν ἰππῶν διαφυλάξας.
Ὁ παρασχών μοι τὴν ἰσχὺν καταβαλεῖν τὸν πολυμήχανον ἐχθρὸν ἐν τῷ σκάμματι τοῦ μαρτυρίου.
Αὐτὸς καὶ νῦν, Δέσποτα, λύτρωσαι τὴν μιανθεῖσαν ταῖς βιοτικαῖς ἡδοναῖς ψυχήν μου ἐκ τοῦ βυθοῦ τῆς ἀπωλείας, ἐν τῷ ἀπέρχεσθαι με ἐκ τοῦ φθαρτοῦ τούτου κόσμου, καὶ διὰ τῆς μετανοίας καθαρὰν παραστῆσόν προ τοῦ ἀδεκάστου καὶ φρικτοῦ βήματός σου.
Δὼς δόξαν τῷ ὀνόματί σου καὶ ἐνισχῦσόν με ἕως τέλους κατισχύσαι τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν μου.
Παντί δε τῷ ἐπικαλουμένῳ σε μετὰ πίστεως , δι’ ἐμοῦ τῆς δούλης σου Ξενίας ἡ τὴν ἡμέραν τῆς πρὸς σὲ τὸν ἀθάνατον καὶ μόνον ἀληθινὸν Θεὸν ἐκδημίας μου μεμνημένῳ καὶ ταύτην ἑορτάζοντι ἡ τὴν ἐμὴν εἰκόνα κατέχοντι καὶ ταύτῃ πιστῶς προσπελάζοντι, ἡ τὴν δέησιν μου ταύτην ἀναγινώσκοντι καὶ τὸ μαρτύριον μου μελετῶντι, βοήθειαν ἐν παντὶ καὶ ψυχικὴν σωτηρίαν. Καὶ ὡς ἔλυσας Κύριε, πᾶσαν κατ’ ἑμοῦ τοῦ ἀπεχθοῦς τυραννοῦ μου μαγείαν καὶ ἐπαοιδίαν καὶ ἀνωτέραν τῆς ἐπηρείας αὐτῶν ἐτήρησάς με, οὕτως ἀφάνισον τῇ ἀνυπερβλήτῳ καὶ κραταιᾷ δυνάμει σου, καὶ ἐκ τοῦ δούλου (δεινός), τοῦ αἰτοῦντος βοήθειαν παρά σου, δι’ ἑμοῦ τῆς ταπεινῆς σου δούλης, πᾶσαν γοητείαν ἡ μαγγανείαν, πᾶσα φαρμακείαν ἡ ἐπαοιδίαν καὶ πᾶσαν βασκανίαν ἡ ἀστρομαντείαν, ἐν παντὶ ἀντικειμένῳ ἡ τόπῳ ἀνήκοντι αὐτῷ γενομένην, ἐν τῷ αἰθέρι, ἐν τῇ γῇ καὶ ὑποκάτω τῆς γῆς, ἐν τῷ ἀέρι, ἐν τοῖς γλυκέσιν ὕδασι τῶν λιμνῶν καὶ ποταμῶν καὶ τῶν φρεάτων καὶ τοῖς ἁλμήεσι τῶν θαλασσῶν.
Καὶ ὃν τρόπον ἐκρύπτει ὁ ἄνεμος χνοῦν ἀπὸ προσώπου τῆς γῆς, οὕτω διασκορπισθήτωσαν καὶ ἀφανισθήτωσαν καὶ λυθήτωσαν ὑπὸ τοῦ μισοκάλου δαίμονος, ἔνθα κεῖνται καὶ ᾧτινι τρόπῳ ἡ σημείῳ ἡ ὀργάνῳ ἢ ὕλη ποιηθέντα καὶ ἐν οἰωνδήτινι ἀριθμῷ μετρηθέντα καὶ ᾧτινι τῶν ἀστερισμῶν κατονομασθέντα ἐν νυκτὶ ἢ ἐν ἡμέρα, ἐν τῷ φωτὶ ἢ ἐν τῷ σκότει.
Ἀπαλλάξον δε πάσης τῆς ἐξ αὐτῶν ἐπηρείας τὸν πρὸς σὲ τὸν φιλάνθρωπον καὶ εὔσπλαγχνον Θεὸν καταφυγόντα πιστὸν δοῦλόν σου (δεινά) καὶ τὴν ταπεινήν σου μάρτυρα Ξενίαν εἰς πρεσβείαν προσάγοντα, παντὸς ψυχικοῦ καὶ σωματικοῦ δεσμοῦ ἢ ἀσθενείας ἢ γοητείας ἢ μαγγανείας ἢ ἀστρολογίας ἢ νεκρομαντείας ἢ ἐπαοιδίας καὶ βλάβης τοῦ πονηροῦ δι’ ἔργου ἢ διὰ λόγου ἢ διὰ δαιμόνων ἢ δι’ ἀνθρώπων ἐνεργηθείσης.
Τήρησον αὐτὸν φυλάττοντα τὰς ἐντολάς σου καὶ ἀβλαβῆ πάσης τῶν πονηρῶν πνευματῶν κακώσεως, καὶ ἀξιῶσον γενέσθαι μέτοχον τῶν αἰωνίων σου ἀγαθῶν, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας.
Ἀμήν.
ΕΥΧΗ ΑΓΙΑΣ ΞΕΝΙΑΣ ΚΑΤΑ ΤΗΣ ΜΑΓΕΙΑΣ
Μνήσθητι Κύριε τῶν επικαλουμένων δούλων σου (τάδε) διὰ τῆς ἁγίας σοῦ Ξενίας τῆς ἐκ Καλαμῶν, τῶν καὶ τὸ μαρτύριον τῆς ἁγίας σου Ξενίας ἐνθυμουμένων καὶ δώρισε τοῖς δούλοις σου βοήθειαν, σωματικῆ ὑγεῖα, ψυχικὴ σωτηρία.
Ὅπως δὲ διέλυσας τὰς κατὰ τῆς ἁγίας σου Ξενίας, μαγείας τοῦ ἀσεβοῦς Ἐπάρχου, οὕτως Δέσποτα Κύριε, ἐξαφάνισον καὶ ἐκ τῶν δούλων σοῦ (τάδε) πᾶσαν γοητείαν, ἢ μαγγανείαν, πᾶσαν φαρμακείαν, πᾶσαν ἀστρομαντεῖαν, ἢ σεληνομαντείαν, πᾶσαν μαγείαν, πᾶσαν βασκανίαν, γενομένη εἰς οιονδήποτε τόπον, εἰς πᾶν ἔμψυχον ἢ ἄψυχον, εἰς τὸν ἀέραν, ἢ εἰς τὴν γὴν, ἢ ὑποκάτο τοῦ ἐδάφους, ἢ εἰς τὰ ὕδατα τῶν ποταμῶν, τῶν λιμνῶν, ἢ τῶν φρεατῶν, ἢ τῶν θαλασσῶν. Καὶ ὅπως ὁ ἄνεμος παρασύρει τὸ χῶμα ἀπὸ τὸ πρόσωπον τῆς γῆς, κατὰ τὸν ἴδιον τρόπον ἃς λυθοῦν τὰ ἔργα τῆς μαγείας καὶ κάθε ἄλλης δαιμονικὴς συνεργείας, καὶ ἃς ἀπομακρυνθοὺν ἀπὸ τοὺς δούλους σου (τάδε) μίλια, 65 ἑξήντα πέντε. Ἢ ὅπου καὶ ἂν βρίσκονται τὰ τὴς μαγείας ἔργα καὶ με ὁποιονδήποτε σημείον, ἢ ὄργανον, ἢ ὕλην εἶναι κατασκευασμένα, ἢ με ὁπιονδήποτε ἀριθμὸν ἠριθμήσθησαν, ἢ ἀστερισμὸν κατ᾽ ὁνομάσθησαν. Καὶ εἶτε ἡμέρα, εἶτε νύκτα, ἢ εἰς τὸ φῶς, ἢ εἰς τὸ σκότος, ἐμνημονεύθησαν τὰ τῆς μαγείας ἔργα τὰ τῶν πονηρῶν καὶ φθονερῶν, ἀθρώπων, ἃς διαλυθοῦν, ἃς ἐξαφανισθοῦν ἀπὸ τοὺς δούλους (τάδε) καὶ ἃς ἐπιστραφοῦν ἐν τῶ ὀνόματί σου τῷ ἁγίῳ Κύριε, εἰς αὐτοῦς ποῦ τὰ ἐμελέτησαν, ἢ ἀπέστειλαν ἢ ἐποίησαν, αὐτὴν ταύτην τὴν στιγμὴν, για να δοξασθὴ τὸ Πανάγιον Ὄνομά σου τοῦ Πατρὸς καὶ του Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τῆς Μητέρας πλατυτέρας τῶν οὐρανῶν καὶ τῆς ἁγίας σοῦ Ξενίας τῆς ἐκ Καλαμών. Ἀμὴν.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βαφαῖς τῶν αἰμάτων σου, φαιδρὰν στολήν σε αὐτῆ, Ξενία, ἐπέχρωσας, παρισταμένη Χριστῷ ὡς νύμφη πανάσπιλος, εἰληφας δὲ τὴν χάριν, μαγγανείας τοῦ λύειν, δαίμονας ἐκδιώκειν καὶ τὰς νόσους ἰάσθαι· ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


