Παρακλητικός Κανών εις Πάντας εν Αρκαδίας Διαλάψαντας Αγίους
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν Ἀρκάδων ἀντιλήπτορες θεῖοι, καὶ πρεσβευταὶ πρὸς τὴν Ἁγίαν Τριάδα, ὁ τῶν Ἁγίων δῆμος ἑνδεκάριθμος, ἐκτενῶς πρεσβεύσατε, τῷ Δεσπότῃ τῶν ὅλων, δοῦναι ἡμῖν ἄφεσιν, καὶ παθῶν θεραπείαν, τοῖς ἀδιστάκτῳ πίστει καὶ σπουδῇ, τῇ προστασίᾳ, ὑμῶν καταφεύγουσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χορός Ἁγίων χάριν δίδου μου. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χορὸς ἑνδεκάριθμος καὶ σεπτός, τῶν ἐν Ἀρκαδίᾳ, ἐκλαμψάντων δι’ ἀρετῆς, ἀεὶ δυσωπεῖτε τὸν Σωτῆρα, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Ὁλόφωτον αἴγλην παρὰ Θεοῦ, κληρούμενοι ἤδη, Διονύσιε ἱερέ, ὁμοῦ σὺν τῷ θείῳ Γρηγορίῳ, παθῶν ἀχλύος ἡμᾶς ἀπαλλάξατε.
Ῥυσθῆναι ἐκ πάσης ἐπιβουλῆς, Θεόκλητε πάτερ, Ἀθανάσιε ἱερέ, ἡμᾶς ὥσπερ θεῖοι Ἱεράρχαι, ἐπιστασίαις ὑμῶν ἐνισχύσατε.
Θεοτοκίον.
Ὁ Κτίστης τῶν ὅλων καὶ Ποιητής, ἐκ σοῦ σαρκωθῆναι, εὐδοκήσας ὡς Ἀγαθός, πύλην σωτηρίας τοῖς ἐν κόσμῳ, ὡς ἀληθῶς Θεοτόκε σε ἔδειξεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας πρὸς τρίβον, τὴν ἀπλανῆ Ὅσιοι, Νεῖλε καὶ Γεράσιμε πάτερ, καθοδηγήσατε, ταῖς ἱκεσίαις ὑμῶν, τοὺς εὐλαβῶς ἐκζητοῦντας, τὴν ὑμῶν ἀντίληψιν, ψυχῆς θερμότητι.
Ἀθλοφόροι Κυρίου, νεοφανεῖς Μάρτυρες, Πέτρε καὶ Εὐθύμιε Παῦλε, Μῆτρε μακάριε, ὁ καὶ Δημήτριος, σὺν Δημητρίῳ ἑτέρῳ, πάσης ἡμᾶς ῥύσασθε, ὀργῆς καὶ θλίψεως.
Γεωργήσαντες πίστει, δι’ ἀρετῆς Ἅγιοι, οἱ ἐν Ἀρκαδίᾳ ἀγάπης, θείας τὰς χάριτας, χάριν καὶ ἔλεος, καὶ ἱλασμὸν τῶν πταισμάτων, ἐκ Θεοῦ αἰτήσασθε, ἡμῖν δεόμεθα.
Θεοτοκίον.
Ἰσχυρὰν προστασίαν, καὶ ἀῤῥραγὲς στήριγμα, τὴν σὴν Θεοτόκε πρεσβείαν, ἀεὶ κατέχοντες, πάσης λυτρούμεθα, ἐπιφορᾶς καὶ ἀνάγκης, αἶνον χαριστήριον, Κόρη σοὶ ᾄδοντες.
Διάσωσον, ἑνδεκαρίθμων Ἁγίων χορὸς ὁ θεῖος, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβείᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν, χορεία ἑνδεκάριθμε, καὶ θεῖοι φρουροί, καὶ ἔφοροι ὑπάρχοντες, μὴ παύσητε ῥυόμενοι, πειρασμῶν καὶ παντοίων συμπτώσεων, τοὺς ἀνυμνοῦντας ὑμᾶς εὐλαβῶς, Ἀρκάδων τὰ θεῖα καλλωπίσματα.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὡς σοφὸς Διονύσιε, Βυζαντίου πρόεδρος καὶ περίδοξος, σοφιστείας πάσης λύτρωσαι, τῆς τοῦ πονηροῦ ἡμᾶς δεόμεθα.
Νοῦν ἀλάστορα ᾔσχυνας, ἅγιε Γρηγόριε τῇ ἀγχόνῃ σου, ὅθεν νοῦν γρήγορον δώρησαι, ἡμῖν κατὰ πάσης ματαιότητος.
Χριστῷ πάντας οἰκείωσαι, ἅγιε Θεόκλητε ταῖς πρεσβείαις σου, τοὺς πιστῶς σε μακαρίζοντας, οἷα Ἱεράρχην ἱερώτατον.
Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, τὴν κεκακωμένην ψυχήν μου πάθεσι, καινοποίησον καὶ πλήρωσον, θείας εὐφροσύνης τῇ σῇ χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥείθροις μυστικοῖς, ἧς ἐδέξω θείας χάριτας, Ἀθανάσιε ἀπόπλυνον ἡμῶν, τὴν καρδίαν ὡς θεράπων Χριστοῦ ὅσιος.
Ἵλεων ἡμῖν, Μυροβλύτα Νεῖλε ἔργασαι, τὸν Φιλάνθρωπον Δεσπότην καὶ Θεόν, τοῖς τιμῶσί σου τὰ θεῖα προστάγματα.
Νόσων χαλεπῶν, ψυχῆς ἅμα καὶ τοῦ σώματος, ὡς λαβὼν τὴν ἐξουσίαν ἐκ Θεοῦ, ἀσεινεῖς ἡμᾶς διάσωζε Γεράσιμε.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, μετανοίας με καταύγασον φωτί, τὸν ἐν σκότει ἁμαρτίας πορευόμενον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Οἱ νέοι, Χριστοῦ στεῤῥοί στρατιῶται, Πέτρε Παῦλε καὶ Εὐθύμιε θεῖε, παλαιωθέντας ἡμᾶς τῇ ἀπάτῃ, καινοποιήσατε θείαις λιταῖς ὑμῶν, ὡς ἃν ἐν βίῳ καθαρῷ, θεαρέστως Κυρίῳ δουλεύσωμεν.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, ἐν τοῖς ῥείθροις οἰκτιρμῶν τοῦ Σωτῆρος, ταῖς πρὸς Αὐτὸν ὑμῶν θείαις πρεσβείαις, ὦ νεομάρτυς Δημήτριε ἅγιε, καὶ Μῆτρε νέε Ἀθλητά,νοητῶς τὰς ψυχὰς ἡμῶν πλύνατε.
Δοχεῖα, τῆς θεϊκῆς ἐπιπνοίας, οἱ ἐν πάσῃ Ἀρκαδίᾳ ἁγίως, ἐν διαφόροις ἐκλάμψαντες χρόνοις, πολυειδῶν συμφορῶν καὶ κακώσεων, ἀπολυτρώσασθε ἡμᾶς, ἑνδεκάριθμον σύστημα Ἅγιον.
Θεοτοκίον.
Ἰσχύς μου, καταφυγὴ καὶ προστάτις, σὺ ὑπάρχεις Θεοτόκε Παρθένε· ὅθεν ἀεὶ τοὺς κυκλοῦντας ἐχθρούς με, σύντριψον Κόρη τῇ σῇ κραταιότητι, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς λιμένα ζωῆς τὸν ἀχείμαστον.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Ἐν διαφόροις καιροῖς διαλάμψαντες, τὴν Ἀρκαδίαν λαμπρύνετε θαύμασι· καὶ νῦν ἑνδεκάριθμοι Ἅγιοι, τῇ Παναγίᾳ Τριάδι πρεσβεύσατε, διδόναι ἡμῖν θεῖον ἔλεος.
Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. ε΄. 14-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ’ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσιν τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτως τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν· ὃς δ’ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν.
Δόξα.
Ταῖς τῶν σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἄστρα παμφαέστατα, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, Ἱεράρχαι πάνσοφοι, Ὅσιοι καὶ ἔνδοξοι Νεομάρτυρες, οἱ φωτὶ ἅπασαν, θείων χαρισμάτων, Ἀρκαδίων καταλάμποντες, σκότους λυτρώσασθε, πάσης ἁμαρτίας καὶ θλίψεως, καὶ χαλεπῶν στενώσεων, τοὺς εἰλικρινῶς καταφεύγοντας, ὑμῶν τῇ πρεσβείᾳ καὶ μέλποντας ὑμῶν τὰς ἀρετάς, δι’ ὧν Χριστὸν ἐδοξάσατε, τὸν ὑμᾶς δοξάσαντα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δοξασθέντες πλουσίως, τοῖς ποικίλοις χαρίσμασι θείου Πνεύματος, ἡμᾶς ἐξ ἀδοξίας, παθῶν χαλεπωτάτων, ἑνδεκάριθμοι Ἅγιοι, ἀπολυτρώσασθε ἀεί, ὑμῶν τῇ ἀντιλήψει.
Ὁ πεντάριθμος δῆμος, τῶν κλεινῶν Ἀθλοφόρων τοῦ Παντοκράτορος, Ἀρκάδων οἱ προστάται, καὶ Ὀρθοδόξων δόξα, Νεομάρτυρες ἔνδοξοι, ἐξιλεοῦσθε ἡμῖν, ἀεὶ τὸν Ἀθλοθέτην.
Ὑπὲρ πάντων δυσώπει, τὴν Ἁγίαν Τριάδα τετρὰς θεόληπτε, σοφῶν Ἀρχιερέων, σὺν Ἀσκητῶν δυάδι, Ἀρκαδίας κλεΐσματα, τῶν ἐκζητούντων ὑμῶν, τὴν θείαν προστασίαν.
Θεοτοκίον.
Γηγενῶν σωτηρίαν, τὸν Σωτῆρα τεκοῦσα ὤφθης, Πανάμωμε· διὸ ἐκδυσωπῶ σε, κἀμὲ τῆς αἰωνίου, σωτηρίας ἀξίωσον, τὸν πεποιθότα θερμῶς, τῇ σκέπῃ σου Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἑνδεκαρίθμου, τῶν θεραπόντων σου στίφους, ταῖς δεήσεσι τὴν Ἀρκαδίαν πᾶσαν, Δέσποτα εὐλόγει, χρηστότητος τῷ πλούτῳ.
Ῥώμῃ τῇ θείᾳ, ὦ ἑνδεκάριθμε δῆμε, ἐνισχύσατε ἡμᾶς ἠπορήσατε, τῷ Χριστῷ δουλεύειν, ἀμέπτῳ πολιτείᾳ.
Ἀρκάδων δόξα, ὦ ἑνδεκάριθμε δῆμε, προστατεύετε ἀεὶ τῆς Ἀρκαδίας, τῆς ὑμᾶς τιμώσης, ὡς πρέσβεις πρὸς τὸν Κτίστην.
Θεοτοκίον.
Σῶζε Παρθένε, τῆς τοῦ ἐχθροῦ ἐπηρείας, τοὺς προστρέχοντας τῇ κραταιᾷ σου σκέπῃ, καὶ ὑπερυψοῦντας, τὸν ἄφραστόν σου τόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰθύνατε ὑψόθεν, τετρακτὺς Ἁγία, ἱεραρχῶν θεοφόρων δεόμεθα, πρὸς μετανοίας τὰς τρίβους πιστῶν τὸ σύστημα.
Μὴ παύσησθε Κυρίῳ, ὦ δυὰς Ὁσίων, ἱλαστηρίους δεήσεις ἑκάστοτε, προσαναφέρειν τοῦ σώζεσθαι τὰς ψυχὰς ἡμῶν.
Ὁπλῖται τοῦ Κυρίου, νέοι Ἀθλοφόροι, τῆς Ἀρκαδίας ἰσχὺς οὐρανόσδοτος, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι ἀεὶ πρεσβεύσατε.
Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, πρὸς οὐρανίους ἐννοίας Πανάμωμε, τῆς τοῦ Υἱοῦ σου ἀγάπης ἔμπλεων δεῖξόν με.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἑνδεκάριθμον καὶ σεπτόν, σύστημα Ἁγίων, Ἀρκαδίας ἡ καλλονή, θεῖοι Ἱεράρχαι καὶ Ὅσιοι Πατέρες, καὶ νέων Ἀθλοφόρων, χορὸς πεντάριθμος.
Χαίροις Διονύσιε ἱερέ, σὺν τῷ Γρηγορίῳ, Βυζαντίου θεῖοι πυρσοί· χαῖρε ἱεράρχα Θεόκλητε τρισμάκαρ· χαῖρε ὦ Ἀθανάσιε, ἱερώτατε.
Χαίροις μυροθήκη τῶν ἀρετῶν, Νεῖλε Μυροβλύτα καὶ Γεράσιμε ἱερέ, γέρας ἐγκρατείας, καὶ σκεῦος ἀπαθείας· χαίρετε θεοφόροι, Χριστοῦ θεράποντες.
Νέοι Ἀθλοφόροι τοῦ Ἰησοῦ, Εὐθύμιε Παῦλε καὶ Δημήτριε θαυμαστέ, Πέτρε σὺν τῷ ἄλλῳ, ἁγίῳ Δημητρίῳ, προστάται Ἀρκαδίας, ὄντως τυγχάνετε.
Χάριν κεκτημένοι παρὰ Χριστοῦ, θεῖοι Ἱεράρχαι, καὶ Ὁσίων ἡ ξυνώρις, σύν Νεομαρτύρων, τῷ πενταρίθμῳ δήμῳ, μὴ παύσητε παρέχειν, ἡμῖν τὰ κρείττονα.
Πάντοτε ποιεῖσθε ὑπὲρ ἡμῶν, θερμὰς ἱκεσίας, δυσωποῦμεν πρὸς τὸν Χριστόν, τῶν ἑνδεκαρίθμων, Ἁγίων ἡ χορεία, ὡς ἃν πάσης ἀνάγκης, ἀεὶ ῥυώμεθα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἔκτενῆς καὶ Ἀπόλυσις, μεθ᾽ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δῆμος τῶν Ἁγίων τοῦ Θεοῦ, τῶν ἐν Ἀρκαδίᾳ λαμψάντων, ἐν διαφόροις καιροῖς, δήμοις ἀριθμούμενοι, τῶν Ἀσωμάτων νοῶν, σὺν αὐτοῖς δυσωπήσατε, Χριστὸν τὸν Σωτῆρα, πάσης ἡμᾶς ῥύεσθε, ὀργῆς καὶ θλίψεως, λύσιν δὲ διδόναι πταισμάτων, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, τοῖς εἰλικρινῶς ὑμᾶς γεραίρουσι.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέξασθε, ὦ Ἅγιοι τῆς Ἀρκαδίας,
φωνὴν ἱκέσιον τοῦ Γερασίμου.

