Παρακλητικός Κανών εις την Παναγίαν Τριάδα την Ομοούσιον και Αδιαίρετον Θεότηταν
Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Kαὶ τὰ ἐξῇς Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωϑεὶς ἐν τῷ Σταυρῷ.
Τριὰς Ἀγία, τρισυπόστατον κλέος, Πάτερ προάναρχε, συνάναρχε Λόγε καὶ Πνεῦμα τὸ πανάγιον, εὐλόγει ἀεὶ τοὺς δοξολογοῦντάς σε, Τρισαγία Θεότης, καὶ ἐκδεχομένους σου ἀρωγὴν τὴν ἑτοίμην καὶ προστασίαν, ἥνπερ δαψιλῶς ἡμῖν δεικνύεις, χειρῶν σου τοῖς πλάσμασι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
Παναγία Τριάς, μία Θεότης, σῶσον ἡμᾶς. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Παράσχου σὴν χάριν τοῖς εὐλαβῶς σὲ δοξολογοῦσιν ἀενάως, σεπτὴ Τριάς, φιλάνϑρωπε Πάτερ, ϑεῖε Λόγε καὶ Πνεῦμα ζῶν, συμπαϑὲς καὶ ζωήῤῥυτον.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Αἰνοῦντες, Ἀγία Τριάς, τὴν σὴν ἀπρόσιτον δόξαν, ϑαυμασίων σου τὴν πληϑὺν καὶ κράτος τὸ ϑεῖόν σου βοῶμεν· σῶσον ἡμᾶς, Θεαρχία τρισάκτινε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ναοὺς ἁγιότητος εὐπρεπεῖς, Τριὰς Παναγία, τὰς καρδίας ἡμῶν ταχὺ ἀνάδειξον τῶν δοξολογούντων εἰς τοὺς αἰῶνας αἰώνων τὸ κράτος σου.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Αλόχευτον Τόκον σου ἐκτενῶς, Τριάδος τὸν Ἕνα, ἐκδυσώπει, Μῆτερ Θεοῦ, τηρεῖν ἀσινεῖς τοὺς σοὺς οἰκέτας ἐπιβουλῆς τοῦ δεινοῦ πολεμήτορος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Γρηγορεῖν καϑ᾽ ἑκάστην καὶ ἀκλινῶς εὔχεσϑαι δούλους σου ἀξίωσον πάντας Σὴν ἀγαϑότητα ὑμνοῦντας διηνεκῶς ᾧδαῖς καὶ ὕμνοις εὐτάκτοις, φύσις Τρισυπόστατε καὶ ὁμοούσιε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἰσχυροὺς σοὺς οἰκέτας δεῖξον, Τριὰς πάνσεπτε, ἐν ταῖς καϑ᾽ ἡμέραν τοῦ δίου μάχαις τοὺς μέλποντας τὴν παναλκῆ σου ἰσχύν, Πάτερ καὶ Λόγε καὶ Πνεῦμα, μία τρισυπόστατος χάρις καὶ δύναμις.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀκατάληπτε Πάτερ, Υἱὲ σεπτέ, ἄχρονε, Πνεῦμα χαριτόβρυτον, Κτίστα πάσης τῆς κτίσεως, ἀϑανασίας πηγή. πρὸς ἀϑανάτους ἐπάλξεις ὕψωσον τοὺς μέλποντάς σοῦ τὰ ϑαυμάσια.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Τρυχομένων προστάτις, Μῆτερ Θεοῦ πάναγνε, Κεχαριτωμένη Παρϑένε, σκέπη καὶ πρόμαχε ἐμπεριστάτων πολλῶν, καμνόντων καὶ πενομένων ἀρωγέ, προσφύγων σου ζόφον διάλυσον.
Ἐπάκουσον, Τριὰς Ἀγία, δεήσεων οἰκετῶν σου καὶ παράσχου ἡμῖν ταχὺ ἐν βίῳ τὰ πρόσφορα, φιλάνθϑρωπε Πάτερ, Υἱὲ καὶ Πνεῦμα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάϑισμα·
Ἦχος β΄. Πρεσβεία ϑερμή.
Ἁγία Τριάς, Θεότης ὁμοούσιε, τρισήλιον φῶς, φωτίζον τὸ στερέωμα, ἀνεξίκακε Κύριε, σὺν Πατρὶ καὶ Υἱῷ Πνεῦμα Ἅγιον, ἡμῶν σκοτίαν σκέδασον παϑῶν αὐγαῖς φιλανθρώπου συμπαϑείας σου.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ῥὠμαλέου φρονήματος πλῆσον τοὺς δοξάζοντας ὕμνοις πρέπουσι ϑεῖον κράτος σου ἀείποτε, ὦ Τριὰς Ἀγία, ἀναλλοίωτε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἰξευτοῦ πάγας σϑένει σου ϑραῦσον τοῦ ἀρχαίου, Τριὰς πανεύφημε, Θεαρχία ἀνυπέρβλητε, ἄχραντε, ἀμίαντε καὶ ἄναρχε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀλγηδόνας ϑεράπευσον, ἐν τρισὶ προσώποις καὶ ὑποστάσεσι μία φύσις τε καὶ δύναμις, ἰατρὲ βροτῶν, Τριὰς ἀοίδιμε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σοί, Μητρόϑεε, κράζομεν· ἴσϑι παραστάτις ἐν βίου κλύδωσι καὶ ἰϑύντειρα πρὸς ἄκλυστον ὅρμον πάντων τῶν μακαριζόντων σε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Μέμνησο ἡμῶν Θεαρχία προαιώνιε, καὶ νεότητος συγχώρησον ἡμῖν ἀμπλακήματα ὡς ἄγαν εὐσυμπάϑητος.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἲστορ τῶν παϑῶν τῶν ἡμῶν κρυφίων, Κύριε, ἐλευϑέρωσον αὐτῶν ἡμᾶς ταχύ, πανσϑενὲς Τριάς, Θεὲ ἀνεξιχνίαστε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἂβυσσον τῶν σῶν οἰκτιρμῶν ἀντίϑες, Κύριε, τῶν ἡμῶν πλημμελημάτων ὀχετῷ, τρισυπόστατε Θεέ, ἐλέους χείμαῤῥε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θραῦσον τοῦ ἐχϑροῦ τὴν ἰσχύν, Θεογεννήτρια, βακτηρίᾳ μητρικῶν σου προσευχῶν πρὸς τὸν Ἕνα τῆς Τριάδος, ὃν ἐκύησας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Εὑφρόσυνον ἦμαρ ἐξανάτειλον ποϑεινῆς ἐπιστροφῆς εἰς σκηνώσεις τὰς οὐρανίους, Τριὰς Παναγία, ἔνϑεν δεσπόζεις ἁπάσης τῆς κτίσεως, ἥνπερ ἰδίαις σου χερσί, Πάτερ, Λόγε καὶ Πνεῦμα, ἐποίησας.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὁμόσκηνε, συμπαϑές, ἰσότιμε, ἀδιαίρετε Τριάς, Θεαρχία τρισσοφαές, Πάτερ, Λόγε καὶ Πνεῦμα, εἰς τὸν καιρὸν γήρως μὴ ἀποῤῥίψῃς με, ἀλλὰ ἀξίωσον τυχεῖν εὐφροσύνης σὺν σοὶ αἰωνίου με.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Τρισάκτινε Θεαρχία, Κύριε, ὁ οἰκῶν μόνος ἀπρόσιτον φέγγος, τοὺς πεπτωκότας εἰς ζόφον κακίας καὶ ἁμαρτίας ἀχρείους οἰκέτας σου ἀνάστησον καὶ σῷ φωτί, τῷ ἀδύτῳ ἡμᾶς καταλάμπρυνον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Η πάνσεπτος Μήτηρ τοῦ Παντάνακτος, ἀγαϑὴ Παντοβασίλισσα, σκέπε τοὺς ὑμνητάς σου καὶ ῥύου ἀνάγκης καὶ συμφορῶν καὶ δεινῶν περιστάσεων τοὺς σὲ ὡς ϑείαν ἀρωγὸν καὶ προστάτιν ἀεὶ μεγαλύνοντας.
Ἐπάκουσον, Τριὰς Ἀγία, δεήσεων οἰκετῶν σου καὶ παράσχου ἡμῖν ταχὺ ἐν βίῳ τὰ πρόσφορα, φιλάνθϑρωπε Πάτερ, Υἱὲ καὶ Πνεῦμα.
Ἀχρᾶντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Πάτερ προάναρχε, Λόγε συνάναρχε καὶ ὁμοούσιον Πνεῦμα, τρισήλιε Θεέ, τὸ πλάσμα χειρῶν σου ἐλέησον ὡς εὐσυμπάϑητος καὶ καϑοδήγησον ἡμᾶς πρὸς δρόμον εὐθὺν καὶ σωτήριον.
Προκείμενον.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Στίχος. Καρδίαν καϑαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματϑαῖον.
(Κεφ. ιη’ 10 – 20).
Εἴπεν ὁ Κύριος Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, πορευθεὶς ζητεῖ τὸ πλανώμενον; Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾿ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. Οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ρῆμα. Ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Ἀμὴν λέγω ὑμῖν, ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ, καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ. Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο ὑμῶν συμφωνήσωσιν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Οὗ γάρ εἰσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Δόξα.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν μονάδι, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταἷς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήϑη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποϑέμενοι.
Ἢλιε τρισάκτινε, Τριὰς σεπτή, Φῶς τοῦ κόσμου, Θεαρχία πάμφωτε, Κύριε ἀόρατε καὶ ἀμίαντε, Πάτερ προάναρχε σὺν τῷ συνανάρχῳ Λόγῳ καὶ τῷ ϑείῳ Πνεύματι, ξηρὰν καὶ ϑάλασσαν καὶ τῶν οὐρανῶν τὸ στερέωμα ὁ πήξας διὰ λόγου σου καὶ δημιουργήσας τὸν ἄνθρωπον, πέμψον ἐκ τοῦ ὕψους τῆς δόξης σου πλουσίως οἰκτιρμοὺς ἡμῖν καὶ ἄμετρον ἔλεος τοῖς δοξολογοῦσί σε.
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Σκοτασμὸν ἁμαρτίας καὶ παϑῶν χαμαιζήλων ἡμῶν ἀπέλασον ἀχλύν, Τριὰς Ἀγία, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ὡς οἰκῶν φῶς ἀπρόσιτον, Θεὲ οἰκτίρμον, λαμπρέ, τῆς συμπαϑείας κέρας.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Σὠφροσύνης χιτῶνα, εὐσεβείας σὸν δοῦλον, Τριὰς πανεύφημε, καὶ τῆς δικαιοσύνης ἱμάτιον, Θεέ μου, ἔνδυσόν με, τρισήλιε, ἵνα. ᾧδαῖς ἱεραῖς ἀεὶ δοξολογῶ σε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ὧ τρισσόκλεον φάος, Τρισαγία Θεότης, ἡμῶν ἐπάκουσον καὶ πλῆσον τὰς καρδίας τῶν σὲ δοξολογούντων χαρμονῆς, μόνε πρόξενε βροτείου γένους χαρᾶς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σὡτηρίαν τῷ γένει ἐδωρήσω μερόπων διὰ τοῦ Τόκου σου, ἑνὸς ἐκ τῆς Τριάδος τῆς πανσϑενοῦς, Παρϑένε, τῆς πηγῆς ἀγαϑότητος καὶ μόνου Δημιουργοῦ ἁπάσης οἰκουμένης.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Οὑρονοδρόμον ὑπόδειξόν μοι πορείαν τῷ σῷ δούλῳ, Τριὰς Παναγία, Πάτερ σὺν τῷ Λόγῳ καὶ Πνεύματι τῷ ϑείῳ.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Νωϑέος βίου δεῖξον ἡμᾶς ὑπερτέρους σὲ δοξάζοντας, Κύριε πάντων, ἄναρχε Θεέ μου, Τριὰς Ὑπεραγία.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἡδυπαϑείας τρυφὴν ἀρνήσασϑαι πάντας καταξίωσον σοὺς ὑμνηπόλους, τρισαυγὲς Θεότης, ὑπερδεδοξασμένη.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μὦρανον πάντας ἡμῶν ἐχϑρούς, Θεοτόκε, τοὺς ζητοῦντας ἡμᾶς ἀποῤῥίψαι, Κεχαριτωμένη, εἰς ὀόϑρον ἁμαρτίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμύμονας, ἀσπίλους τήρει καὶ ἀφϑόρους καὶ ἀσινεῖς βελεμνῶν τοῦ ἀλάστορος, Τριὰς Ἀγία, τοὺς πίστει δοξολογοῦντάς σε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Συλλήπτωρ ἐν τῷ βίῳ πέλεις οἰκετῶν σου καὶ συνεργὸς καὶ προστάτης καὶ πρόμαχος, Τριὰς Ἀγία, ἐλέους πηγὴ ἀκένωτε.
Ἀγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Χρωτὸς τῶν οἰκετῶν σου ϑεραπεία, Πάτερ σὺν σῷ Υἱῷ καὶ τῷ Πνεύματι, ἴασαι ἡμῶν κατώδυνα ἄλγη, Τριὰς πανεύφημε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μυρσίναις καὶ ἰάσμοις ὕμνων στέφομέν σε, Θεογεννῆτορ, ἡμῶν καταφύγιον ἐν πειρασμοῖς καὶ κινδύνοις καὶ περιστάσεσι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια·
Δεῦτε ἀνυμνήσωμεν ἐν χορῷ τὴν σεπτήν Τριάδα, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ ϑεῖον Πνεῦμα, τὴν μίαν Θεαρχίαν, ἰσχύν, οὐσίαν, φύσιν καὶ κυριότητα.
Πόϑῳ τὴν Τριάδα τὴν πανσϑενῆ τῶν βροτῶν χορεῖαι νῦν δοξάσωμεν καὶ φαιδροῖς ὕμνοις τὸν Πατέρα τιμήσωμεν καὶ Λόγον σὺν Πνεύματι τῷ ϑείῳ πάντες γηϑόμενοι.
Πέμψον τὰ ἐλέη σου δαψιλῶς ἐφ᾽ ἡμᾶς σὸν κράτος νῦν δοξάζοντας, Τρισαυγὲς Ἥλιε, Θεότης πανένδοξε, καὶ ῥῦσαι ἡμᾶς τῆς ἐπηρείας τοῦ παναλάστορος.
Δεῦτε προσκυνήσωμεν εὐλαβῶς κτίσεως ἁπάσης τὸν Δεσπότην καὶ Ποιητήν, ἄναρχον Πατέρα σὺν Λόγῳ συνανάρχῳ καὶ Πνεύματι Ἁγίῳ, μίαν Θεότητα.
Πάτερ Παντοκράτορ, Δημιουργὲ κτίσεως ἁπάσης σὺν τῷ Λόγῳ σου τῷ σεπτῷ καὶ συναϊδίῳ νῦν Πνεύματι, βοήϑει τοῖς σὲ δοξολογοῦσιν ὕμνοις ἀείποτε.
Δούλοις σου ἱλάσϑητι, τρισαυγὲς ὄντως Θεαρχία, καὶ γαυρίαμα τοῦ ἐχϑροῦ ἅπαντας πατῆσαι, Τριὰς ὑπεραγία, ἀξίωσον τοὺς πίστει δοξολογοῦντάς σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον· Ἦχος πλ. δ΄.
Εὑλογητὸς εἶ, Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι᾽ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνϑρωπε, δόξα σοι.
Ἕτερον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσκυνοῦντες Θεότητα τρισυπόστατον, Πατέρα, Λόγον καὶ Πνεῦμα, Τριάδα τὴν εὐκλεῆ, ὁμοούσιον, ὁμότιμον, ὁμόϑρονον, ἄναρχον, ἄγαν συμπαϑῆ καὶ ἀόρατον πιστῶς βοῶμεν· Ὁ μόνος ἔχων ἀϑανασίαν ὁδήγει ἡμᾶς, Θεέ, πρὸς δόξαν ἄληκτον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἲνα διανύσωμεν ὁδὸν τὴν στενὴν παρόντος τοῦ βίου δοῦλοι οἱ σοὶ ἀσφαλῶς, χάριν σου αἰτούμεϑα, Τριὰς ὁμόϑρονε, ἀγαϑή, ὁμοούσιε καὶ πάνσεπτε, Πάτερ σὺν Υἱῷ καὶ Πνεύματι, καὶ σὲ δοξάζοντες ἄσμασι φαιδροῖς καὶ εὐτάκτοις ὡς πηγὴν ἀφάτου ἐλέους χάριτος πληρούμεϑα τῆς ϑείας σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Πάτερ, Λόγε, Πνεῦμα, Παναγία Τριάς,
εὐλόγει σὺν Νικηφόρῳ Χαραλάμπη.

