Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Ακυλίνα την Ζαγκλιβερινή

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 27 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἀθληφόρος εὐκλεὴς τοῦ Σωτῆρος, παρθενομάρτυς Ἀκυλίνα θεόφρον, τοὺς προσιόντας πίστει τῇ πρεσβείᾳ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, ἴασιν καὶ λύτρωσιν, αἰτουμένη θεόθεν, καὶ τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς τὴν ἁγίαν σου, μέλπουσιν ἄθλησιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου ἡμῖν βοήθειαν Μάρτυς. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἀθλήσασα θεϊκῇ, σεμνὴ Ακυλίνα, τῆς ψυχῆς μου τὸ ἀσθενές, δυνάμωσον θείαις σου πρεσβείαις, ἵνα ῥυσθῶ τῆς ἀπάτης τοῦ ὄφεως.

Ἱλέωσαι Μάρτυς ταῖς σαῖς λιταῖς, Χριστὸν τὸν Σωτῆρα, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σῇ Ἀκυλίνα προστασίᾳ, καὶ χαλεπῶν πειρασμῶν ἡμᾶς λύτρωσαι.

Διάρασα Μάρτυς ὑπερ ἡμῶν, τὰς θείας σου χείρας, καθικέτευε ἐκτενῶς, σεμνὴ Ἀκυλίνα τὸν Σωτῆρα, ὡς ἂν δεινῶν λυτρωθείημεν θλίψεων.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, παντευλόγητε Μαριάμ, φωτὶ τῆς θερμῆς ἐπισκοπῆς σου, τὴν τῶν παθῶν ἡμῶν νύκτα διάλυσον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Ὑποστᾶσα ἀνδρείως, τοὺς ῥαβδισμοὺς πάνσεμνε, πᾶσαν ἀποῤῥάπισον βλάβην, καὶ πᾶσαν ἔφοδον, τοῦ πολεμήτορος, τὴν καθ’ ἡμῶν κινουμένην, Ἀκυλίνα ἔνδοξε, ταῖς ἱκεσίαις σου.

Ἡ θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν γένοιτο, τεῖχος ἀσφαλείας Παρθένε, καὶ ἱλαστήριον, καὶ σκέπη ἄμαχος, τῇ σὲ τιμώσῃ πατρίδι, Ἀκυλίνα πάνσεμνε, νύμφη τοῦ Κτίσαντος.

Μαρτυρίου τοὺς ἄθλους, περιφανῶς ἤνυσας· ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοὺς σὲ δοξάσαντος, ἡμᾶς ὁδήγησον, ἵνα ζωὴν εἰρηναίαν, Ἀκυλίνα ζήσωμεν, φόβῳ τῷ κρείττονι.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ Ποιητὴν τέτοκας, Ὃν ἡ εὐκλεὴς Ἀκυλίνα, ὁμολογήσασα, Παρθένε Δέσποινα, θεοπρεπῶς ἐδοξάσθη, αἶνον θεῖον ᾄδουσα, τοῖς μεγαλείοις Σου.

Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβείᾳ τῇ σῇ, προστρέχοντες ῥυσθείημεν, ἐκ πάσης ἀργῆς, καὶ βλάβης τοῦ ἀλάστορος, καὶ νόσων τε καὶ θλίψεων, Ἀκυλίνα Μαρτύρων ὡράισμα· σὲ γὰρ μεσῖτιν θερμὴν πρὸς Χριστόν, ἀεὶ οἱ τιμῶντές σε κεκτήμεθα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων καὶ θλίψεων, καὶ πολυειδῶν σκανδάλων τοῦ ὄφεως, ἀνωτέρους διαφύλαττε, τοὺς σὲ Ἀκυλίνα μακαρίζοντας.

Βοηθὸς ἔσο πάντοτε, Μάρτυς ἐν κινδύνοις καὶ περιστάσεσιν, Ἀκυλίνα τῇ πατρίδι σου, τῇ ἐγκαυχωμένῃ τῇ ἀθλήσει σου.

Ὁδυνώμενοι πάθεσι, τῇ σῇ Ἀκυλίνα σκέπῃ προστρέχομεν, ἵνα λάβωμεν τὴν ἴασιν, καὶ τῶν ὀδυνῶν τὴν ἀπολύτρωσιν.

Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, τῶν ἐσκοτισμένον με πλημμελήμασι, καὶ ἐννοίαις τοῦ ἀλάστορος, τῷ φωτὶ τῆς δόξης σου καταύγασον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τὴν ἰσχήν, τοῦ δολίου πολεμήτορος, τοῦ δεινῶς ὡρυομένου καθ’ ἡμῶν, Ἀκυλίνα Νεομάρτυς καλλιπάρθενε.

Ἔχουσα πολλήν, παῤῥησίαν τῷ Νυμφίῳ σου, καθικέτευε ἀεὶ ὑπὲρ ἡμῶν, Ἀκυλίνα τῶν ζητούντων τὴν πρεσβείαν σου.

Ἴδε συμπαθῶς, Ἀκυλίνα τὴν πατρίδα σου, τὴν τιμῶσάν σου τοὺς ἄθλως εὐλαβῶς, καὶ παράσχου ταύτῃ ἄνωθεν τὴν χάριν σου.

Θεοτοκίον.
Ἄχραντε Ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, πονηραῖς τοῦ δυσμενοῦς ἐπιβουλαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νεκρώσασα, τῇ στεῤῥᾷ σου ἐνστάσει, τὸν πολύμορφον ἐχθρὸν Ἀκυλίνα, τὴν καθ’ ἡμῶν ὀλεθρίαν μανίαν, τούτου εἰς τέλος σεμνὴ ἀπενέκρωσον, καὶ καθοδήγησον ἡμᾶς, πρὸς λιμένας τοῦ θείου θελήματος.

Μεγίστην, τὸ Ζαγκλιβέριον Μάρτυς, ἐκδεχόμενον ἀεὶ προστασίαν, ἐκ τῆς θερμῆς σου προστασίας προστρέχει, ὑπὸ τὴν σκέπην σου κράζων ἑκάστοτε· σύ μου εἶ δόξα καὶ χαρά, Ἀκυλίνα καὶ θεία ἀντίληψις.

Ἁπάσης, ἐπιφορᾶς καὶ ἀνάγκης, καὶ στενώσεων καὶ πόνων καὶ νόσων, τῇ σῇ θερμῇ πρὸς Χριστὸν ἱκεσίᾳ, ῥύου ἡμᾶς Ἀκυλίνα δεόμεθα, καὶ δίδου πάντοτε ἡμῖν, εἰρηναίαν ἐν πᾶσι κατάστασιν.

Θεοτοκίον.
Ῥοαῖς σου, τῶν οἰκτιρμῶν Θεοτόκε, καταδρόσισον δεινῶς ξηρανθεῖσαν, τὴν ταπεινήν μου ψυχὴν ἐπηρείᾳ, τοῦ τὴν ἀπάτην τῷ κόσμῳ τεκτήναντος, καὶ δίδου μου καθαρτικόν, μετανοίας ἀείρυτον δάκρυον.

Διάσωσον, Παρθενομάρτυς πανεύφημε Ἀκυλίνα, τῶν ἐν βίῳ ἐπιφορῶν καὶ κακώσεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Μαρτυρικῶς ἀριστεύσα πάνσεμνε, τῆς τῶν Μαρτύρων εὐκλείας ἠξίωσαι, μεθ’ ὧν Ἀκυλίνα ἱκέτευε, τὸν σὸν Νυμφίον Χριστὸν καλλιπάρθενε, διδόναι ἡμῖν θεῖον ἔλεος.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Ἄνθος εὐωδέστατον, νεοθαλὲς καὶ ὡραῖον, ἐν ὑστέροις ἔτεσιν, ὤφθης ἐναθλήσασα θείῳ ἔρωτι· ὅθεν νῦν σκέδασον, θείᾳ εὐωδίᾳ, καὶ ὀσμῇ Ἁγίου Πνεύματος, πάθη ἀκάθαρτα, καὶ δυσώδεις νόσους δεόμεθα, ὑγείαν τε καὶ ἴασιν, ταῖς ψυχαῖς ὁμοῦ καὶ τοῖς σώμασιν, ἡμῶν χορηγοῦσα, καὶ βίον εὐπραγῆ καὶ εὐσταθῆ, Παρθενομάρτυς θεόληπτε, ταῖς σαῖς ἀντιλήψεσι.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὸν Νυμφίον σου Μάρτυς, δυσωποῦσα μὴ παύσῃ διδόναι ἅπασι, δεινῶν παντοίων λύσιν, χαρὰν καὶ εὐφροσύνην, καὶ πταισμάτων συγχώρησιν, τοῖς προσιοῦσι θερμῶς, τῇ θείᾳ σου πρεσβείᾳ.

Ὑπὲρ ἔννοιαν πέλει, ἡ δοθείσα σοι χάρις, θεόθεν πάνσεμνε· προφθάνεις γὰρ ταχέως, καὶ χείρα βοηθείας, ἐπορέγεις τοῖς κράζουσι· ῥῦσαι ἡμᾶς πειρασμῶν, θεόφρον Ἀκυλίνα.

Σωτηρίας σε τεῖχος, Ζαγκλιβέριον κέκτηται καλλιπάρθενε· ἐντεῦθεν ὁλοψύχως, τὴν σὴν ἐπιβοᾶται, προστασίαν θεόληπτε, ἣν δίδου τούτῳ ἀεί, ὡς Μάρτυς στεφηφόρος.

Θεοτοκίον.
Γεωργεῖν με Παρθένε, ἐν τῷ φόβῳ Κυρίου, ζωὴν τὴν κρείττονα, ἐν ἤθεσιν ἀμέμπτοις, τῇ σῇ ἐπικουρίᾳ, ἐνδυνάμωσον δέομαι, ἵνα ῥυσθῶ τῶν δεινῶν, παγίδων τοῦ βελίαρ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἔλαμψε Μάρτυς, φῶς τῷ ἁγίῳ σου τάφῳ, οὗ τῇ χάριτι διάλυσον τὴν νύκτα, τῶν ἐπικειμένων, ἡμῖν πειρατηρίων.

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, ταῖς πρεσβείαις σου θεόφρον Ἀκυλίνα, καὶ εἰρήνην θείαν, ἡμῖν τοῖς σὲ τιμῶσι.

Ἁρωματίζον, τὸ σὸν σεπτὸν ὤφθη σῶμα· ὅθεν χάριτι τῆς ἐν σοὶ εὐωδίας, εὔφρανον Ἁγία, ἡμῶν τὰς διανοίας.

Θεοτοκίον.
Σύντριψον Κόρη, τῇ κραταιᾷ σου πρεσβείᾳ, τοῦ ἀλάστορος τὴν καθ’ ἡμῶν μανίαν, μόνη Θεοτόκε, ἡμῶν ἡ προστασία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάτρευσον Ἁγία, τῇ σῇ μεσιτείᾳ, τοὺς τρυχωμένους πικροῖς ἀῤῥωστήμασι, καὶ εὐφροσύνην παράσχου ἡμῖν τὴν κρείττονα.

Μαρτύρων ταῖς χορείαις, νῦν συνηδομένη, σὺν τούτοις πρέσβευε, ῥύεσθαι πάντοτε, ἐκ χαλεπῶν Ἀκυλίνα ἡμᾶς συμπτώσεων.

Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, τῷ φωτισμῷ τῆς σῆς χάριτος φώτισον, ὦ Ἀκυλίνα ψυχῆς μου τὰς κόρας δέομαι.

Θεοτοκίον.
Ὑπέρφωτε λυχνία, τῆς ἀύλου δόξης, εὐλογημένη παρθένε Πανάχραντε, τὴν σκοτισθεῖσαν ψυχήν μου λάμπρυνον δέομαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀκυλίνα νύμφη Χριστοῦ, ἡ χρόνοις ὑστέροις, ἐναθλήσασα ἀνδρικῶς, καὶ στεφάνῳ δόξης, ἀξίως κοσμηθεῖσα, ὡς Μάρτυς καὶ Παρθένος ἀξιοθαύμαστος.

Λόγοις τῆς μητρός σου ὡς πίων γῆ, σεμνὴ ἀρδευθεῖσα, ἐγεώργησας μυστικῶς, ἄθλοις μαρτυρίου, καρποὺς ἀθανασίας, θεόφρον Ἀκυλίνα, στεῤῥῶς ἀθλήσασα.

Ἤσχυνας πατρός σου τὸ ἀσεβές, καὶ τῶν παρανόμων, κατεπάτησας τὴν ἰσχύν, τῇ σῇ ἀνενδότῳ, ἐνστάσει Ἀκυλίνα, καὶ ἤθλησας νομίμως ἐνθέῳ ἔρωτι.

Ἤνεγκας μαστίγων πεῖραν πολλῶν, καὶ ἀνδρισαμένη, ἠγωνίσω ἀθλητικῶς· ὅθεν σου τὸ σῶμα, ἔπνευσεν Ἀκυλίνα, τὴν εὐωδίαν πᾶσι τὴν ὑπερκόσμιον.

Φῶς ἐν τῷ σῷ τάφῳ ἀπ’ οὐρανοῦ, κατελθὼν Ἁγία, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν σὴν Ἀκυλίνα, λαμπρότητα καὶ δόξαν, δι’ ἧς παθῶν διώκεις, δεινὴν σκοτόμαιναν.

Σκέπε τῆς πατρίδος σου ὦ σεμνή, Μάρτυς Ἀκυλίνα, πάσης βλάβης τε καὶ ὀργῆς, καὶ τοῖς προσιοῦσι, τῇ θείᾳ σου πρεσβείᾳ, αἴτει πταισμάτων λύσιν, καὶ θεῖον ἔλεος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τιμῶντας εὐλαβῶς, τὴν σὴν Ἀκυλίνα θεόφρον, ἁγίαν ἄθλησιν, καὶ τὴν χάριν βρύουσαν, εἰκόνα πάνσεμνε, προσκυνοῦντας ἐκ πίστεως, ἀβλαβεῖς συντήρει, πάσης περιστάσεως, καὶ πάσης θλίψεως, λύσιν αἰτουμένην πταισμάτων, καὶ ἀπαλλαγὴν παντὸς πόνου, τοὺς εἰλικρινῶς σὲ μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.