Παρακλητικός Κανών του Αγίου Ιωσήφ του Μνήστορος
Ποίημα Μελάνης Μοναχῆς
Ἱερᾶς Μονῆς Κοιμήσεως Θεοτόκου Μπούρα Μεγαλοπόλεως
Καί δευτερευόντως εἰς τούς συνωνυμοῦντας αὐτῷ Ἁγίους.
†Εορτάζεται στις 26 Δεκεμβρίου αν είναι Κυριακή ή την πρώτη Κυριακή μετά τις 26 Δεκεμβρίου. Όταν δεν υπάρχει Κυριακή εντός αυτής της περιόδου, μεταφέρουμε τον εορτασμό στις 26 Δεκεμβρίου.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τῇ Παρθένῳ μνηστευθέντι ἀσπίλως, ἵνα φυλάσσῃ τὸν Αὐτῆς θεῖον Τόκον, τῷ μυστιπόλῳ Μνήστορι σεμνῷ Ἰωσήφ, κράξωμεν προσψαύοντες τὰς αὐτοῦ θείας χεῖρας, αἳ ἐνηγκαλίσαντο, τὸν Θεὸν βρεφωθέντα, παντὸς κινδύνου λύπης καὶ φθορᾶς, τοὺς σὲ καλοῦντας ἀπάλλαξον, Ἅγιε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·
ΘΕΙΕ ΜΝΗΣΤΩΡ ΦΥΛΑΤΤΕ ΠΑΡΘΕΝΩΝ ΜΝΗΣΤΡΑ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ σαρκωθέντος ἐπὶ τῆς γῆς, πατὴρ ὠνομάσθης, Ἰωσήφ οἰκονομικῶς, διὸ τοὺς υἱοὺς Θεοῦ γενέσθαι, ἐπιποθοῦντας ἀξίωσον Ἅγιε.
Ἐκάλεσας Πάτερ τὸν Ἰωσήφ, ὃς τῆς Αἰγυπτίας, μοχθηρίαν διαφυγών, ἐκλήθη ἀξίως σιτοδότης, ἵνα ἡμᾶς θείου Ἄρτου ἐμπλήσητε.
Ἰσχὺν μοι παράσχου ὦ Ἰωσήφ, ἐξ ὅλης ψυχῆς μου διανοίας καὶ βιοτῆς, Χριστὸν τὸν Σωτῆρα καὶ Νυμφίον, καθυπουργεῖν καὶ λατρεύειν καὶ γεύεσθαι.
Θεοτοκίον.
Ἐπίβλεψον πάσαις Μῆτερ Ἁγνή, ψυχαῖς μονοτρόπων, λατρευόντων τὸν Ἰωσήφ, ὃς Μνήστωρ καὶ φύλαξ ἀνεδείχθη, σῆς παρθενίας, παρθένων ἡ πρόμαχος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μεσιτείας ἁγίας τῆς σῆς τυχεῖν δέομαι, πρὸς τὸν Ἐλεήμονα πάντῃ Θεὸν καὶ Κύριον, Ὃν προσεκύνησας, μετὰ Ποιμένων καὶ Μάγων, βρέφος ἐπωλένιον Χριστὸν ὁρώμενος.
Νάρδῳ σμύρνῃ ἀλόῃ ὁ Ἰωσήφ ἔδησε, λίαν εὐσχημόνως τὸ σῶμα, τοῦ Παντευχνήμονος, τὸ ὑπὸ Μνήστορος, ἐντυλιχθὲν ἐν σπαργάνοις· ὅθεν καὶ πλουτίζουσιν ἡμᾶς ἐν χάρισιν.
Ἡμαρτηκότα με δέξαι, ὦ Ἰωσήφ Ἅγιε, ἐκ χαμαιζηλίας τοῦ κόσμου ἐπαναστρέφοντα, καὶ βίον κρείττονα, ἀξίωσον με ἀνύειν, τὸν πενθίμου Σχήματος τρίβους βαδίζοντα.
Θεοτοκίον.
Σωτηρίαν παράσχου, ἡ Ἰησοῦν τέξασα, πᾶσιν ἐκζητοῦσι Παρθένε πταισμάτων ἄφεσιν, καὶ ἀπολύτρωσιν, ἐκ τῶν δεινῶν καὶ κινδύνων, ἃ βίος ἐφάμαρτος ἡμῖν ἐπέφερεν.
Διάσωσον, μοναζόντων χορείας ὦ θεῖε Μνήστωρ, ὅτι πάντες πανευλαβῶς πρὸς σὲ καταφεύγουσι, ῥυσθῆναι κινδύνων τῆς ἁμαρτίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν πατρικῶς, θερμῶς ἐπροστάτευσας, Ἀγγέλου χρησμόν, τὸν ξένον προσδεξάμενος, Ἰωσήφ μακάριε, τῶν Παρθένων φύλαξ καὶ πρόμαχε, μὴ διαλίπῃς τοῦ σκέπειν ἡμᾶς, τῶν πλάνου παγίδων ῥυόμενος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τετρωμένῃ καρδίᾳ σου, μεσσιανικῷ τε πόθῳ ἐδέξατο, τὸν Σωτῆρα πάσης κτίσεως, Ὃν οἰκεῖον τῇ ζωῇ μου ποίησον.
Ὁλοθέρμοις δεήσεσιν, Ὁμολογητὰ Ἰωσήφ τε στήριξον, Ὀρθοδόξων πάντων φρόνημα, τοῦ ὀρθῶς λατρεύειν Υἱὸν τέκτονος.
Ῥητορεύουσα γλῶσσα μου, οὐκ ἰσχύει Ἅγιε ἀνυμνῆσαι σου, τὴν ταπείνωσιν τὴν ἄφατον, δι’ ἧς τοὺς φιλοῦντας σε ἐμπλούτισον.
Θεοτοκίον.
Φυλαχθεῖσα Πανάμωμε, ἐν τῇ σκέπῃ Ἰωσήφ τοῦ Μνήστορος, προσβολὰς ἐχθρῶν διέφυγες, ὅθεν πτέρυξι Σου ἡμᾶς σκέπασον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕμνους ἐκ ψυχῆς, προσδεχομένους μακάριε, Ἰωσήφ πάσης σκοτώσεως ἀχλύν, διαλύεις φωταυγίᾳ σῆς πατρότητος.
Λάμψιν φωταυγῆ, τοῦ νόος σου τῆς ἐκστάσεως, ὑμνογράφε Ἰωσήφ πᾶσιν ἡμῖν, μεταδίδεις δι’ εὐχῶν τοῦ θείου Μνήστορος.
Ἅγιον σεμνόν, καὶ ὑπήκοον με ποίησον, Ἰωσήφ· καὶ γὰρ εἰς σὲ ὁ Ἰησοῦς, σὺν Μητρὶ παιδίον ἢν ὑποτασσόμενον.
Θεοτοκίον.
Σθένος ψυχικόν, Θεοτόκε μοι χορήγησον, ἵνα τοῦ πενθίμου Σχήματος ἰσχύν, ἐνεργὸν κατέχω πάσας τὰς ἡμέρας μου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σωθείημεν, σαῖς πρεσβείαις Ἅγιε, ἐν τῷ πλῷ σεπτῆς νηὸς Ἐκκλησίας, ἐκ πειρασμῶν καθ’ ἡμέραν τοῦ βίου, καὶ ψυχικῶν προσβολῶν τοῦ ἀλάστορος, ὧν γνώστης ὢν ὦ Ἰωσήφ, ὡς Χριστὸν καὶ ἡμᾶς νῦν προστάτευσον.
Εἰσάκουσον, Ἰωσήφ Ἐπίσκοπε, Ὀρθοδόξων ἐκ ψυχῆς ἀγωνίαν, ὅτι καὶ νῦν κινδυνεύει ἡ πίστις, ἐκ προσβολῶν δεινοτάτων αἱρέσεων, καὶ λύτρωσαι πάντας ἡμᾶς, δυσωπῶν Ἰησοῦν σὺν τῷ Μνήστορι.
Παγκάκιστον, Ἰωσήφ κατάργησον, τὸν δεινὸν συκοφαντίας σπορέα, ὅτι ὡραίους καρποὺς καταστρέφει, τῶν ἀρετῶν ὅταν ὦσι περκά-ζουσαι· καὶ γὰρ γνωρίζεις ἀληθῶς, τῶν βροτῶν καὶ δαιμόνων κακόνοιαν.
Θεοτοκίον.
Ἁγίασον, τοὺς ὑμνοῦντας Δέσποινα, ἐκτενῶς Σὴν κραταιὰν προστασίαν, καὶ τὸν Σταυρὸν Σοῦ Υἱοῦ ἀραμένους, ἀκολουθοῦντας Αὐτοῦ τοῖς προστάγμασι· τοὺς ζῶντας Εὐαγγελικῶς, ἐραστὰς τῶν ἠθῶν βίου κρείττονος.
Διάσωσον, ἀπὸ κινδύνων ὦ Ἰωσήφ τοὺς σοὺς φίλους, ὅτι πάντες ὡς πατέρα Χριστοῦ καταφεύγομεν, τὸν ἔχοντα σὺν Μητρὶ παρρησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὴν προστασίαν Μαρίας ἀνέλαβες, παραλαβὼν ἐκ Ναοῦ Ταύτην Διίκαιε, ἐκπληρῶν τοῦ Θεοῦ σου τὸ θέλημα, εἰς Βηθλεὲμ Ναζαρέτ τε καὶ Αἴγυπτον· διὸ καὶ ἡμᾶς νῦν προστάτευσον.
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. α΄ 18 – 25).
Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν. Μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσήφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος Κυρίου κατ᾿ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσήφ υἱὸς Δαυΐδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριάμ τὴν γυναῖκα σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματος ἐστιν Ἁγίου. Τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἐστι μεθερμηνευόμενον μεθ᾿ ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσήφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου καὶ παρέλαβε τὴν γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
Δόξα.
Ταῖς τοῦ Σοῦ Δικαίου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰωσήφ μακάριε, τῆς Θεοτόκου ὁ Μνήστωρ, Ἰωσήφ συγκάλεσον, πάντων ὁμωνύμων σου τὴν ὁμήγυριν· Ἰωσήφ Πάγκαλον, Ἰωσήφ ψάλλοντα, Ἰωσήφ τε τὸν Εὐσχήμονα, σὺν δύο Μάρτυσι καὶ τὸν Ἰωσήφ Καλικέλαδον, μετὰ τοῦ Ἀρχιποίμενος, Ὁμολογητὴν τὸν Στουδίτην δέ, σὺν Ἡγιασμένῳ, τὸν νέον Σπηλαιώτην Ιωσήφ, ἵνα ποιήσητε δέησιν, Ἰωσήφ φιλάνθρωποι.
Σῶσον ὁ Θεὸς τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥυπαρότητα βίου, ἀποκάθαρον πάτερ Χριστοῦ ἐπίγειε, ὃς εὗρες ἐν σπηλαίῳ, τὴν φάτνην τοῦ δεχθῆναι, Βασιλέα τῆς κτίσεως, τὴν τὸν Μεσσίαν Χριστόν, ἀποκαραδοκούσης.
Θησαυρὸν Ἐκκλησίας, καὶ πηγὴν ἰαμάτων σὸν θεῖον σκήνωμα, ἡ Ζάκυνθος κατέχει, σεπτὲ Ἡγιασμένε, Ἰωσήφ ἀξιάγαστε, ὃς συμπρεσβεύεις Χριστῷ, ὁμοῦ Δικαίῳ Μύστῃ.
Ἐλεήμονα γνοῦσα, ὦ ψυχὴ μου Κυρίου σεπτὸν θεράποντα, τὴν χάριν τοῦ ἐλέους, λαμβάνεις θαυμασίως, ἐν ἀνάγκαις κραυγάζουσα ὦ Ἰωσήφ θαυμαστέ, ἡμῶν μὴ ἐπιλαθοῦ.
Θεοτοκίον.
Ναυσιπλόως ἰθύνεις, τὸ πηδάλιον βίου ἐμοῦ Πανάμωμε, ὁμοῦ καὶ τὸ ἱστίον, πρὸς αὔρας οὐρανίους, ἵνα πίστει κραγάζω σοι· κυβέρνησόν μου Ἁγνή, ψυχὴν τρικυμιῶσαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὦ πρεσβειῶν σου, τὸ δαψιλὲς ἐπιχέεις, Ἰωσήφ Παρθένου ὁ θεράπων, ἵνα σὲ ὑμνοῦμεν, οἱ πάντες εὐγνωμόνως.
Νενεκρωμένος, τῇ διαθέσει ὁ τάλας, ὦ Ἀναχωρητὰ ἱκετεύω, ἵνα ὥσπερ κύκνος, συμψάλλω σοι ἐν τέλει.
Μεμισημένος, ἐκ κατηγόρων μου πλήθους, ὑπομένων διάγω τὸν βίον· ὅθεν Ἰωσήφ σε, βοηθὸν ἐπικαλοῦμαι.
Θεοτοκίον.
Νυμφαγωγῆσαι, νύμφας Υἱοῦ Σου ὦ Νύμφη, πρὸς Αὐτοῦ ἀκήρατον νυμφῶνα, κράζομεν Σοι πόθῳ, ὡς Ἀνυμφεύτῳ Νύμφῃ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἠοῦς ῥοδοδακτύλου, ἡμῶν σωτηρίας, τῆς Μαριάμ ὤφθης τεῖχος ἀκράδαντον· ὅθεν αὐγᾶσαι καρδίας μου ζόφον δέομαι.
Στηρίξατε τοὺς πάντας, πρὸς τὴν ὁμολογίαν, Ἰωσηφίως ἀμφότεροι Μάρτυρες, τοῦ μαρτυρεῖν καθ’ἑκάστην στερρῶς τὸν Κύριον.
Τακεὶς ἐν ἐρημίαις, εὐχὴ τε καὶ ἀσκήσει, ὦ Ἰωσήφ Σπηλαιώτα τοῦ Ἄθωνος, ὑπὲρ σῶν φίλων πρεσβεύεις ὁμοῦ τῷ Μνήστορι.
Ῥημάτων ἱκεσίων, οἱ ὁμωνυμοῦντες, τῷ Ἰωσήφ ἐνδεκάριθμοι Ἅγιοι, ἀκουτισθέντες Κυρίῳ, θερμῶς προσάγετε.
Θεοτοκίον.
Ἁγίων Παναγία, ὦ Θεογεννῆτορ, τοὺς ὑμνητὰς Ἰωσήφ καταξίωσον, τῆς Οὐρανῶν Βασιλείας, τοῦ Παντοκράτορος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὕδωρ τὸ ἀθάνατον πεπωκώς, πηγὴν ζωαρχίας, ψηλαφίσας ὦ Ἰωσήφ, πρῶτος τε λαμβάνεις Θεοῦ υἱοθεσίαν, ὑπὸ Χριστοῦ ὡς βρέφος, Ὃν υἱοθέτησας.
Δὸς μοι δέομαι σου ὦ Ἰωσήφ, τὴν δοξολογίαν, καθ’ ἑκάστην τοῦ Ἰησοῦ, ἣν καὶ ἠκουτίσθης ἐν τῷ σπηλαίῳ πρῶτος, Ἀγγέλων ἀνυμνούντων, ξένον μυστήριον.
Φεύγοντα με στήριξον Ἰωσήφ, παθῶν ἐξ Αἰγύπτου, καὶ Ἡρώδου σαρκὸς θυμοῦ, ὥσπερ καθωράθης, ὡς φύλαξ φυγαδεύων, Μαρίαν τὴν Παρθένον, καὶ θεῖον νήπιον.
Ἀμφιάσαι δέομαι Ἰωσήφ, χάριν ἐν ἀσκήσει, καὶ εὐπρέπειαν ἀρετῶν, πάντας τοὺς τιμῶντας τὴν σὴν ἁγίαν μνήμην, τοὺς στίγματα Χριστοῦ σου, χαρᾷ βαστάζοντας.
Θέλοντά με πόθῳ ἀπὸ τοῦ νῦν, βίον σταυροφόρον, τοῦ ἑλέσθαι ὦ Ἰωσήφ, γενοῦ μοι Κυρηναῖος, εἰς δρόμον τὸν ἀνάντη, ῥυόμενος κινδύνων, ψυχῆς καὶ σώματος.
Δέξαι με τὸν πόθον ὦ Ἰωσήφ, ὅπως τοῦ ὀλίσθου, ἁμαρτίας διαφυγών, ῥύπον ἀποπλύνω ἀμέτρων μου πταισμάτων, πηγαῖς τε τῶν δακρύων, καὶ δρόσῳ χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς ἁγίας Παρθένου θεοφόρον φυλάκτορα, βρέφους Ἰησοῦ τὸν πατέρα, ἐπὶ τῆς γῆς ἀνυμνήσωμεν τὸν κρυφιομύστην Ἰωσήφ, σκεπάσαντα σεμνῶς τὴν Μαριάμ, ἀπορίαν ξένου τόκου ὑπερφυοῦς, ἐν θάμβει αὐτῷ βοῶντες δόξα τοῖς μυστηρίοις Σου Σοφέ, δόξα τῇ εὐσπλαχνίᾳ Σου, δόξα τῷ φυλάσσοντι παντί, Παρθένων τὸ εὔοδον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἴθυνον εὐθέως Ἰωσήφ, σκάφος μου ζωῆς πρὸς πορείαν, τῶν θελημάτων Χριστοῦ, θείῳ στηριζόμενα τὰ τε ἱστία Σταυρῷ· ταῖς δὲ αὔραις τοῦ Πνεύματος, ἀεὶ πρὸς τὰ πρόσω, πυρσῷ φωτιζόμενος, σεπτοῦ ἰθύνοντος· ἵνα πρὸς λιμένα Ἁγίων, ἐγκαθορμιζόμενος ψάλλω, δόξα τῷ Θεῷ μου πάντων ἕνεκεν.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Στίχοι·
Ἰωσήφ ὦ Μνήστωρ, Παρθένου θεράπον, Μελάνης δέησιν ἱκέσιον δέχου.
Ἰωσήφ θειώτατε, Παρθένων φύλαξ, δέξαι Μελάνης ὑπὲρ Ἰωσηφίνης ἱκέτην.