Παρακλητικός Κανών εις την Αγίαν Παρθενομάρτυρα Αγαθήν
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
† Εορτάζεται στις 5 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
καὶ τὸ Τροπάριον.
῏Ηχος δ΄. ῾Ο ὑψωθείς.
Τὴν ἀγαθώνυμον πλουτήσασα κλῆσιν, τοῦ νοητοῦ Νυμφίου γέγονας νύμφη, Ἀγάθη καλλιπάρθενε καὶ μάρτυς θαυμαστή, πᾶσαν παραβλέψασα, ἡδονὴν τῶν παρόντων, ὡς ἀμνὰς ἀμώμητος, ἠκολούθησας Τούτῳ, διὸ καὶ νῦν ἑστῶσα σὺν Αὐτῷ, τοὺς σὲ τιμῶντας, μνημόνευε πάνσεμνε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ, ἐκ παντοίων δεινῶν.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς:
Ἀγάθη, σὲ ἔχοιμι ἀγαθὴν πρέσβιν ἐν βίῳ.᾿Α(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Ἀγάθυνον Κύριε ἀγαθέ, πρεσβείαις Ἀγάθης, καλλιμάρτυρος ἀγαθῆς, καὶ κλῖνον εὐήκοον τὸ οὖς σου, τοῖς πρέσβιν ταύτην προβάλλουσι δούλοις σου.
Γυνὴ μὲν τῇ φύσει καὶ ἀσθενής, ἀνδρεία ἐδείχθης, προαιρέσει σου ἀγαθῇ, διό με ἐνίσχυσον Ἀγάθη, τοῦ ἀγαπᾶν ἐκ ψυχῆς μου τὸν Κύριον.
Ἀδάμας καθάπερ ταῖς προσβολαῖς, ἐχθροῦ τοῦ πανώλους, ἀνεδείχθης Μάρτυς σεμνή, ὅν πάντοτε δίδου μοι εὐχαῖς σου, κατανικᾶν ὡς στρουθίον ἀνίσχυρον.
Θεοτοκίον
Θεὸς ἐσαρκώθη ἐκ σοῦ Ἀγνή, Ὃν πόθῳ χορεῖαι, αἱ φιλόαγνοι ψαλμικῶς, ἐδίψησαν ὥσπερ καὶ Ἀγάθη, καὶ ἡ ψυχή μου διψεῖ ὡς γῆ ἄνυδρος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Η ψυχή μου παρθένε, ἐπιζητεῖ πρόσωπον, τοῦ ἠγαπημένου Κυρίου, Ὃν σὺ τεθέασαι, διὸ ἀξίωσον, κἀμὲ ἰδεῖν τοῦτο Κόρη, θεία ἀγαθώνυμε, ταῖς ἱκεσίαις σου.
Σταυρωθεῖσα τῷ κόσμῳ, καὶ τοῖς τερπνοῖς ἅπασιν, ἔχεις νῦν τὰ πάντερπνα κάλλη, καὶ ἐπουράνια, παρθένων καύχημα, καὶ ὡραιότης Μαρτύρων· δυσωπῶ παράλαβε, κἀμὲ συμμύστην σου.
Ἐλευθέρωσον πάσης, δαιμονικῆς πλάνης με, καὶ φωτὶ Κυρίου ὁδεύειν, ᾿Αγάθη ποίησον, ὅπως τὸ Ὂνομα, τὸ ποθητὸν ἁγιάσω, ὢπερ ἅπας σῴζεται, ἐπικαλούμενος.
Θεοτοκίον
Ἐδοξάσθης Παρθένε, τὸν ᾿Ιησοῦν τέξασα, ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων, καὶ ἀσωμάτων τε, τῇ ταπεινώσει σου, ἧς μιμητὰς δεῖξον Μῆτερ, πάντας τοὺς αἰτοῦντάς σου, πρεσβείαν ἄμαχον.
Διάσωσον, ὦ Χριστομάρτυς ᾿Αγάθη, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ, καὶ φύλαττε ἀβλαβεῖς, τοὺς τιμῶντας ταῖς σαῖς πρεσβείαις.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Ἀγάθη σεμνή, τὸ αἷμά σου πρὸς Κύριον, δεικνῦσα ἀεί, ἰσχύεις ταῖς πρεσβείαις σου, ὑπὲρ ὅσοι πίστει προσφεύγουσι, καὶ κλῆσίν σου τὴν ἀγαθήν, ἐκ πόθου μάρτυς ὀνομάζουσι.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Χορηγείης μοι δέομαι, πλοῦτον χαρισμάτων τοῦ θείου Πνεύματος, ὡς τὸν πλοῦτον διεσκόρπισας, τοῖς πτωχοῖς πατρός σου Μάρτυς ἔνδοξε.
Οὐδαμῶς σοι ἐγένετο, κάλλος τὸ τοῦ σώματος τεῖχος πάντιμε, τῆς ἀγάπης τοῦ Κυρίου σου, ἐμποδῖζον ᾯ με Κόρη σύναψον.
῾Ιερεῖον προσήνεγκας, ὡς θεοαγάπητον παρθενίαν σου, ὦ παρθένων ἐγκαλλώπισμα, τήρει με ἁγνὸν ψυχῇ καὶ σώματι.
Θεοτοκίον
Μητρικά σου ὑπάνοιξον, σπλάγχνα Θεομῆτορ τοῖς πλῆθος πταίουσι, καθ᾿ ἑκάστην καὶ προστρέχουσιν, ὡς καταφυγῇ ἁμαρτανόντων σοι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
῎Ιδε τοῦ νοός, τὴν ἀστάθειαν καὶ ζάλην μου, ὦ Ἀγάθη καὶ στερέωσον, τοὺς λογισμούς μου, εἰς ἀγάπησιν τοῦ Πλάστου μου.
Ἂνεσίν μοι δός, ἐκ δαιμόνων ἐπιθέσεων, ὑπομονὴν καὶ ἐγκαρτέρησιν, ὡς μαρτυρίου, τὰς βασάνους ὑπομείνασα.
Γάλα θαυμαστῶς, Μάρτυς ἔνδοξε ἀνέβλυσεν, ἀνασπωμένων τῶν πανάγνων σου σαρκῶν, δι᾿ οὗ εὐφραίνεις, τὰς ψυχὰς τῶν θαυμαζόντων σε.
Θεοτοκίον
Ἂπας μου Ἀγνή, βίος πέλει ἐπιλήψιμος, ὅτι ἀντίκειται ἡ πρᾶξις τῷ νοΐ, διὸ βοῶ σοι, στήριξόν με ταῖς πρεσβείαις σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Θεράπευσον, τῆς ψυχῆς μου τραύματα, ὡς ὁ Πέτρος σε παμφώτως Ἀγάθη, ἐμφανισθείς, ἐν δεσμοῖς τὰς πληγάς σου, ἀπεθεράπευσεν ἐνδυναμώσας σε, τῇ χάριτι τοῦ ᾿Ιησοῦ, ἰωμένου ψυχάς τε καὶ σώματα.
Ἠφάνισεν, ὁ Χριστὸς τοὺς πόνους σου, τῇ ἐκχύσει τοῦ φωτὸς τοῦ ἀκτίστου, καὶ φυλακή, οὐρανὸς ἐγεγόνει, τῇ παρουσίᾳ ᾿Αγάθη Νυμφίου σου, Ὃν αἴτησαι φῶς τὸ Αὐτοῦ, χορηγεῖν ἡμῖν σκότει καθεύδουσι.
Νεάζουσα, ὑπεισῆλθες δεύτερον, μαρτυρίου σου τὸ στάδιον Μάρτυς, καὶ θαυμαστῶς, ἀπεστόμωσας πάντας, τοὺς συνηγόρους τῆς πλάνης τοῖς λόγοις σου, διὸ κἀμέ νικᾶν ἀεί, λογισμοὺς ἀντιθέους ἀξίωσον.
Θεοτοκίον
Παράκλησις, φιλοχρίστοις πέφυκας, καὶ τῶν πόνων γλυκασμὸς Θεομῆτορ, ὅθεν κἀμοί, ὡς ᾿Αγάθην σὴν δούλην, καὶ τῶν Μαρτύρων χορείας ἐγλύκανας, χορήγησον τὸν γλυκασμόν, ἡδυτάτης σου κλήσεως Δέσποινα.
Διάσωσον, ὦ Χριστομάρτυς Ἀγάθη, ἀπὸ πάσης ἐπιβουλῆς ἐχθροῦ, καὶ φύλαττε ἀβλαβεῖς, τοὺς τιμῶντας ταῖς σαῖς πρεσβείαις.
Ἂχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία οὐ μόνον σῆς πόλεως, ἀλλὰ πάντων Ἀγάθη χριστώνυμε, παρὰ Θεοῦ ἐδόθης ἐν θλίψεσι, διὸ βοῶμεν ἐκτενῶς, οἱ τὴν σὴν μνήμην ἐκ ψυχῆς, ἐκτελοῦντες καὶ λέγομεν· φάνηθι ἐν κινδύνοις, πρέσβις ἡμῶν καὶ χάριν, ἀπαλλαγῆς τῶν δυσμενῶν, ἱκεσίαις σου παρέχουσα.
Προκείμενον·
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις ∞ὑτοῦ.
Στίχος· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ…
Ευαγγέλιον. ᾿Εκ τοῦ κατὰ Ματθαῖον (Κεφ. κε΄ 1 – 13).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὑτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ Νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί· αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον, αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὑτῶν μετὰ τῶν λαμπάδων αὑτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ᾿Ιδού, ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. ῞Υστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ο δὲ ἀποκριθεὶς εἶπεν· ᾿Αμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
Νύμφη παναμώμητε, τοῦ γλυκυτάτου Νυμφίου, καὶ μαρτύρων ἥδυσμα, νοῦν ἔχουσα ὅσιον καὶ προαίρεσιν, ὅλην αὐτοθέλητον, σεαυτὴν προθύμως, τοῖς δημίοις παραδέδωκας, θῦμα θεόδεκτον, ὅπως εὕρῃς στέφος τὸ ἄφθαρτον· Ἀγάθη καλλιπάρθενε, πρέσβευε δεόμεθα πάντοτε, ὑπὲρ τῶν τιμώντων, σὴν μνήμην καὶ ἱκέτιδι φωνῇ, προσερχομένων ἑκάστοτε, ἵνα σε γεραίρωμεν.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ῥῦε Μάρτυς φλογός με, τῶν παθῶν ὡς Χριστός σε πυρὸς ἐῤῥύσατο, καὶ δρόσον χάριτός μοι, κατάπεμψον εὐχαῖς σου, ὅπως μέλπω λυτρούμενος· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.
Ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὸν Χριστὸν παροργίζω ταῖς φαύλαις πράξεσι, διό σε ἱκετεύω, ᾿Αγάθη σεμνοτάτη, ἐξιλέου τὸν Κύριον, καὶ τῶν Αὐτοῦ ἐντολῶν, πιστὸν ἐργάτην δεῖξον.
Σεῖσον ῥάθυμον νοῦν μου, ὡς σὴν πόλιν Δεσπότης Χριστὸς κατέσεισε, καὶ δὸς αὐτῷ τὴν νῆψιν, καλλίνικε Παρθένε, καὶ εὐχὴν ἀδιάλειπτον, ὅπως Θεῷ ἑνωθῇ, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Βρῶμα κεῖμαι ὀρνέων, ψυχοφθόρων Παρθένε ὁ τάλας δοῦλός σου, διὸ ἐν τάχει ρῦσαι, καὶ ζώωσον εὐχαῖς σου, σὺν Ἀγάθῃ τῇ μάρτυρι, ὅπως μετάσχω κἀγώ, μερίδος σῳζομένων.
ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.
῾Ιλάσθητί μοι, ὁ Θεὸς ἐκβοῶ σοι, ταῖς πρεσβείαις μάρτυρος ᾿Αγάθης, καὶ τοῦ μαρτυρίου, τὴν φλόγα ἄναψόν μοι.
Νίκην τιμίαν, ἐπεσπάσω ᾿Αγάθη, ἐναθλήσασα τοῖς πόνοις πολυτρόπως, ὅθεν ἐκβοῶ σοι, γενοῦ μοι ὑπαλεῖπτις.
Εὐχῇ ἁγίᾳ, ἐκοιμήθης Ἀγάθη, καὶ Χριστῷ παρέθηκας ψυχήν σου, δώρησαί μοι κόρη, εὐχὴν ἐνεργουμένην.
Θεοτοκίον
Ναὸν Υἱοῦ σου, ὡς ᾿Αγάθην Παρθένε, ποίησόν με ἐντεῦθεν ὅπως χαίρων, εἰς ναὸν εἰσέλθω, τῆς τούτου Βασιλείας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Βεβάρυμμαι ᾿Αγάθη, φόρτον ἁμαρτίας, ἐπιβαρύνων ἀθλίαις μου πράξεσιν, ἀφ᾿ ὧν ἐλεύθερον δεῖξον, Χριστοῦ δὲ δοῦλόν με.
᾿Ιδοῦσα ἡφαιστείου, πῦρ τὸ λαῦρον Μάρτυς, ἐπαπειλοῦν τὴν ψυχήν μου κατάσβεσον, καὶ τῶν δαιμόνων εὐχαῖς σου, τάχει ἐκλύτρωσαι.
Ὡς πόλιν σου Κατάνην, πάλαι ἱκεσίαις, σοὶ προσελθοῦσαν τῆς λάβας διέσωσας, οὕτω κἀμὲ θεία Μάρτυς, ἀεὶ διάσῳζε.
Θεοτοκίον
Ἀγάθυνον Χριστέ μου, καὶ θερμαῖς πρεσβείαις, τῆς ἀγαθῆς σου Μητρὸς καὶ σῆς Μάρτυρος, σεμνῆς ᾿Αγάθης με σῶσον, οἷς τρόποις ἔγνωκας.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Εἰς ὀσμὴν τῶν μύρων σου τῶν τερπνῶν, ἔδραμον Σωτήρ μου, ἀνεβόας τῷ Ἰησοῦ, νομίμως ἀθλοῦσα, ᾿Αγάθη ἀθληφόρε, διὸ τοῦ σοῦ Νυμφίου, τρυφᾷς τοῖς κάλλεσι.
Μόνον τοῦ Σωτῆρος τοῦ ἀγαθοῦ, κάλλος ἀθληφόρε, ἀγαπᾶν με ὅλῃ ψυχῇ, ὡς καὶ σὺ Ἀγάθη, ἠγάπησας ἐκ πόθου, ἀξίωσον σὸν δοῦλον, ταῖς ἱκεσίαις σου.
Ἒτερον, εἰδικὸν διὰ τὰς ἀγαθωνύμους
῎Εχουσαν σὴν κλῆσιν τὴν ἀγαθήν, Μάρτυς καὶ Παρθένε, μὴ παρίδῃς ποτέ κενήν, ἀλλὰ πλήρωσόν μου, τοὺς φιλοθέους πόθους, καὶ σύναψον Χριστῷ με, Ἀγάθη δέομαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Μάρτυς καὶ παρθένε τὸν Χριστόν, πάντοτε δυσώπει Ἀγάθη, ὑπὲρ τῶν ὅσοι σε, πόθῳ ἱκετεύομεν καὶ τὴν πρεσβείαν σου, ἐξαιτοῦμεν τὴν ἄμαχον, λυτροῦσθαι κινδύνων, καὶ τῶν περιστάσεων καὶ ἀξιώσειας, δόξης παραδείσου ὡραίου, βλέπειν τε τὸ ἄφθαστον κάλλος, σὺν Ἁγίων Πάντων θείοις τάγμασι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Στίχοι·
Ἀγαθὸν ἀεὶ Δεσπότην ἐκδυσώπει
Υπὲρ τῶν πιστῶς, ᾿Αγάθη, σὲ τιμώντων.