Παρακλητικός Κανών εις την Οσίαν Μητέρα ημών Μεθοδίαν την εν Κιμώλου Ασκήσασαν
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 5 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἐν τοῖς ἐσχάτοις τὸν ἰσάγγελον βίον, ϑεοπρεπῶς πολιτευϑεῖσα Ὁσία, ἐν τῇ Κιμώλῳ ἤστραψας ὡς ἥλιος λαμπρός· ὅϑεν τῆς σῆς χάριτος, ταῖς παμφώτοις ἀκτῖσι, Μεϑοδία φώτισον τὴν ζοφώδην ψυχήν μου, ἵνα ὑμνῷ ἀεὶ σὲ πρεπωδῶς, ὡς τῶν Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανὼν τῆς Οσίας φέρων ἀκροστιχίδα·
«Μεθοδία πρόσδεξαι τὴν δέησίν μου. Κ.Ι.ΑΓ.».
ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μεγίστης εὐκλείας ἐν οὐρανοῖς, σεμνὴ Μεϑοδία, ἠξιώϑης παρὰ Χριστοῦ, ᾧ πρέσβευε νῦν δεόμεϑα σου, ὑπὲρ ἡμῶν εὐλαβῶς προστρεχόντών σοι.
Εὐροῦσα τὴν ἄβυσσον τῆς ζωῆς, Μῆτερ Μεϑοδία, ὡς βιώσασα ϑαυμαστῶς, ζωῆς μου τῆς ϑείας τὰς εἰσόδους, τῇ ἱερᾷ σου πρεσβείᾳ ὑπάνοιξον.
Θεῷ ὃν ἐδόξασας ἐπὶ γῆς, νῦν παρισταμένη, Μεϑοδία ἐν οὐρανοῖς, ἐξαίτει ἡμῖν πταισμάτων λύσιν, τοῖς εὐφημοῦσι τὸν ἔνϑεον βίον σου.
Θεοτοκίον.
Ὀργῆς τε κακώσεως καὶ λοιμοῦ, ῥῦσαι Θεοτόκε, τοὺς ἱκέτας σου συμπαϑῶς, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, ἡμᾶς ταῖς σαῖς ἱκεσίαις ἐνίσχυσον.
ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεῶν οὐρανίων, ὑπερφυῶς ἔτυχες, ἐν τῷ αἰωνίῳ νυμφῶνι, ὁσίως ζήσασα· ὅϑεν οὐράνωσον, τὴν γεωϑεῖσαν ψυχήν μου, Μεϑοδία ἔνδοξε, πιστῶν τὸ καύχημα.
Ἰλαρὸν δός μοι τρόπον, καὶ λογισμὸν ἄδολον, τῇ σοὶ οὐρανόϑεν δοϑείσῃ, Ὁσία χάριτι· σὺ γὰρ ἐμπρέψασα, ἐν ἱλαρότητι τρόπων, εὗρες εἰς κατοίκησιν, σκηνὴν τὴν ἄφϑαρτον.
Απὸ πάσης ἀνάγκης, καὶ συμφορᾶς λύτρωσαι, τοὺς πανευλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου, καὶ εὐφημοῦντάς σε, ἐν θεολήπτῳ καρδίᾳ, Μεϑοδία ἔνδοξε, Ὁσίων καύχημα.
Θεοτοκίον.
Παραδείσου τὰς πύλας, σῷ τοκετῷ ἤνοιξας, πρώην κεκλεισμένας ἀπάτῃ, τοῦ πολεμήτορος, καὶ ἀνεκαίνισας, τὴν τῶν ἀνθρώπων οὐσίαν, ὅϑεν κατὰ χρέος σε, Μῆτερ γεραίρομεν.
Διάσωσον τὸ τῆς Κιμώλου ἀγλάισμα Μεϑοδία, ἐκ συμπτωμάτων ψυχοβλαβῶν τοὺς ἱκέτας σου, τοὺς τῇ σεπτῇ σου προσπίπτοντας ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, ὦ Μεϑοδία ἔνδοξε, Χριστὸν τὸν Θεόν, ἀπαύστως καϑικέτευε, τοῖς πιστῶς τιμῶσί σε, τῆς εἰρήνης τὴν χάριν δωρήσασθαι· τὴν παῤῥησίαν ἔχεις γὰρ πολλήν, αὐτὸν ἐν ἀσκήσει μεγαλύνασα.
ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπωϑεῖσαν τοῖς πταίσμασι, τὴν ψυχήν μου δέομαι ἀποκάϑαρον, τῆς σῆς χάριτος τῷ ὕδατι, Μεϑοδία ὁσία παγγέραστε.
Ὁλοτρόπως προστρέχω σοι, μῆτερ Μεϑοδία καὶ ἀνακράζω σοι, τῷ Κυρίῳ με οἰκείωσον, διὰ βίου ἀμέμπτου καὶ σώφρονος.
Σὲ Χριστὸς ἐθαυμάστωσεν, μῆτερ Μεϑοδία ἀξιοϑαύμαστε, καὶ ϑαυμάτων σε ἀνέδειξεν, ἀνεξάντλητον κρήνην τοῖς πάσχουσι.
Θεοτοκίον.
Δυναστεύει με Δέσποινα, ὁ τῆς πονηρίας ἄρχων ὁ δόλιος· σὺ οὖν πρόφϑασον καὶ σῶσόν με, πρὶν εἰς τέλος ἀϑλίως ἀπόλωμαι.
ᾨδή ε΄. Φώτισον ἡμᾶς.
Ἔχουσα πολλήν, παῤῥησίαν πρὸς τὸν Κύριον, Μεϑοδία τῶν Ὁσίων καλλονή, τὴν ἐν βίῳ εὐπραγίαν ἡμῖν δώρησαι.
Ξένωσον τὸν νοῦν, Μεϑοδία τοῦ ἱκέτου σου, ἐννοιῶν καὶ νοημάτων πονηρῶν, τῶν ἑλκόντων ἁμαρτίας με εἰς βάραϑρα.
Ἄνωϑεν ἡμᾶς, Μεϑοδία διαφύλαττε, καὶ ἐπόπτευε τὴν Νῆσον σου ἀεί, εὐλαβῶς ἀνακειμένην τῇ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ἴλεων ἡμῖν, τῇ πρεσβείᾳ σου ἀπέργασαι, Θεονύμφευτε παρϑένε Μαριάμ, ὃν ἐκύησας Ἁγίων ἐξ αἱμάτων σου.
ᾨδή ς΄. Τὴν δέησιν.
Τὴν δέησιν Μεϑοδία πρόσδεξαι, ἣν προσάγω σοι ψυχῇ κατωδύνῳ, καὶ ἐπικάμφϑητι μητερ Ὀσία, τῇ ἐκ καρδίας φωνῇ τοῦ ἱκέτου σου, σὺ γὰρ ὑπάρχεις εὐμενής, τοῖς ἐν πίστει ϑερμῇ προσιοῦσί σοι.
Ἡ Κίμωλος ἡ πατρίς σοι· γάνυται, τοῖς σπαργάνοις σου σεμνὴ Μεϑοδία, καὶ τὰ σὰ λείψανα πίστει τιμῶσα, τῆς σῆς εὐνοίας λαμβάνει τὰς χάριτας, δοξάζουσα χρεωστικῶς, τὸν Χριστὸν ϑαυμαστῶς σὲ δοξάσαντα.
Νεόφωτος ἀνεδείχϑης ἔνδοξε, τοῦ Χριστοῦ τῇ ἐκκλησίᾳ λυχνίᾳ, καὶ ἐφαπλοῖς πανταχοῦ Μεϑοδία, τῶν ἀρετῶν μυστικῶς τὴν λαμπρότητα, καὶ ἐκδιώκεις ϑαυμαστῶς, ἁμαρτίας τὴν νύκτα τὴν ἄφεγγον.
Θεοτοκίον.
Δεσμῶν με τῆς ἁμαρτίας λύτρωσαι, καὶ ἐλεύϑερον παράστησον Κόρη, τῷ ἀδεκάστῳ κριτῇ καὶ Υἱῷ σου, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῆς κρίσεως· σὲ γὰρ οὐ παύομαι ὑμνεῖν, ἐν νυκτὶ καὶ ἡμέρᾳ ὁ δοῦλος σου.
Διάσωσον τὸ τῆς Κιμώλου ἀγλάισμα Μεϑοδία, ἐκ συμπτωμάτων ψυχοβλαβῶν τοὺς ἱκέτας σου. τοὺς τῇ σεπτῇ σου προσπίπτοντας ἀντιλήψει.
Ἄχραντε, ἧ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ βιοτῇ τῶν Ὁσίων στοιχήσασα, ἀσκητικῶς ἐν ἐσχάτοις διέπρεψας, σεμνὴ Μεϑοδία καὶ ἤσχυνας, τὸν παλαμναῖον ἐχϑρὸν οὗ τῆς μήνιδος. ἡμᾶς ἀνωτέρους συντήρησον.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μον καὶ κατεύθῆνε τὰ διαδήματά μου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Μάρκον.
(Κεφ. ε΄. 24-34).
Τῷ καιρῷ ἐκείνῳ ἠκολούϑει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέϑλιβον αὐτόν. Καὶ γυνή τις, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παϑοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ μηδὲν ὠφεληϑεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλϑοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλϑοῦσα ἐν τῷ ὄχλῳ ὄπισϑεν. ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γάρ· ὅτι, κἂν τῶν ἱματίων αὐτοῦ ἅψομαι σωϑήσομαι. Καὶ εὐθέως ὁ ᾿Ιησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὖτοῦ δύναμιν ἐξελϑοῦσαν, ἐπιστραφεὶς ἔν τῷ όχλῳ, ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαϑηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνϑλίβοντά σε, καὶ λέγεις: Τίς μου ἥψατο; Καὶ περιεθλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἢ δὲ γυνὴ φοβηϑεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾽ αὐτῇ, ἦλϑε καὶ προσέπεσεν αὖτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήϑειαν. Ὁ δὲ εἶπεν αὐτῇ ϑύγατερ, ἣ πίστις σου σέσωκέ σε; ὕπαγε εἰς εἰρήνην. καὶ ἴσϑι ἡγιὴς ἀπὸ τῆς μάστιγός σου.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίον τὸν οὐράνιον, ϑεοπρεπῶς μετελϑοῦσα, τῆς ζωῆς τὸν στέφανον, παρὰ τοῦ Παντάνακτος, σεμνὴ ἔλαβες· καὶ νῦν τοῖς τάγμασι, τῶν πᾶλαι Ὁσίων, ἐν ὕψίστοις συγχορεύουσα, ἡμῶν μνημόνενε, τῶν ἀπὸ ψυχῆς ἀνυμνούντων σε, καὶ ῥῦσαι τοὺς ἱκέτας σου, πόνῶν ἐπωδύνων καὶ ϑλίψεων, μήτερ Μεϑοδία, Κιμώλου ὁ πανάγιος βλαστός, μοναστριῶν τὸ ἀγλάισμα, καὶ πιστῶν τὸ καύχημα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔχουσα χάριν Μεϑοδία, ἀπελαύνειν ἐξ ἀνϑρώπῶν ἀῤῥωστίας, ἀσϑενοῦντα κἀμέ, τὸν δύστηνον κατ’ ἄμφω, ἰάτρευσον πανεύφημε, χάριτός σου τῷ φαρμάκῳ.
Ἤρϑης πρὸς ὕψος ἀπαϑείας, τῇ Ἁγίᾳ σου ἀσκήσει Μεϑοδία· διὸ νῦν τῶν παϑῶν, τῶν κατ᾽ ἐμοῦ τὸν σάλον, κατεύνασον πρεσβείας σου, ἱκετεύῳ τῇ δυνάμει.
Στήριξον πάντας τοὺς τιμώντας, τῶν λειψάνων τὴν κόνιν Μεϑοδία, ἐν τῇ πέτρᾳ Χριστοῦ, τῶν ϑείων προσταγμάτων, ἵνα σε μακαρίζομεν, εὐλαβῶς ἐν ἐγκωμίοις. |
Θεοτοκίον.
Ἵλαϑι Δέσποτα εὐσπλάγχνως, ἡμῖν πταίσμασι πολλοῖς δεδαρυμένοις ταῖς ἁγίαις πρός σε, πρεσβείαις τῆς Πανάγνου, τῆς ϑαυμαστῶς τεκούσης, δι᾿ ἡμᾶς σωματοφόρον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νέαν ζωήν μοι, δώρησον μῆτερ Ὁσία, ἐξαλείφουσα τὰ πλήϑη τῶν κακῶν μου, ταῖς πρὸς τὸν Σωτῆρα, λιταῖς σου Μεϑοδία.
Μὴ καταισχύνης, ὦ Μεϑοδία ὁσία, τοὺς ἐλπίζοντας τῇ ϑείᾳ σου πρεσβείᾳ, καὶ ἀνευφημούντας, τὴν ξένην βιοτήν σου.
Ὅλον με πλῆσον, τῆς ἱερᾶς χάριτός σου, παμμακάριστε ὁσία Μεϑοδία, προσπίπτοντα πόϑῳ, τῇ ϑείᾳ σου εἰκόνι.
Θεοτοκίον.
Ὕμνοις τιμῶμεν, τὸν φωτοφόρον σε οἶκον, ἐν ᾧ ὦκησεν ὁ Κύριος τῆς δόξης, ἐπ᾽ εὐεργεσίαν, Παρϑένε τῶν ἀνϑρώπων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κινδύνων πολυτρόπων, μῆτερ Μεϑοδία, καὶ συμφορῶν ἐπωδύνων διάσωσον, τοὺς εὐφημούντας ἐν ὕμνοις, τὴν πολιτείαν σου.
Ἱλάσϑητι μοι Λόγε, τῷ ἡμαρτηκότι, γενοῦ τῷ δούλῳ σου Κύριε ἵλεως, ταῖς παναγίαις πρεσβείαις, τῆς ϑεραπαίνης σου.
Ἀπάσης Μεϑοδία, μῆτερ πανοσία, ῥῦσαι ἡμᾶς ἀπειλῆς τε καὶ μάστιγος, ὡς παῤῥησίαν πλουτοῦσα, πρὸς τὸν Φιλάνϑρωπον.
Θεοτοκίον.
Γενοῦ μοι Θεοτόκε, τῷ ἀπεγνωσμένῳ, ὡς συμπαϑὴς ἀκαταίσχυντος σύμμαχος· εἰς σὲ γὰρ μόνην ἐλπίζω, τὴν Ὑπερύμνητον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ἡ κοινωνός, ἐν ἐσχάτοις χρόνοις, Μεϑοδία μῆτερ σεμνή· χαίροις ἡ τὸν πλάνον, αἰσχύνασα δυνάστην, ἀσκήσεως τὸν δρόμον, λαμπρῶς τελέσασα.
Ἔργοις ἐναρέτοις ὡς ἀληϑῶς, Μῆτερ κοσμηϑεῖσα, κόσμος ὥφϑης πανευπρεπής, ἐν καιροῖς ὑστέροις, Χριστοῦ τῆς ἐκκλησίας· διό σε Μεϑοδία, πάντες γεραίρομεν.
Χαίροις τῆς Κιμώλου ϑεῖος ὀβλαστός, μῆτερ Μεϑοδία, καὶ Κυκλάδων κλέος λαμπρόν· χαίροις τὸ εὐῶδες τῆς ἐγκρατείας ἄνϑος, καὶ ρόδον ἥσυχίας, ὄντως μυρίπνοον.
Βίον μετελϑοῦσα ϑεοφιλῆ, μῆτερ Μεϑοδία, ἐν Κιμώλῳ ὡς νουνεχής, τῆς ζωῆς τῆς ϑείας, κατέλαβες τὸν ὅρμον, ἔνϑα αἱ τῶν Ὁσίων, τάξεις ἀγάλλονται.
Τὴν ἐνεγχαμένην σε ἐξ ἐχϑρῶν, ῥῦσαι καὶ κινδύνων, Μεϑοδία ταῖς σαῖς λιταῖς, σκέπε δὲ τῇ σκέπῃ, ἀπαύστως τῶν εὐχῶν σου, τοὺς πόϑῳ εὐφημοῦντας, τὴν πολιτείαν σου.
Τῆς ϑεολογίας τὸν ἀρχηγόν, καὶ μύστην τοῦ Λόγου, Ἰωάννην τὸν ϑαυμαστόν, σὺν τῇ Μεϑοδίᾳ, Κυρίου τῇ Ὅσίᾳ, τῶν Κιμωλίων δῆμοι, δεῦτε τιμήσωμεν.
Χαίροις ἐπιστήϑιε Μαϑητά, ὁ ἠγαπημένος, τῷ Δεσπότῃ ἡμῶν Χριστῷ, σὺν τῇ Μεϑοδίᾳ, αὐτὸν ἀεὶ δυσώπει, τὴν λύσιν τῶν πταισμάτων, ἡμῖν δωρήσασϑαι.
Ὅσιε Ἀνδρέα Κρήτης ποιμήν, σὺν τῇ Μεϑοδίᾳ, ἐκδυσώπει τὸν Λυτρωτήν, ὑπὲρ τῶν ϑελόντων, ἀκαταγνώστως τρέχειν, τοῦ βίου τοῦ παρόντος, χρόνον τὸν ρέοντα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσασα τῶν ἀγαϑῶν τὴν πηγήν, μετῆλϑες ὡς ἄσαρκος, ϑεοπρεπὴν βιοτήν, ὑστέροις ἐν ἔτεσι, ὅϑεν ἐν τῇ σκοτίᾳ, τοῦ παρόντος αἰῶνος, φαίνεις ὡς φωτοβόλος Μεϑοδία λυχνία, φωτίζουσα ἐνϑέοὺς, τοὺς πίστει τιμώντάς σε.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε φιλοσίων οἱ χοροί, τὴν ἐν ταῖς ἐσχάταις ἡμέραις, ἀσκητικῇ βιοτῇ, τὸν Χριστὸν δοξάσασα, πάντες τιμήσωμεν, πρὸς αὐτὴν ἀνακράζοντες, σεμνὴ Μεϑοδία, ἐκτενῶς ἱκέτευε τὸν Πολυεύσπλαχνον, δοῦναι τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ἁμαρτημάτων τὴν λύσιν, τοῖς ἀνακειμένοις τῇ πρεσβείᾳ σου.
Ἕτερον. Ἦχος ὁ αὐτός. Οἶκος τοῦ Ἐφραθᾶ.
Λύτρωσαι δυσχερειῶν, Ὁσία τῶν ἐν βίῳ τῇ ϑείᾳ σου πρεσβείᾳ, ἡμᾶς τοὺς εὐφημούντας, τὴν ϑείαν πολιτείαν σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Μεθοδία καύχημα τῶν Κιμωλίων
Κύριλλον λύτρωσαι κακῶν παντοίων.