Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκον Σκριπού Προστάτις δε και Έφορος Πολυούχος και Σωτείρα των Ορχομενίων
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 10 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῆς εὐσπλαγχνίας ἀνεξάντλητος κρήνῃ, Θεοχαρίτωτε ἁγνή Θεοτόκε, Ὀρχομενοῦ προστάτις δὲ καί ἔφορος· ῥύου τοὺς ἱκέτας σου, ἀπὸ πάσης ἀνάγκης, καὶ πταισμάτων ἄφεσιν, ἡμῖν δίδου ἀπαύστως, ταῖς μητρικαῖς σοὺ Δέσποινα λιταῖς, πρὸς τὸν Υἱόν σου, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Δόξα.
Ἀπολυτίκιον Κοιμήσεως Θεοτόκου. Ἦχος α΄.
Ἐν τῇ Γεννήσει, τὴν παρθενίαν ἐφύλαξας· ἐν τῇ Κοιμήσει, τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε· μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὠς ἐλυτρώσω πανωλέθρου μανίας, ἐχθροῦ Παρθένε καθ᾽ ἡμῶν κινηθέντος, Ὀρχομενοῦ τὴν πόλιν τῇ δυνάμει σου, οὕτω ταύτην ἄτρωτον, ἐσαεί διατήρει, πάσης περιστάσεως, καὶ στενώσεως Κόρη, πανευλαβῶς τῷ θείῳ σοὺ ναῷ προσερχομένην, καὶ πίστει ὑμνοῦσάν σε.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Σὺ εἰ Παρθένε ἡμῶν προστάτις. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτήριος σκέπη καὶ ἀρωγός, ἡμῶν ἀνεδείχθης, Θεοτόκε ὡς συμπαθής· διό Ὀρχομένιοι ἀπαύστως, τὴν πρὸς ἡμᾶς σοὺ κηρύττομεν πρόνοιαν.
Ὑψόθεν ἐπίβλεψον εὐμενῶς, ἐπὶ τοὺς ἐν πίστει, προσιόντας τῷ σῷ ναῷ, καὶ πλήρου ἁπάντων τὰς αἰτήσεις, κατὰ ψυχήν τε καὶ σῶμα Πανάμωμε.
Ἐῤῥύσω βιαίας καταστροφῆς, Ὀρχομενόν πάλαι, τῇ θερμῇ σου ἐπισκοπῇ, οὕτω καὶ τανῦν ῥῦσαι Παρθένε, ἐπερχομένων ἡμᾶς δεινῶν θλίψεων.
Ἰάτρευσον Κόρη οἴκτῳ τῷ σῷ, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, τῶν πίστει καὶ πόθῳ προσιόντῶν, τῇ Ἱερᾷ σου εἰκόνι Πανάχραντε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Πειρασμῶν ἀδοκήτων, καὶ πολλαπλῶν θλίψεων, ῥύου τὸν λαόν σου Παρθένε, τῇ σῇ χρηστότητι, καὶ δίδου ἅπασι, χαρὰν ὑγιείαν καὶ ῥῶσιν, ὡς θερμή ἀντίληψις, ἡμῶν Πανύμνητε.
Ἀοράτως ἐπέστης, καὶ τὴν ὁρμήν ἔστησας, τοῦ φορᾷ πολλῇ κινηθέντος, κατὰ τῶν δούλων σου· ὅθεν ἀνάστειλον, τὴν καθ᾽ ἡμῶν φερομένην, τοῦ βελίαρ δύναμιν, Παρθένε ἄχραντε.
Ῥῶσιν δίδου Παρθένε, καὶ τῶν παθῶν ἴασιν, τοῖς Ὀρχομενίοις προθύμως, σοί καταφεύγουσι, καὶ τούτους φύλαττε, ὑπὸ τὴν σκέπην σου Κόρη, πάντοτε ἀπήμονας, πάσης κακώσεως.
Θραῦσον πάντα τὰ βέλη, τὰ καθ᾽ ἡμῶν Ἂχραντε, τῇ σῇ κραταιᾷ προστασίᾳ, τοῦ παναλάστορος, ἡ πάλαι ἄπρακτα, δείξασα πάντα τὰ ὅπλα, ἅ ἐχθροί ἡτοίμασαν, κατὰ τῶν δούλων σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐν σοί Κόρη καυχώμεθο, καὶ τὸ μέγα θαῦμα τὸ σὸν κηρύττομεν· ὅτι ἔσπευσας καὶ ἔσωσας, ἐν καιρῷ ἀνάγκης ἡμᾶς Δέσποινα.
Νοσημάτων καὶ θλίψεων, ἀσινεῖς διάσωζε Παναμώμητε, τοὺς ἀεὶ τὴν προστασίαν σου, ἀπεκδεχομένους εἰς βοήθειαν.
Ἐνεός ἔστη Ἂχραντε, ὁ κατὰ τῶν δούλων σου φρυαττόμενος, κατιδών τὴν σὴν ἀντίληψιν, ἐνεργοῦσαν Κόρη ὑπὲρ ἔννοιαν.
Ἠλιόμορφε Δέσποινα, τὸν Ὀρχομενόν ἀπήμονα φύλάττε, κεκτημένον μέγα καύχημα, τὸν σεπτὸν ναόν σου καὶ πανάγιον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Μύρου νοητοῦ, μυροθήκη ὥφθης ἔμψυχος, δυσωδίαν νοσημάτων καὶ παθῶν, ἐξ ἡμῶν ἀποδιώκουσα Πανάμωμε.
Ὢφθης ἀληθῶς, εὐφροσύνη καὶ χαράκωμα, τοῦ λαοῦ σου Θεοτόκε τοῦ πιστοῦ· διὰ τοῦτο εὐλαβῶς σοι καταφεύγομεν.
Νἐκρῶσον ἡμῶν, τῆς σαρκός Ἀγνὴ τὸ φρόνημα, ἡ νεκρώσασα τὰ ὅπλα τὰ δεινά, δι᾽ ὧν ὄλεθρον ἐχθρός ἡμῶν ἠπείλησε.
Πόλις τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, ἐν τῇ πόλει τῇ πιστῇ Ὀρχομενοῦ, ἀεὶ δίδου, τὰς πλουσίας εὐλογίας σου.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Θεοτόκε, εὐσεβούντων Ὀρχομενίων συστήματα, τῶν προσιόντων ἀπαύστως τῇ ἀρωγῇ σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτις θερμή, Ὀρχομενοῦ ὑπάρχουσα, ὀλέθρου πικροῦ τὴν πόλιν ταύτην ἔσωσας, ἣν πάντοτε περίεπε, ἐξ αὐτῆς ἀποτρέπουσα Ἂχραντε, ἐπαγωγάς χαλεπῶν προσβολῶν, ἡ πάντων ταχέως προστατεύουσα.
ᾨδὴ ς΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥημάτων, ἱκετικῶν τοῦ λαοῦ σου, καὶ δεήσεων ἐπάκουσον Κόρη, καὶ ὥσπερ πάλαι φθορᾶς καὶ ὀλέθρου, Ὄρχομενόν ἐλυτρώσω Πανάχραντε, οὕτως ἡμᾶς πάσης ὀργῆς, ἀνωτέρους ἀεὶ διαφύλαττε.
Ὀ πάντων, Δημιουργὸς καὶ Δεσπότης, σαρκωθείς ἐκ τῶν ἁγνῶν σου αἱμάτων, σὲ προστασίαν ἀνέδειξε πάντων, Ὑπεραγία παρθένε Πανύμνητε· διὸ προστάτευε ἡμῶν, ἐσαεὶ Θεοτόκε δεόμεθα.
Σωμάτων, τὰς ἀσθενείας ἰᾶσαι, καὶ ψυχῶν τὰ ἀῤῥωστήματα παύεις, καὶ πειρασμῶν διαλύεις τὰ νέφη, ἐκ τῶν πιστῶς αἰτουμένων σε Πάναγνε· διὸ κηρύττομεν ἀεί, τὰ πολλά πρὸς ἡμᾶς σου θαυμάσια.
Τῆν Πόλιν, Ὀρχομενοῦ ἐκ μανίας, τοῦ ἐχθροῦ βιαιοτάτης ἐῤῥύσω, ἐπιστασίᾳ φρικτῇ σου Παρθένε, ἀλλά καὶ νῦν ἀσινῆ ταύτην φύλαττε, ἐκ χαλεπῶν ἐπηρειῶν, ὡς προστάτις αὐτῆς καὶ ὑπέρμαχος.
Διάσωσον, πάσης ἀνάγκης καὶ θλίψεως Θεοτόκε, εὐσεβούντων Ὀρχομενίων συστήματα, τῶν προσιόντων ἀπαύστως τῇ ἀρωγῇ σου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῆ θερμοτάτη πρεσβείᾳ σου Πάναγνε, ἐν πάσῃ ὥρᾳ πιστῶς καταφεύγοντες, κινδύνων καὶ πόνων ῥυόμεθα, καὶ χαρμονῆς οὐρανίου πληρούμεθα· σὺ γὰρ ἡμῶν μέγα προσφύγιον.
Καὶ εὐϑὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάϑου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιϑυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (δίς)
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μόνην σε βοήθειαν, καὶ ἀῤῥαγῆ προστασίαν, ἔχοντες Πανάμωμε, πειρασμῶν καὶ θλίψεων ἐκλυτρούμεθα· συμπαθῶς πᾶσι γάρ, ὡς πηγή ἐλέους, βοηθεῖς καὶ νέμεις ἄνωθεν, χάριν καὶ ἔλεος, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν· διὸ οἱ Ὀρχομένιοι, τῇ σῇ ἀντιλήψει καυχώμεθα· ἡμᾶς γὰρ ἐῤῥύσω, φθορᾶς καὶ φοβερᾶς καταστροφῆς· διὸ ἀεὶ τὰ σὰ θαύματα, Κόρη μεγαλύνομεν.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
Κύριε, ἐλέησον (12άκις).
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀγιάσματος οἶκος, ὁ ναός σου ὁ θεῖος ὥφθη Πανάχραντε· ᾧ πίστει προσιοῦσα, Ὀρχομενοῦ ἡ πόλις, μυστικῶς ἁγιάζεται, καὶ τῶν θαυμάτων τῶν σῶν, τὰς ἐνεργείας μέλπει.
Τὸν μεγάλα φυσῶντα, καθ᾽ ἡμῶν ἐταπείνωσας ἐχθρόν Δέσποινα· καὶ νῦν τοῦ ἀοράτου, βελίαρ τὰς ἐφόδους κατασύντριψον Ἂχραντε, δι᾽ ὧν πειρᾶται ἀεί, ἡμῖν κατεπεμβαίνειν.
Ἲδε Κόρη ὑψόθεν, τοὺς τῷ θείῳ ναῷ σου θερμῶς προστρέχοντας, πιστούς Ὀρχομενίους, καὶ τούτων τὰς αἰτήσεις συμπαθῶς πλήρου πάντοτε, ὅτι πρός σε ἐκ ψυχῆς, Παρθένε ἀφορῶμεν.
Σωτηρίαν ἐξαίτει, καὶ παντοίων κινδύνων τὴν ἀπολύτρωσιν, καὶ βίου εὐπραγίαν, καὶ ἄφεσιν πταισμάτων, Θεοτόκε πανύμνητε, τοῖς ἀνυμνοῦσι ἀεί, τὴν ἄφραστόν σου δόξαν.
ᾨδὴ η΄. Τόν Βασιλέα.
Γέγονας Κόρη, Ὀρχομενοῦ σωτηρία, ἀποτρέψασα την ἐχθρικὴν μανίαν ὅθεν σου τὴν χάριν, κηρύττομεν τοῖς πᾶσιν.
Ἐπερχομένων, ἐπιφορῶν καὶ κινδύνων, διατήρησον ἀτρώτους Θεοτόκε, τοὺς ὑπερυψοῦντας, τὴν ἄῤῥητόν σου δόξαν.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς ὑμνοῦσί σου τὰ θεῖᾳ μεγαλεῖα, μόνη Θεοτόκε, Ὑπερευλογημένη.
Ἂφωνος ἔστη, πρὸ τοῦ ναοῦ σου ὡς εἴδεν, ὁ πολέμιος τὴν δύναμίν σου Κόρη, ὅθεν σου τὸ μέγα, ὑμνολογοῦμεν θαῦμα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στενώσεων καὶ πόνων, ῥύου Θεοτόκε, τοὺς θερμοτάτῃ καρδίᾳ ὑμνοῦντάς σε, Ὀρχομενοῦ δὲ τὴν πόλιν σκέπε καὶ φύλαττε.
Ἰσχῦς Ορχομενίων, ὥφθης Θεοτόκε, καταβαλοῦσα ἔχθρὸν τὸν πολέμιον· διὸ ἀπαύστως ὑμνοῦμεν τὰ μεγαλεῖά σου.
Μη παύσῃ χορηγοῦσα, τὴν σὴν προστασίαν, Ὀρχομενίοις πιστῶς σε δοξάζουσι, καὶ τῷ ἁγίῳ ναῷ σου Παρθένε σπεύδουσι.
Οἱ πίστει προσιόντες, τῷ σεπτῷ ναῷ σου, ὅνπερ ὁ Λέων Σπαθάριος ἤγειρε, θείας πληροῦνται Παρθένε ἀγαλλιάσεως.
Ὑψίστου ἀγνή Μῆτερ, Κεχαριτωμένη, χαρίτωσόν μου ψυχὴν καὶ διάνοιαν, καὶ τῶν βελῶν με ἀπάλλαξον τοῦ ἁλάστορος.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ ἐπόμενα Μεγαλυνάρια,
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή, πρὸς σὲ καταφεύγω τὴν Κεχαριτωμένην, ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσῃς πρὸς τὸν ἐκ σοῦ τεχθέντα, ὦ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτῳ, Θεοτόκῳ χαρμονικῶς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἡμᾶς.
Ἄλαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκυνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθεῖσαν, ὑπὸ τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Εἶτα τά Μεγαλυνάρια τοῦ θαύματος τῆς Θεοτόκου.
Χαῖρει τῇ θερμῇ σοὺ ἐπισκοπῇ, Ὀρχομενοῦ πόλις, παντευλόγητε Μαριάμ, ἣν ἀβλαβῆ τήρει, ἐκ πάσης ἐπηρείας, ὡς ταύτην ἐξ ὀλέθρου πάλαι διέσωσας.
Τέξασα ἐν σώματι τὸν Θεόν, Κεχαριτωμένη, ἀειπάρθενε Μαριάμ, ὥφθης σωτηρία, τοῦ ἀνθρωπίνου γένους, καὶ πάντων προστασία, καὶ καταφύγιον.
Ὂντως τεθαυμάστωται ἡ σεπτή, κατὰ τὸν Προφήτην, δεξιά σου Κόρη ἁγνή τῶν γὰρ πολεμίων, ἀνέστειλε τὴν ῥύμην, καὶ τὴν Ὀρχομενίων, πόλιν διέσωσε.
Τίς σου ἀνυμνήσει τὴν πρὸς ἡμᾶς, πρόνοιαν Παρθένε, τὴν μεγίστην καὶ θαυμαστήν, ὅτι παραδόξως, Ὀρχομενόν ἐῤῥύσω, καταστροφῆς βεβαίας, τῇ ἐπεμβάσει σου.
Πάσης δυσχερείας καὶ ἀπειλῆς, καὶ στενοχωρίας, καὶ κινδύνων καὶ συμφορῶν, σῶζε Θεοτόκε, τῇ κραταιᾷ σου σκέπῃ, τοὺς πίστει ἀνυμνοῦντας τὰ μεγαλεῖά σου.
Ἲδε τοὺς προστρέχοντας εὐλαβῶς, τῷ σεπτῷ ναῷ σου, καὶ γεραίροντας ἐν ᾧδαῖς, τὸ μέγα σου θαῦμα, πρὸς τοὺς Ὀρχομενίους, καὶ δίδου Θεοτόκε, τούτοις τὴν χάριν σου.
Εἶτα τὰ ἐν τῇ ἐνορίᾳ ψαλλόμενα Μεγαλυνάρια.
Παρέστης Παρθένε ἐκ δεξιῶν, τοῦ Παμβασιλέως, ὡς Βασίλισσα τοῦ παντός, περιβεβλημένη, ἀθανασίας αἴγλην, ἀρθεῖσα μετὰ δόξης πρὸς τὰ οὐράνια.
Ὓδωρ τὸ ζωήρυτον τῆς Πηγῆς, μάννα τὸ προχέον, τὸν ἀθάνατον δροσισμόν, τὸ νέκταρ τὸ Θεῖον, τὴν ξένην ἀμβροσίαν, τὸ μέλι τὸ ἐκ πέτρας, πίστει τιμήσωμεν.
Κἂν ἐτμήθης Κάραν ὦ Βαπτιστά, φθέγγεται ἡ γλῶσσα, τὸν Ἡρώδην ἐλέγχουσα, Λόγου τὴν φωνήν σε, σιγῆσαι γὰρ οὐκ ἔδει, ἀλλὰ καὶ τοῖς ἐν ᾄδῃ, Χριστὸν κηρύξασθαι.
Ζήλω οὐρανίῳ πυρποληθείς, φλέγεις τὴν ἀπάτην, ὡς πυρίπνους καὶ ζηλωτής ὅθεν ἀνυψώθης, ἐν ἅρματι πυρίνὼ ὦ Ἤλιού Προφῆτα, πρὸς βίον ἄφθαρτον.
Πέτρε θεῖον ἅρμα Χερουβικόν, οὐράνιε Παῦλε, ὄχημά τε Σεραφικόν, ἡ πύρινος γλῶσσα, τοῦ Θεανθρώπου Λόγου, πυρός με τῆς γεέννης ἀπολυτρώσασθε.
Τον ἐν Ἀθλοφόροις ἱερουργόν, καὶ ἐν ἱερεῦσιν, ἱερώτατον Ἀθλητήν, τὸν θαυμάτων ρεῖθρα, πηγάζοντα τῷ κόσμῷ, τὸν μέγαν Χαραλάμπην, ὕμνοις τιμήσωμεν.
Μέγας ἐν ἀθλήσει ἀναδειχθείς, ὡς Τροπαιοφόρος, καὶ ἐν θαύμασιν εὐκλεής, μέγας ἀντιλήπτωρ, τῆς Ἐκκλῃσίας ὥφθης, Γεώργιε παμμάκαρ, Μαρτύρων καύχημα.
Σῴζων τοῦ Σωτῆρος ὁ ἀριστεύς, ὁ τὰς παρατάξεις, διολέσας τῶν δυσμενῶν, σῶζε τοὺς σοὺς δούλους, τῆς τούτῶν ἐπηρείας, Χριστὸν καθικετεύων, σωθῆναι ἅπαντας.
Ἲασιν σωμάτων ῥῶσιν ψυχῶν, Κοσμᾶ θεοφόρε, σὺν τῷ θείῳ Δαμιανῷ, νείματε ὑψόθεν, ἀΰλῳ χειρουργίᾳ, τοῖς κατατρυγχομένοις, ποικίλοις πάθεσι.
Οἶα περ θεράποντες ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀῤῥήτῳ ἐπισκέψει, ἧμῶν θαυματοβρύται, σοφοί Ἀνάργυροι.
Ἒσωσας τὴν πόλιν Ὀρχομενοῦ, πυρὸς καὶ σιδήρου, τῇ θερμῇ σου ἐπισκοπῇ ὅθεν Θεοτόκε, ὕμνον εὐχαριστίας, ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν σοι ᾷδομεν.
Πέτρον, Παῦλον, Σώζοντα καὶ Λουκᾶν, Γεώργιον, Ἢλίαν, Δαμιανὸν καὶ τὸν Κοσμάν, Πρόδρομον Ἰωάννην, ὁμοῦ καὶ Χαραλάμπην, σὺν τούτοις τὴν Παρθένον ὕμνοις τιμήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὰ Ἀπολυτίκια. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν θερμήν σου Παρθένε προστασίαν κηρύττομεν, καὶ χαριστηρίους ᾧδάς σοι κατὰ χρέος προσάδομεν· σὺ γὰρ ἐπισκοπῇ σου θαυμαστῇ, διέσωσας ἐχθρῶν ἐπιδρομῆς, τὴν σὴν πόλιν Θεοτόκε Ὀρχομενόν, πανευλαβῶς βοῶσάν σοι· δόξα τῇ ἀντιλήψει σου Ἁγνή, δόξα τῇ προστασίᾳ σου, δόξα τῇ πρὸς ἡμᾶς σου συμπαθείᾳ Ἄχραντε.
Δόξα.
Ἤχος γ΄. Τήν ὡραιότητα.
Πἱστῶς συνέλθωμεν οἱ Ὀρχομένιοι καὶ ἀνυμνήσωμεν τοὺς τρισμακαρίστους Πέτρον καὶ Παῦλον καὶ Λουκᾶν, Ἠλίαν καὶ Χαραλάμπην, Δαμιανὸν καὶ Σώζοντα, σὺν Κοσμᾷ τὸν Γεώργιον καὶ τὸν Βαπτιστήν Ἰωάννην τοῦ Σωτῆρος τὸν Πρόδρομον ὁμοῦ καὶ Μαριάμ τὴν Παρθένον, τὴν πολιοῦχον καὶ Ὑπέρμαχον.
Καὶ νῦν.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λαὸς Ὀρχομενίων ἐν ὡδοῖς εὐφημήσωμεν, ἡμῶν τὴν Πολιοῦχον καὶ τοῦ κόσμου προστάτιδα, πηγὴ γὰρ τῶν θαυμάτων νῦν ἡμῖν, ἡ πάνσεπτος ἀναδέδεικται εἰκών τῆς ἀχράντου Θεοτόκου· διόπερ ἅπαντες ταύτῃ ἀναβοήσωμεν· χαῖρε τῶν σέ τιμώντων ἡ ἐλπίς· χαῖρε ἡμῶν τὸ κραταίωμα· χαῖρε ἡ τοῦ πυρὸς τὸν Ὀρχομενόν, ἀπαλλάξασα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων κραταιά καταφυγή, ἐξαιρέτῳ τρόπῳ δὲ Κόρη, Ὀρχομενοῦ βοηθός, καὶ προστάτις ἄμαχος ἐν φοβερᾷ ἀπειλῇ· ἐξ ὀλέθρου γὰρ ἔσωσας, τοὺς Ὀρχομενίους· ὅθεν ἐκβοῶμέν σοι, ἐν κατανύξει ψυχῆς, σκέπε Θεοτόκε ἀπαύστως, τοὺς ὑπὸ τὴν σὴν προστασίαν, σπεύδοντας καὶ πόθῳ σε δοξάζοντας.
Ὅμοιον.
Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τῇ κραταιᾷ σου χειρί· ἄλλην γὰρ οὐκ ἔχομεν ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου· ὅθεν σοι προσπίπτομεν· ῥῦσαι πάσης περιστάσεως τοὺς δούλους σου.
Ὅμοιον.
Πάντων θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις, καὶ ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ῥύσασθαι τοὺς δούλους σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Ταύτην τὴν παράκλησιν δέξαι Παρθένε
Ἣν σοι ὁ Γεράσιμος εὐλαβῶς πλέκει.