Δύο Παρακλητικοί Κανόνες εις τους Έγγαμους Αγίους

  1. Ποίημα αδελφής της Ι. Μονής Εικοσιφοινίσσης 

  2. Ποίημα Γεωργίου Αποστολάκη

Παρακλητικός Κανών εις τους Έγγαμους Αγίους

Ποίημα ἀδελφῆς τῆς Ἱ. Μονῆς Εἰκοσιφοινίσσῃς

Ἰωακεὶμ καὶ Ἄνναν, Ζαχαρίαν καὶ ᾿Ελισάβετ, Ἀκύλαν καὶ Πρίσκιλλαν, Ἀνδρόνικον καὶ Ἰουνίαν, Θεοδόσιον καὶ Πλακίλλαν, Μαρκιανὸν καὶ Πουλχερίαν. Χρύσανϑον καὶ Δαρείαν, Τιμόϑεον καὶ Μαύραν, Δωρόϑεον καὶ Εὐσεβίαν, Ἀδριανὸν καὶ Ναταλίαν, Ἑὐστάϑιον καὶ Θεοπίστην, Βασίλειον καὶ Ἐμμέλειαν, Ξενοφῶντα καὶ Μαρίαν

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Παμβασιλεῦ καὶ ὁμοούσιε Λόγε, ὁ ἐν Κανᾷ μέγα μυστήριον ὄντως, τὸν γάμον ἀναδείξας, παρουσίᾳ τῇ σῇ, ταῖς πρεσβείαις τῶν σεπτῶν, ἐν τῷ γάμῳ λαμψάντων ἁγίων σου, νῦν πρόσδεξαι, καὶ εὐλόγησον πάντας τοὺς προσκυνοῦντας πίστει ἀκλινεῖ, σὲ τὸν Δεσπότην, τὸν τούτους δοξάσαντα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος, οὗ ἡ ἀκροστιχίς·
Χορεία ἁγίων σκέπε νῦν ἅπαντας.

ᾨδὴ α΄. Ἦχος τιλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χριστὲ Ζωοδότα, ὁ Ποιητής, φύσεως βροτείας, ὁ τιμήσας ἐν τῇ Κανᾷ, τὸν γάμον τὸν τίμιον νῦν δίδου, τοῖς σοῖς οἰκέταις, ἐξ ὕψους βοήϑειαν.

Ὁμόνοιαν ἄῤῥηκτον ἐν παντί, ψυχῶν καὶ σωμάτῶν, καὶ τὴν χάριν σου δαψιλῆ, δώρισαι ἐξ ὕψους ταῖς πρεσβείαις, τῶν σῶν ἁγίων, Σωτὴρ παντοδύναμε.

Ῥημάτων καρδίας ἱκετικῶν, ἄκουσον ἐν ταχει, σοὺ ἐκτενῶς, μόνε Πανοικτίρμον καὶ εἰρήνην, ταῖς εὐλογίαις αὐτῶν, δίδου ἀφϑονον.

Θεοτοκίον.
Φωτόμορφε Μήτηρ τοῦ Λυτρωτοῦ, ἀνύμφευτε Κόρη ἀειπάρϑενε Μαριάμ, τοὺς νῦν ἐκβοῶντας τὴν σὴν κλῆσιν, δέξαι παρέχων, ἐξ ὕψους τὰ κρείττονα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
᾽Εν ἀγάπῃ τελείᾳ, καὶ πίστει ϑείᾳ τηρήσατε, ὦ Ἰωακείμ τε καὶ Ἄννα, ϑεῖοι γεννήτορες, τῆς Θεομήτορος, τὰς συζυγίας ἁπάσας, τὰς τιμώσας ἐκ ψυχῆς, ὑμῶν τὴν κοίμησιν.

Ἱκεσίαις ἁγίαις ὑμῶν, Προδρόμου γεννήτορες, Ζαχαρία καὶ Ἐλισάβετ, ἄνωϑεν δίδοσϑε, πάντα αἰτήματα, πρὸς σωτηρίαν καὶ ῥῶσιν, τῶν πιστῶς τιμώντων νῦν, ὑμῶν τὴν κοίμησιν.

Ἀπολαῦσαι τὴν χάριν, τῆς εὐτεκνίας δωρήσασϑε, καὶ καλλιτεκνίας τοὺς δούλους ὑμῶν ἀπόστολοι, Ἀκύλα ἔνδοξε καὶ Πρίσκιλλα πανολβία, ὅτι χάριν κέκτησϑε, πρὸς τὸν Φιλάνθρωπον.

Θεοτοκίον.
Ἱλαρῶς σοῖς ἱκέταις, τοῖς τριχομένοις ταῖς ϑλίψεσι, βλέψον Παναγία Παρϑένε, καὶ χαροποίησον, τὰς διανοίας αὐτῶν, ἐν ἀληϑεῖ εὐφροσύνη, καὶ πολλῇ χρηστότητι, μόνη Θεόνυμφε.

Διάσωσον τῶν ἐν τῷ γάμῳ λαμψάντων, σεπτὴ Χορεία, τοὺς σοὺς ἀχρείους οἰκέτας ἐκ ϑλίψεων, καὶ τῶν δαιμόνων κακίστης μηχανουργίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάϑισμα.
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Κινδύνων δεινῶν καὶ πλείστων περιστάσεων, ἁγίων πληϑύς, συζύγων ἡ ὑπέρφωτος, λυτρώσασϑε τοὺς μέλποντας ὑμῶν τὴν πανήγυριν, καὶ εὐσεβείᾳ πάσῃ καὶ σπουδῇ, τοὺς οἴκους αὐτῶν συντηρήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀρεταῖς ὡραΐσατε, συζυγίας τὰς προστρεχούσας νῦν, Ἰουνία καὶ Ἀνδρόνικε, τῇ πρεσβείᾳ ὑμῶν, ἱερώτατοι.

Γάμου κοίτην ἀμίαντον, μεσιτείαις ὑμῶν, μακάριοι, Θεοδόσιε, Πλακίλλα τε, πόϑῳ ἱκετεύομεν τηρήσατε.

Ἱλασμὸν ἐξαιτήσασϑε, ἅμα εὐλογίαν τε ἐπουράνιον, τοῖς αἰτοῦσιν ὑμᾶς Ἅγιοι, Πουλχερία καὶ Μαρκιανὲ σοφέ.

Θεοτοκίον.
Λύπην πᾶσαν ἀπέλασον, ἔριδα καὶ φϑόνον, Θεὄνυμφε, ἐκ τῶν οἴκων τῶν ὑμνούντων σε, καὶ βοώντων· χαῖρε Ἀειπάρϑενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὡς τῶν ὑπὲρ νοῦν, δωρεῶν ϑεῖοι συμμέτοχοι, ὦ Δαρεία σὺν Χρυσάνϑῳ, τῷ στεῤῥῷ, ἀκατάγνωστον τὸν βίον, ἡμῖν δίδοσϑε.

Νείματε ἡμῖν, τὴν ἀγάπην καὶ ὁμόνοιαν, ὦ Τιμόϑεε καὶ Μαύρα ϑαυμαστοί, τοῖς ἀεὶ προσερχομένοις ὑμῖν, ἅγιοι.

Σῶμα καὶ ψυχήν, εἰς ἕν ὄντως ἀπειργάσασϑε, συζυγίας τὰς αἰτούσας νῦν ἰσχύν, ὦ Δωρόϑεε καὶ Εὐσεβία ἔνδοξοι.

Θεοτοκίον.
Ἄλλην κραταιάν, ἐν ταῖς ϑλίψεσι βοήϑειαν καὶ ταχεῖαν τῶν δεινῶν ἀπαλλαγήν, οὖ κεκτήμεϑα οἱ δοῦλόν σου, Πανάμωμε.

ᾨδή στ΄. Τὴν δέησιν ἐκχεῶ.
Καταύγασον ψυχὰς τῶν συζύγων, τῷ φωτὶ τῷ οὐρανίῳ καὶ ϑείῳ, ὦ ξυνωρὶς ἱερὰ τῶν μαρτύρων, Ἀδριανὲ καὶ σεμνὴ Ναταλία τε, ἀποδιώκουσα ἀχλύν, καὶ τὸ σκότος δεινῶν περιστάσεων.

Εὑστάθειαν καρτερίαν ἐν βίῳ κᾳὶ στεῤῥὰν ὑπομονὴν ἐν ἡμῖν δωρισασϑε, ὦ ἀϑλοφόροι καὶ πρὸς Θεόν, πίστιν τὴν ἀικατάγνωστον, Εὐστάϑιε καὶ ϑαυμαστὴ Θεοπίστη, ἀγγέλων συμμέτοχοι.

Πρυτάνευσον εὐλογίαν τὴν ϑείαν, ξυνωρὶς ϑαυματουργέ τῶν ἁγίων, Βασίλειε ϑεοφόρε τρισμάκαρ σὺν Ἐμμελείᾳ τοῦ Λόγου ϑεράποντες, ἐν ταῖς οἰκίαις τῶν πιστῶς, αἰτουμένων ὑμῶν την ἀντίληψιν.

Θεοτοκίον.
Ῥὠννύουσα, μὴ ἐλλίπῃς, Παρϑένε, καρδιῶν τὸ ἀσϑενὲς καὶ σωμάτων, ἵνα παιδείᾳ Κυρίου τὰ τέκνα, ἡμῶν ἐκϑρέψαντες, γῆρει τῷ πίονι, οἱ σοὶ οἰκέται οἱ οἰκτροί, καταντήσωμεν ἐπαγαλλόμενοι.

Διάσωσον τῶν ἐν τῷ γάμῳ λαμψάντων, σεπτὴ Χορεία, τοὺς σοὺς ἀχρείους οἰκέτας ἐκ ϑλίψεων, καὶ τῶν δαιμόνων κακίστης μηχανουργίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἕχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Χορεία πάνσεπτε καὶ ὑπερϑαύμαστε, τῶν ϑεοφόρων ἁγίων ἱκέτευε, τὰς συζυγίας φυλάττεσϑαι χάριτι, ἐν ὁμονοίᾳ καὶ πάσῃ σεμνότητι, καὶ ἐν ἀγάπῃ ἀληϑεῖ, χορηγοῦσα τὰ ϑεῖα δωρήματα.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνεν τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην
(Κεφ. β΄ 1-11).
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν ᾿Ιουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον -καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ- φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆξϑος τῶν οἰκιτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Ἅγιοι ϑεόληπτοι, οἱ ἐν τῷ γάμῳ ἐνϑέως, ἐκλάμψαντες χάριτι, τοῦ Ἁγίου Πνεύματος, καὶ βιώσαντες ἐπὶ γῆς ὡς ἄσαρκοι, σκύβαλα τὴν δόξαν, καὶ τὸν πλοῦτον λογισάμενοι, καϑικετεύομεν, νῦν τὰς συζυγίας προσδέξασϑε, ἐξ ὕψους τὴν βοήϑειαν καὶ τὸν φωτισμὸν καταπέμποντες, ἵνα ἐν παιδείᾳ Κυρίου τοῦ Παντάνακτος Χριστοῦ, τούτων τὰ τέκνα ἐκϑρέψαντες, δόξης ἀπολαύσωσιν.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν βεβαιᾳ ἀγάπῃ, πρὸς ἀλλήλους, συζύγους διατηρήσατε, προσφεύγοντας ἐν πίστει, ὑμῶν τη προστασίᾳ, Ξενοφῶν σὺν Μαρίᾳ τε, καὶ εὐλογοῦντες Χριστόν, εἰς πάντας τοὺς αἰῶνας,

Νοερῶς νῦν ἐξ ὕψους, τὴν ἡμῶν εὐλογίαν, τὴν χαριτόβρυτον, δωρήσασϑε ἀφϑόνως, Ἰωακεὶμ καὶ Ἄννα, τοῦ Σωτῆρος προπάτορες, τοῖς εὐλογοῦσι Χριστόν, εἰς πάντας τοὺς αἰώνας.

Υπὲρ πάντων αἰτεῖσϑε, τῶν συζύγων δοϑῆναι, ϑεομακάριστοι, καρπὸν κοιλίας πίστει, βεβαίᾳ καὶ ἐλπίδι, Ζαχαρία πανεύφημε, καὶ Ἐλισάβετ σεμνή, Προδρόμου οἱ γενέται.

Θεοτοκίον.
Ἐμπλησϑῆναι τοὺς οἴκους, σῶν προσφύγων, τῆς χάριτος τοῦ Θεοῦ ἡμῶν, εἰρήνης καὶ τῆς ἀγαθωσύνης, Θεοτόκε ἱκέτευε, τὸν σὸν Υἱὸν ἐκτενῶς, ὡς κόσμου προστασία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νόσων παντοίων, καὶ ψυχικῶν ἀλγηδόνων ὦ Ἀκῦλα καὶ Πρίσκιλλα ϑεόφρον, λυτρώσασϑε τοῦς πόϑῳ, ὑμᾶς ἀνευφημοῦντας.

Ἀγάπῃ ϑείᾳ, συνεδήσασϑε πάντων, τὰς καρδίας καὶ τὰ σώματα συνεύνων, Ἀνδρόνικε μάκαρ, καὶ Ἰουνία ϑεία.

Πάσης τοῦ πλάνου, βασκανίας καὶ βλάβης, καὶ τῆς μήνιδος φυλάξασθε ἀτρώτους, Πλακίλλα ϑεόφρον, σὺν τῷ Θεοδοσίῳ.

Ἀκαταγνώστους, ἕως τέλους δουλεύειν, τῷ Κυρίῳ ἀξιώσατε ἐν πίστει, Μαρκιανὲ μάκαρ, καὶ Πουλχερία ϑεία.

Θεοτοκίον.
Τήρησον, Κόρη, τὰς συζυγίας ἁπάσας, ἐν ταῖς τρίβοις Εὐαγγελίου ϑείοις, τηρεῖν ἀδιαλείπτως, τὰς ἐντολάς Κυρίου.

ᾨδὴ ϑ΄. Κυρίως Θεοτόκον.
Νικητικοὺς στεφάνους, αἰτήσασϑε δοϑῆναι, τοῖς δεομένοις ὑμῶν μετὰ πίστεως, Χρύσανϑε μάκαρ, Δαρεία τε ὑπερθαύμαστε.

Τηρήσατε τὸν γάμον τίμιον, ἕως τέλους, τῶν ἑξαιτούντων ὑμῶν τὴν βοήϑειαν, στεῤῥέ Τιμόϑεε Μαύρα τε ἀξιάγαστε.

Ἀμίαντον τὴν κοίτην, φυλάξατε ἐν πίστει, σοφὲ Δωρόϑεε, σὺν Εὐσεβίᾳ τε, τῶν μετὰ πόϑου τιμώντων, ὑμῶν τὴν ἄϑλησιν.

Σῳτῆρα δυσωπεῖτε, ἀπαύστως λυτρωϑῆναι, τῶν χαλεπῶν πειρασμῶν τοῦ ἀλάστορος, Ἀδριανε, Ναταλία, ὑμᾶς τοὺς μέλποντας,

Θεοτοκίον.
Ἡ νύμφη τοῦ Δεσπότου, τὸ σκεῦος τῆς ἀγνείας, καὶ παρϑενίας τὸ μέγα κειμήλιον, σῶζε ἀεί, Θεοτόκε, τοὺς σὲ γεραίροντας.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίρετε ἁγίων ϑεία πλειάς· χαίρετε φωστῆρες, τῶν ἐγγάμων ϑεολαμπεῖς· χαίρετε Τριάδος, οἱ μῦσται ἐν τῷ κόσμῳ, καὶ τοῦ Εὐαγγελίου, κήρυκες μέγιστοι.

Θείαις φρυκτωρίαις τοῦ Λυτρωτοῦ, καταγλαϊσϑέντες, ἡγιάσϑητε ϑαυμαστῶς, βιοῦντες ἐν μέσῳ, τῶν κοσμικῶν ϑορύβων, καὶ τῶν δεινῶν σκανδάλων, ὦ ὑπερϑαύμαστοι.

Τύπος ἀνεδείχϑητε ἐν παντί, τοῖς ἑγγάμοις κόσμῳ, ὡς ϑεράποντες τοῦ Χριστοῦ, ἀρεταῖς ἁγίαις καὶ ϑείαις εὐποιΐαις, ὡραϊσϑέντες ὄντως, ϑεομακάριστοι.

Εἰς οὐδὲν ἐδείχϑη ὡς ἀληθῶς, κώλυμμα ὁ γάμος, καὶ τῶν τέκνων ἀνατροφή, εἰς τὴν ἐργασίαν, τῶνἐντολῶν τοῦ Λόγου· διὸ ἀντεδοξάσϑητε, εὐφραινόμενοι.

Δίδοσϑε ἐξ ὕψους, λιταῖς ὑμῶν, ἀγάπην τελείαν, καὶ πᾶν δώρημα ἀγαϑόν, ταῖς οἰκογενείαις, ταῖς πίστει προσιούσαις, ὑμῶν τῇ ἀντιλήψει, μέγιστοι Ἅγιοι.

Μιμητὰς ἐν βίῳ τούτῳ σοφοί, ὑμῶν ταῖς πρεσβείαις, ἀναδείξατε ἐν παντί, τοὺς πιστοὺς συζύγους, τοὺς αἰτουμένους πόϑῳ, βοήϑειαν ἐξ ὕψους, καὶ τὴν ἀντίληψιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν χορείαν ταὴν ϑείαν, τῶν Ἁγίων τιμήσωμεν, τῶν ἐν τῷ τιμίῳ τῷ γάμῳ, ὡς ἁστέρας ἐκλάμψαντας, ἀσκήσει τῶν ἐνθέων ἀρετῶν, καὶ ϑείᾳ ἐκμιμήσει τοῦ Χριστοῦ, ἐξαιτοῦντες ἁενάως τὴν ἀρωγήν, τοῖς πόϑῳ ἀνακράζουσι· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ τοῖς πιστοῖς, ὑμᾶς συλλήπτορας.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δόξης ἡξιώϑητε λαμπρᾶς, ἐν τοῖς οὐρανίοις ϑαλάμοις, ἅγιοι πάνσεπτοι, τὸν Χριστὸν φυλάξαντες ἐν ταῖς καρδίαις ὑμῶν, μαργαρίτην πολύτιμον, ἐν βίῳ ἐγγάμῳ, τὸν ἐν τῇ Κανᾷ ἀρχήν, ποιήσαντα ἀληϑῶς, τῶν ἐν γῇ αὐτοῦ ϑαυμασίων· ὅν ἐκδυσωστεῖτε ἀπαύστως, μιμητὰς γενέσθαι ὑμῶν, ἔνδοξοι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἔχοντες νῦν τὴν παῤῥησίαν μεγίστην,
κἀμὲ ἀξιώσατε φωτὸς τοῦ ϑείου.

Παρακλητικός Κανών εις Πάντων των Έγγαμων Αγίων

Ποίημα Γεωργίου Αποστολάκη του απο Δικαστων

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

῏Ηχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Χαροποιὸν ἡμῖν παρέχετε ἄγγελμα, οἱ ἐξ ἐγγάμων Παραδείσου δημόται, ἁγιασμοῦ τυχόντες ἐν ὁσίῳ ζυγῷ· γάμος οὐκ ἐκώλυσεν τὴν ἡμῶν σωτηρίαν, ὅτι ἐξηλλάξατε τῆς σαρκός τὰς κινήσεις, κατατρωθέντες ἔρωτι Χριστοῦ, ἡμῖν ἀφέντες, ὑπόδειγμα τέλειον.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐγγάμων Ἁγίων θεία πληθύς, παράκλησιν ταύτην, τῶν ἐν γάμῳ Χριστιανῶν, προσδέξασθε πάντες καὶ ταχέως, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ δεήθητε.

Ἀπόστολε Πέτρε ἡ κορυφή, ἐγγάμων Ἁγίων, σύν Φιλίππῳ καί Ἰωσήφ, ἒτι Συμεὼν τῷ Θεοδόχῳ, τάς συζυγίας ἡμῶν συντηρήσατε.

Μυστήριον γάμου μέγα ἐστί, Ἀπόστολος κράζει, εἰς τελείωσιν δὲ σκοπεῖ, καὶ ἁγιασμὸν τῶν ὁμοζύγων, τοῖς ἀδυνάμοις παρέχον ἀσφάλειαν.

Φωτίσατε πάντας εἰς τὸ νοεῖν, τὸ τέλος τοῦ γάμου, ὡς συνένωσιν ἐν Χριστῷ, ὦ δῆμε Ἁγίων ἐξ ἐγγάμων, ἡμῖν παρέχοντες πρότυπα ἄριστα.

Θεοτοκίον.
Εὐλόγησον Μῆτερ ἐξ οὐρανοῦ, τοὺς γάμους σῶν τέκνων, καὶ ἐμφύτευσον ἐν ἡμῖν, εὐχὴν τοῦ ἑνὸς ὑπὲρ τοῦ ἄλλου, ἵνα ἐλέους ἀμφότεροι τύχωμεν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Παναγία χορεία, καὶ γεραρέ ὄμιλε, πάντων τῶν ἐγγάμων Ἁγίων, πᾶσι κηρύξατε, ὅτι ὁ γάμος ἐστίν, ἀγαπωμένων προσώπων, ἐν Χριστῷ συμμέθεξις, καὶ περιχώρησις.

Θωμαΐς ἡ ἐκ Λέσβου καὶ σὺ σεπτή Μόνικα, δείξατε ἡμῖν ὑπομένειν, ὡς ἐποιήσατε, ἐκ τῶν συζύγων ἡμῶν, τοὺς πειρασμοὺς καὶ τὰς θλίψεις, τῷ Χριστῷ δὲ εὔχεσθαι, δοῦναι μετάνοιαν.

Ξενοφῶν καὶ Μαρία, σὺν τῇ Ζωῇ Ἕσπερε, ὦ Μαρκιανέ Πουλχερία, Μαύρα Τιμόθεε, θεῖε Ἀνδρόνικε, σὺν σεβαστῇ Ἰουνίᾳ, τοῖς ἐν γάμῳ δείκνυτε, βίον σωτήριον.

Θεραπεύειν τὰ πάθη, τῇ προσευχῇ μάθωμεν, τοῦ ἀσθενεστέρου συζύγου, ὁ ἀρτιώτερος· ἁγιασμὸν δὲ κοινόν, ἐπιζητεῖν μετὰ πόθου, οἴκοι ἐνασκούμενοι, πᾶσι γυμνάσμασιν.

Θεοτοκίον.
Φωτισμὸν δὸς Κυρία, μετὰ χαρᾶς πάντοτε, ὤστε τοῦ δυστρόπου συζύγου, λόγους ἀνέχεσθαι, ἐν ταπεινώσει πολλῇ, ἣτις πραΰνει καρδίας, ἐκζητοῦντες ἔλεος, τῇ μεσιτείᾳ σου.

Πρεσβεύσατε, ἡ ἐξ ἐγγάμων Ἁγίων σεπτὴ χορεία, τῷ Κυρίῳ ὑπομονὴν στεῤῥάν ὅπως ἔχωμεν, ἀλλήλων κρατοῦντες ἀεὶ τά βάρη.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Σεπτὲ Βασιλεῦ καὶ Μέγα Θεοδόσιε, Ἑλένη λαμπρὰ καὶ θεῖον ἀγαλλίαμα, Κωνσταντῖνε πάνσοφε, Θεοδώρα ἄνασσα Ἁγία, ἐκ τῶν ἐγγάμων δείγματα ἡμῶν, ἐνθέους τοὺς γάμους συντηρήσατε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Παραινέσατε Ἅγιοι, ὡς τὴν Ἐκκλησίαν Χριστὸς ἠγάπησεν, τὰς γυναῖκας ὄπως ἅπαντες, πανοσίως οὕτω ἀγαπήσωμεν.

Ἐπιστήμη Ἐμμέλια, Ἐλισσάβετ, Ἂννα καὶ σὺ Περπέτουα, τὰς γυναῖκας νουθετήσατε, ἵνα πᾶσαι ὦσι ἀεὶ φίλανδροι.

Τῶν Μαρτύρων οἱ ἔγγαμοι, Ἰουλίττα, Φωτεινὴ καὶ Ἰάκωβε, νικηφόρως τὸ ἀγώνισμα, ἐκτελεῖν τοῦ γάμου βοηθήσατε.

Θεοτοκίον.
Ἰησοῦν Ὅς ηὐλόγησεν, ἐν Κανᾷ τόν γάμον Κόρη Μητρόθεε, ὡς Υἱόν σου καθικέτευε, τοῖς ἐν γάμῳ εἶναι ἐλεήμονα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὤφθης Θωμαΐς, τῆς σεμνότητος ὑπόδειγμα, ὅθεν φύλαξον ἀτρώτους πειρασμῶν, τοῦ σαρκίου τοὺς ἐγγάμους χάριν ἔχουσα.

Μέθης προσβολήν, ἀφ’ ἡμῶν μακρὰν ἐκδίωξον, καὶ θεράπευσον τὴν ἓξιν τὴν κακήν, θεία Ξένη, τῆς σαλότητος ἀπάγαυσμα.

Ζήλου φθονεροῦ, καθαρεύειν βοηθήσατε, τὰς ψυχὰς τῶν ζηλοτύπων ἐξ ἡμῶν, τῶν Ἁγίων ἐξ ἐγγάμων θεία Σύναξις.

Θεοτοκίον.
Δέσποινα Ἁγνή, τὸν Ὑπέρθεον γεννήσασα, διαφύλαξον τοὺς οἴκους τῶν πιστῶν, καὶ ὁμόνοιαν συζύγοις πᾶσι δώρησαι.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Κηρύξατε, τοῖς ἐγγάμοις Ἅγιοι, ὅτι μεῖζονπαρθενίας τυγχάνει, ἐλεημόνων τὸ ἔργον τό θεῖον, ὄπερ ὑμεῖς ἰσοβίως ἠσκήσατε, Φιλάρετε φίλε πτωχῶν, καὶ σεπτὲ Ἰωάννη φιλάνθρωπε.

Ποιήσωμεν, τὴν οἰκίαν ἔγγαμοι, γυμναστήριον ψυχῶν τῇ ἀσκήσει, ὅτι ὁ τρόπος φησὶν οὐχ ὁ τόπος, τὴν σωτηρίαν παρέχει ἑκάστοτε, Θεοῦ ἐλέει τοῖς πιστοῖς, τοῖς τηροῦσι τὰ θεῖα ἐντάλματα.

Γενέσθω, προσευχῆς καθίδρυμα, καὶ παλαίστρα ἀρετῆς ἡ οἰκία, ἵνα ἐκεῖ γυμνασάμενοι ζήλῳ, μετὰ πολλῆς ἐπιστήμης προσβάλλωμεν, καλῶς τοῖς ἐν τῇ ἀγορᾷ, τὰς μερίμνας μηδόλως φοβούμενοι.

Θεοτοκίον.
Πανάχραντε, Θεοτόκε Δέσποινα, Ἱεράρχαι τε ἐγγάμων Ἁγίων, Σπυρίδων Μύρων Γρηγόριοι θεῖοι, καὶ Ἱερεῦ Ἰωάννη Κροστάνδιε, πρεσβεύσατε τῷ Βασιλεῖ, καταπέμψαι ἡμῖν θείαν δύναμιν.

Πρεσβεύσατε, ἡ ἐξ ἐγγάμων Ἁγίων σεπτὴ χορεία, τῷ Κυρίῳ ὑπομονὴν στεῤῥὰν ὄπως ἔχωμεν, ἀλλήλων κρατοῦντες ἀεὶ τὰ βάρη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Νικηφόρε, τῶν Αὐτοκρατόρων ἀγλάισμα, Φιλοθέη ἡ τῶν Ἀθηναίων προπύργιον, καὶ Παφνούτιε τῆς Αἰγύπτου καύχημα λαμπρόν, ὁμοῦ σπεύσατε τῷ Βασιλεῖ , καὶ ἐξ ἐγγάμων οἱ λοιποί, τοῦ ἀγίου συστήματος, κράζοντες ἱκεσίας, τοῖς οἴκοις τῶν ὁμοζύγων, ἵνα ὑπάρχη ἐσαεί, σωφροσύνη καὶ ὁμόνοια.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνεν τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. β΄, στ. 1-11).
Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. Καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. Καὶ ἤνεγκαν. Ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.

Δόξα.
Ἐγγάμων σου Ἁγίων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Πᾶσιν εἰσηγήθητε, τοῖς ἐγγάμοις ἐν τῷ βίῳ, ἐξ ἐγγάμων Ἅγιοι, ὁμοιοπαθήσαντες, ὅτι δύστροπος, σύζυγος δέδοται, ὥσπερ μαρτύριον. ῎Αν ἐνέγκῃς τά πειράγματα, λήψῃ τόν στέφανον˙ ἂν δὲ ἔχης πρᾶον καὶ ἥμερον, τίνος ἕνεκεν μίσθωμα, δώσει σοι ἀξίως ὁ Κύριος; Ὅθεν πάντες ὦμεν, ἀλλήλοις εὐδιάλλακτοι ταχύ, ἵνα συγχώρησιν λάβωμεν, τῶν πταισμάτων ἄνωθεν.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δόξης θείας τυχόντες, πολυάριθμον δῆμον συνεκροτήσατε, ἐγγάμων οἱ σωθέντες, τὸν βίον διαβάντες, δι’ ὁδοῦ ταπεινώσεως, ἣν καταλλήλως
ἡμῖν, διδάξατε βιῶσαι.

Γοργονία Σοφία, Ἀγγελῆ Νεομάρτυς ἄναξ Βλαδίμηρε, Ἰγνάτιε Μηθύμνης, καλλίκαρποι Ἁγίων, ἀνεδείχθητε ἄπαντες· διὸ ἀνάψατε ἡμῖν, φλόγα φιλοτεκνίας.

Τοῦ κηρύγματος ζῆλον, ἐμφυτεύσατε πᾶσι ἐγγάμοις Ἅγιοι, διδάσκειν διὰ λόγων, ἐν πράξεσι καὶ ἔργοις, Ὀρθοδόξων τὰ δόγματα, ἵνα μισθὸν ἐπαρκῆ, ἐκδέξωνται ἐν κρίσει.

Θεοτοκίον.
Ἀπὸ πάσης κακίας, δυσκολίας καὶ φόβου Παρθένε λύτρωσον, τοὺς οἴκους τῶν ἐν γάμῳ, καὶ ἔμπλησον σοφίας, καρτερίας συνέσεως, καὶ εὐφροσύνης ἡμᾶς, τοὺς κράζοντάς σοι, χαῖρε.

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Προσευχηθῶμεν, ὑπὲρ ἀπίστων συζύγων, ἐξαιτοῦντες τυχεῖν μετανοίας, καὶ τῆς σωτηρίας, εὑρεῖν εὐθείας τρίβους.

Ὡς παῤῥησίαν, πρὸς τὸν Χριστὸν κεκτημένοι, στρατιὰ τῶν ἐγγάμων Ἁγίων, εἴπατε Κυρίῳ, οἰκτείρειν τοὺς ἐν γάμῳ.

Τοῖς βασιλεῦσι, ἐκ τῶν ἐγγάμων Ἁγίων, ὁμοιάσωμεν πάντες τὰ ἥθη, τῇ φιλοθεΐᾳ, καὶ τῇ φιλοπτωχίᾳ.

Θεοτοκίον.
Τῆς μετανοίας, τῆς θεοδότου τὰς πύλας, ἐζευγμένοις Παρθένε ἀνοίγεις, ὅταν ἐκζητῶσι, ἁγίας σου πρεσβείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρίσατε ὑγίειαν, τέκνοις τὴν κατ’ ἄμφω, Χριστιανῶν τῶν τιμώντων τὴν Σύναξιν, τὴν τῶν ἐγγάμων Ἁγίων, τὴν πολυάριθμον.

Φυλάξατε τοὺς νέους, ἐκ τῆς συνηθείας, ναρκωτικῶν οὐσιῶν καὶ ἰάσατε, τοὺς κεκτημένους τὴν ἕξιν, ἔγγαμοι Ἅγιοι.

Δεσμοὺς τῆς ἀτεκνίας, χάρισμα κατέχεις, Θεοπρομῆτορ τοῦ λύειν ταχύτατα· διὸ ἁπάσας ἀτέκνοις, Ἄννα βοήθησον.

Θεοτοκίον.
Ὑμέτερα τεκνία, σκέπασον Παρθένε, ὡς μητρικήν παῤῥησίαν κατέχουσα, καὶ πρὸς Υἱοῦ σου τὴν Μάνδραν, καλῶς ὁδήγησον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε τῶν ἐγγάμων πολυπληθής, καὶ σεπτή χορεία, Ἀποστόλων Ἱεραρχῶν, Ἀσκητῶν, Ὁσίων, Μαρτύρων, Βασιλέων, πρωτεύοντος τοῦ Πέτρου, ἡμᾶς φρουρήσατε.

Ἐγγαμοι Μαρτύρων δότε ἡμῖν, τῷ Κυρίῳ πίστιν, στερεάν τε καὶ καθαράν, ἣν ἐν μαρτυρίῳ, ἐδείξατε γενναῖοι, στεφάνῳ δοξασθέντες, παρὰ τοῦ Κτίσαντος.

Ὤφθητε τῷ κόσμῳ ζεύγῃ σεπτά, Ἐλισσάβετ Ἄννα, Ζαχαρία Ἰωακείμ, πρότυπα ἀγάπης, καὶ ἀρετῆς ἐν γάμῳ, θεοσεβείας ἄμα, δείγματα τέλεια.

Κλῆσιν εἰσακούσαντες μυστικήν, εἰς ἐρήμους τόπους, ἡγιάσατε Ἀσκηταί, ἐξ ἐγγάμων ὄντες, πλὴν ἔρωτι τρωθέντες, τοῦ Θείου καὶ ἀφέντες, πάντα τὰ μάταια.

Ἐξ ἐγγάμων Ἅγιοι βασιλεῖς, Κωνσταντῖνε Μέγα, καὶ Ἑλένη σὺν τοῖς λοιποῖς, τὴν φιλοθεΐαν, καὶ τὴν φιλοπτωχίαν, κηρύξατε εἰς πάντας, ἄρχοντας σήμερον.

Ἄγγελμα παρήγορον ἀδελφοί, ὁ χορός κομίζει, ἐπακούσωμεν ἐν σπουδῇ, ὅτι καὶ ἐν γάμῳ, σωθήσονται βεβαίως, Χριστῷ ἀκολουθοῦντες, ὥσπερ εἰς ἔρημον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. ῏Ηχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς ἐγγάμους Ἁγίους ἐν συνάξει τιμήσωμεν, ὡς περικαλεῖς συνδημότας Οὐρανίου συντάγματος· πρεσβεύουσι ἀπαύστως γὰρ Θεῷ, ὑπὲρ τῶν ἐζευγμένων ἐκ βροτῶν, εὐλογοῦσι τὰς οἰκίας καὶ ἀρωγοί, ταχύτατοι παρίστανται· δόξα τῷ ἁγιάσαντι αὐτούς· δόξα τῷ στεφανώσαντι· δόξα τῷ εὐλογήσαντι ἐν Κανᾷ, Γάμου μυστήριον!

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ βιοῦντες ἐκ βροτῶν, ἐν τῇ τύρβῃ τούτου τοῦ κόσμου, ἀναφωνήσωμεν· δόξα σοι πανθαύμαστον, καὶ πολυποίκιλον, θεοσύλλεκτον σύνταγμα, ἐγγάμων Ἁγίων, Πέτρον τὸν Ἀπόστολον, καὶ μαθητήν τοῦ Χριστοῦ, πρόεδρον περίδοξον ἔχον· δόξα καὶ τῷ πάντων Δεσπότῃ, τῷ σωθῆναι πάντας ἐπιμένοντι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Ἐγγάμων Ἁγίων δῆμε ἀνάδειξον,
ἐμοῦ Γεωργίου γάμον σωτήριον.