Παρακλητικός Κανών εις την Οσιομάρτυρα Μητέρα ημών Φιλοθέης της Αθηναίας

Ποίημα μοναχής Φιλοθέης

†Εορτάζεται στις 19 Φεβρουαρίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τόν αἰῶνα τό ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ´. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ μαρτυρίῳ σου Ὁσία στεφθεῖσα, αἱμάτων ῥείθροις σου σεπτῇ φοινιχθεῖσα, τῷ Βασιλεῖ παρίστασαι ὡς ἄμωμος ἀμνάς, καὶ κατατρυφῶσα νῦν οὐρανίων θαλάμων, ἐφελκύεις ἅπαντας, εἰς ὁμοίους σου ἄθλους, καὶ μεσιτεύεις νῦν ὑπὲρ ἡμῶν τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.

Δόξα. Καί νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· σοῦς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.

Καί ἀρχόμεθα τοῦ κανόνος·

Εἰς ἕκαστον τροπάριον λέγομεν·
Ἀγία τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Εἰς τά δύο τελευταῖα·
Δόξα και Νῦν.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Δεῦτε ἱκετεύσωμεν οἱ πιστοί, Φιλοθέην ὁσίαν, τὴν προστάτιν τῶν Ἀθηνῶν, εἰρήνευσον μῆτερ τὴν ζωήν ἡμῶν, ταῖς πρὸς Θεόν θερμαῖς ἱκεσίαις σου.

Παθῶν ὀλέθριων τοῦ δυσμενοῦς, ἀπάλλαξον, Μῆτερ, τοὺς σοὺς δούλους τοὺς ταπεινούς, καὶ ῥῶσιν ψυχῶν τε καὶ σωμάτων, ταῖς σαῖς πρεσβείαις τοῖς πᾶσι δώρησαι.

Γενναίῳ φρονήματι, ὦ σεμνή, ἐδίξαξας πάντας, τῶν τοῦ βίου καταφρονεῖν, καὶ τὰς ἐζοφωμένας διανοίας, ταῖς ἀρεταῖς σου καταύγασον, δέομαι.

Θεοτοκίον.
Δέσποινα, τὸ σῶμα καὶ τὴν ψυχήν τὴν έσκοτισμένην τῷ φωτὶ σου καταπλουτεῖς· ἐκ παντός κινδύνου ῥῦσαι πάντας, τῆς Φιλοθέης ταῖς θείαις δεήσεσι.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς καλὸν καὶ φιλόθεον, ὀσιακὸν σέμνωμα, καὶ μοναζουσῶν ὑπερτέρα, καὶ ἐνδιαίτημα, πρὸς τὰ σκηνώματα τῶν οὐρανῶν μετετέθης, εἰς ζωήν τὴν ἄληκτον, καὶ πανευφρόσυνον.

Μοναστῶν ἐγκαλλώπισμα καὶ κλέος πανάριστον δόξα Ἐκκλησίας ὑπάρχεις, Ἀγγέλων σύσκηνος, σὺ γὰρ ἐλάμπρυνας τῶν Ἀθηναίων τὴν πόλιν, τῷ μαρτυρικῷ σου στέφει, ἀξιάγαστε.

Ἀνεδείχθης τοῦ Πνεύματος περικαλλές σκήνωμα, σὲ κατοικητήριον ἔσχε, ἡ Παναγία Τριάς, διὸ καὶ ἤθλησας, καὶ τῶν τερπνῶν ἠξιώθης, νῦν ἀγαλλομένη εἰς τὰ οὐράνια.

Θεοτοκίον.
Τοὺς ἐν θλίψεσιν ὄντας διάσωσον, Δέσποινα, καὶ τοὺς πειρασμοῖς κλονουμένους πάντας ἀπάλλαξον, ταῖς ἱκεσίαις σου καὶ μεσιτείαις, Παρθένε, ὡς ἁγνή ὑπάρχουσα Θεομακάριστε.

Διάσωσον, Ὁσιομάρτυς, σοῦς δούλους, καὶ περιφρούρει, ἀπὸ λύπης καὶ συμφορῶν· εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἐκτενῆ παῤῥησίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Πεινώντων τροφός ἐδείχθης πανόλβιε· τὸν πλοῦτον, σοφή, ἐσκόρπισας, ἔδωκας, ἀσκητικῶς βιώσασα· Φιλοθέῃ ἔνδοξε, πλούτισον καὶ ἐκ πενίας λύτρωσαι ἡμᾶς, καὶ σῶσον, ταχέως μεσιτεύουσα.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὀρφανῶν πάντων γέγονας μήτηρ καὶ τροφός καὶ καταφύγιον, καὶ πρὸς ὅρμον καθοδήγησας, τοὺς εἰς σὲ προστρέχοντας, πανεύφημε.

Θεραπείᾳ νοσούντων ἐδείχθης καὶ λιμὴν πάντων εὔδιος, καὶ τυράννους σὺ κατῄσχυνας, ἀνδρικῷ νεὐρούμενη φρονήματι.

Ἐξ ἐχθρῶν τῶν μισούντων τὴν σὴν πόλιν φύλαττε ἀπαράτρωτον, καὶ ἀνάδειξον πανίσχυρον, Φιλοθέῃ μάρτυς τρισμακάριστε.

Θεοτοκίον.
Σὲ λιμένα καὶ τεῖχος, καὶ καταφυγήν ἀῤῥαγῆ κεκτήμεθα, τὰς ψυχάς ἡμῶν εἰρήνευσον, καὶ παθῶν δεινῶν ἡμᾶς ἀπάλλαξον.

ᾨδή ε΄. Φώτισον ὑμᾶς.
Φώτισον ἡμῶν, τὰς καρδίας καὶ ἐνίσχυσον, τὴν σὴν βοήθειαν διδοῦσα σεμνή, χαριτόβρυτε, πηγή πανευφρόσυνε.

Λάμπρυνον τὸν νοῦν, μοναστῶν σου καὶ ἐγκαίνισον, τῇ πρὸς Θεόν θερμή μεσιτείᾳ σου, σὺ γάρ ὑπάρχεις συμπαθής καὶ εὐίλατος.

Θεοτοκίον.
Ὁδήγησον, Ἁγνή, εἰς λιμένα εὐσπλαγχνίας σου τὰς ψυχάς ἡμῶν, καὶ περιφρούρησον, καὶ τὴν ὑγείαν τοῖς νοσοῦσι δώρησαι.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
Τῶν κάτω, κατεφρόνησας καὶ ὕψωσας, εὐαστήν πτερώσασα πρὸς ἄνω, καὶ τῶν πληγῶν ἀφελοῦσα τὸ κέντρον, τὰ λυπηρά εἰς δόξαν μετήλλαξας, καὶ ᾄδεις ἐν οὐρανοῖς, τὸν ποθούμενον πάντοτε βλέπουσα.

Ἀντίληψις, τῶν ἐν λύπαις πάνσεμνε, καὶ ἀδικουμένων ὤφθης προστάτις, τῶν πρὸς τὴν σὴν προστρεχόντων πρεσβείαν, ἀρυομένων γλυκεῖαν σου μέθεξιν, καὶ πάντων τῶν ἐν συμφοραῖς συμπαθής καὶ βεβαίᾳ ὀχύρωσις.

Φρουρόν σε, καὶ θερμόν προπύργιον, τῶν Ἀθηναίων εὗρε σὲ ἡ πόλις, τοῖς σοῖς λειψάνοις προστρέχει τοῖς θείοις, καὶ δαψιλῶς λαμβάνει τὰς χάριτας, διάσωσον ἐκ τῶν δεινῶν, Φιλοθέη μαρτύρων ἀγλάισμα.

Θεοτοκίον.
Λιμένα σε, Παναγία ἔχομεν, καὶ μεσίτριαν καὶ σκέπην, καὶ τεῖχος τῶν ἐναντίων ἐνέδρας συνθλάζεις, καὶ τὰς καρδίας κουφίζεις, Πανάχραντε, καὶ διασῴζεις ἅπαντας δεινῶν, Φιλοθέης ταῖς θείαις δεήσεσι.

Ἀπάλλαξον, ἀπό θλίψεων, τοὺς ἱκέτας σου Φιλοθέη, καὶ πρέσβευε ὑπέρ ἡμῶν, πρὸς Χριστόν τὸν Φιλάνθρωπον, ὡς ἔχουσα πρὸς Θεόν παῤῥησίαν.

Ἄχραντε, ἡ διά λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ἀγάπης πηγή ἐδείχθης ἀκένωτος, Φιλοθέῃ σεμνή, αἰχμαλώτων ἡ λύτρωσις, ἱκετεύουσα μὴ παύσῃ ὑπὲρ σῶν ἱκετῶν, άλλὰ ἴθυνον ὡς ἀγαθή, καὶ πρὸς λιμένα γαληνόν, τοὺς εὐλαβῶς προσκυνοῦντας σὲ. Λύτρωσαι τῶν κινδύνων, καὶ σῶσον ἐκ τῶν μισούντων, ἡ τῶν μαρτύρων καλλονῇ, καὶ τῶν Ἀγγέλων ὁμόσκηνε.

Προκείμενον.
Ὑπομένω ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματα μου.

Εὐαγγέλιον
Ἐκ τοῦ κατά Ματθαῖον
(Κεφ. ι΄ 16-21).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γάρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τὶ λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τὶ λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρός ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.

Δόξα…
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν…
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλῃ ἀπαστράψασα, τῇ τῆς ψυχῆς φωταυγείᾳ, Φιλοθέη πάντιμε, σκεῦος ὡραιότατον, καὶ μυρίπνοον, ὄρος γὰρ κατάσκιον· ἐξυμνεῖν οὐ δύναμαι τὰ πολλά σου κατορθώματα, καὶ οὕς ὑπέμεινας ὑπὲρ τῆς Χριστοῦ ἀγαπήσεως, πόνους τῆς ἀσκήσεως καὶ τοῦ μαρτυρίου τὴν ἄθλησιν, μήτηρ σὺ παρθένων, τροφός τῶν ὀρφανῶν καὶ τῶν χηρῶν, ἐν τῷ χειμῶνι ἐξήνθησας, ἄνθος εὐωδέστατον.

Σῶσον ὁ Θεός τόν λαό σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν λαμπρόν σου πορείαν ἐν τῷ βίῳ τούτῳ ἐγκωμιάζομεν, ἐν μέσῳ ταῖς Ἀθήναις, ἐβλάστησας ὡς ῥόδον, καὶ τὸ ἂστυ ἐκόσμησας, ταῖς ἡδυπνόοις ὀσμαῖς, τῶν σεπτῶν σου λειψάνων.

Τὴν πηγήν τοῦ ἐλέους, διὰ πρεσβειῶν σου, τοῖς πᾶσι ἄνοιξον, κρουνούς χαρίτων βρύεις, καὶ νόσους θεραπεύεις, καὶ ἐχθρῶν λύεις τὰς φάλαγγας, ἶνα τιμῶμεν ἀεί, τὰ θεῖα λείψανα σου.

Θησαυρός εὐσεβείας, καὶ πηγή εὐσπλαγχνίας, ὤφθης τοῖς πάσχουσι, καὶ τοῖς διωκομένοις, προπύργιον καὶ σκέπη, ἀντιλήπτωρ καὶ πρόμαχος, ὧ Φιλοθέῃ σοφή, μαρτύρων ὡραιότης.

Θεοτοκίον.
Ἡ μεσίτρια πάντων τῶν δεινῶς πεπτωκότων, σὺ μῆτερ γέγονας, καὶ τῶν πολεμουμένων ἀσπίς καὶ προστασία, Παρθένε καὶ λύτρωσις, ἡ καταυγάζουσα ἀεὶ πιστῶν τὰς διανοίας.

ᾨδή η΄. Τόν Βασιλέα.
Τῆς ἀμαθείας, τὰ ἐρέβη διαλύεις, φῶς Χριστοῦ διαχέουσα πᾶσι, καὶ καταφαιδρύνεις, ἡμῶν τὰς διανοίας.

Τῶν κακοδόξων, τὰς ἐνέδρας ἀφανίζεις, καὶ πλοκάς κακοβούλους συντρίβεις· ὅθεν σὲ γεγαίρει, Ἀθηναίων ἡ πόλις.

Ὁμολογίαν, τήν σεμνήν τοῦ Χριστοῦ σου, ἀνδρικῷ τῷ φρονήματι δίδως, καὶ καταπαλαίεις, ἀλλοπίστων τὰ θράση.

Θεοτοκίον.
Τῆς τοῦ Υἱοῦ σου, θερμουργοῦ προστασίας, τοὺς πιστῶς προστρέχοντας Παρθένε, καὶ ἐπιζητοῦντας, ἀξίωσον ἐν τάχει.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Κρουνούς μου τῶν δακρύων, βλέψον Φιλοθέῃ, καὶ σπεῦσον, καὶ βοηθός γενοῦ μοι σου δέομαι, τῶν λυπηρῶν τὰς αἰτίας, κατασυντρίβουσα.

Καρδίαν μου καὶ χείλη, κάθαρον θερμαῖς σου, πρεσβείαις καὶ τῆς ψυχῆς τὸν ζόφον διάλυσον, ἐν πἀῤῥησία πολλῇ, ἣν ἔχεις πρὸς Κύριον.

Ἐν ὤρα τοῦ κινδύνου, τοῦ ὄφεως κακίστας, λῦσον, σεμνή, φοβερὰς καὶ δεινὰς ἀπειλάς, καὶ τῶν ψυχῶν ἡμῶν μακράν ταύτας ἀπέλασον.

Θεοτοκίον.
Τοὺς πόνους καὶ τὰς θλίψεις, ἐκδίωξον ἐν τάχει, καὶ τῶν ψυχῶν τὴν εἰρήνην, Παρθένε ἁγνή, τῆς Φιλοθέης πρεσβείαις, τοῖς πᾶσι δώρησαι.

Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,
Χαίροις Ἀθηναίων ὁ θησαυρός, Φιλοθέῃ μάρτυς, τῶν ὁσίων ἡ καλλονή, καύχημα Ἐλλάδος, καὶ Ὀρθοδόξων κλέος, μετὰ σπουδῆς ἀξίως, πάντες ὑμνοῦμέν σε.

Ἀηδών γλυκύτατε καὶ σεμνή, μετὰ παῤῥησίας ἡ κηρύξασα τὸν Χριστόν, καὶ ἀξιωθεῖσα μαρτυρικοῦ στεφάνου, καὶ δόξης αἰωνίου, σὲ νῦν γεραίρομεν.

Ἔλαμψας τῷ ὕψει τῶν ἀρετῶν, καταφλεγομένη, ὑπό θείου ὄντως πυρός· τοῦ Πνεύματος σκεῦος ἐδείχθης Φιλοθέῃ, καὶ τὰς καρδίας πάντων ἡμῶν ἐστήριξας.

Ἀλάβαστρον μύρου ὀσιακοῦ, ἐκχέεις πλουσίως, εὐωδίαν τε εἰς ψυχάς, τῶν μετ’ εὐλαβείας καὶ πόθου προσιόντων, τοῖς θείοις σου λειψάνοις, ᾦ Παναοίδιμε.

Στενταγμούς καὶ δάκρυα καὶ δεινά, τῶν τῆς ἁμαρτίας ἀποδίωξον ἀφ’ ἡμῶν, καὶ σκέπε τῇ στοργῇ σου, τῶν Ἀθηνῶν τὴν πόλιν, τὸν Κτίστην δυσωποῦσα θείαις πρεσβείαις σου.

Ἕτερα Μεγαλυνάρια ποιηθέντα ὑπό τοῦ Σεβ. Μητροπολίτου Σερβίων καὶ Κοζάνης κυροῦ Διονυσίου, ἲνα ψάλλονται ἔν τῷ Ίερῶ Ναῷ τῆς Ἁγίας Φιλοθέης τοῦ ὁμωνύμου προαστίου τῶν Ἀθηνῶν κατά τήν ἡμέραν τῆς ἑορτῆς τῆς Ἁγίας.

Δεῦτε εὐφρανθῶμεν πνευματικῶς, ἐν ψαλμοῖς καὶ ὕμνοις, μελῳδοῦντες χαρμονικῶς, μνήμην τῆς Ἁγίας τελοῦντες Φιλοθέης, καὶ τὸν Χριστόν ἐν πᾶσι πιστῶς δοξάζοντες.

Τῷ σεπτῷ καὶ θείῷ τουτῷ ναῷ, ἐν τῷ φερωνύμῳ προαστίῳ τῶν Ἀθηνῶν, πίστει συνελθόντες, γεραίρομεν τὴν μνήμην, Φιλοθέης Χριστοῦ τῆς ὁσιομάρτυρος.

Χαίροις Φιλοθέη τῶν Ἀθηνῶν, γέννημα καὶ θρέμμα, καὶ προστάτις πάντων ἡμῶν, τῶν ἐν ἀληθείᾳ τιμώντων σε Ὁσία, καὶ ἐπικαλουμένων τὴν σὴν ἀντίληψιν.

Χαίροις Φιλοθέῃ ἐν γυναιξίν, ἡ τετιμημένῃ τοὺς τιμῶντας μνήμην τὴν σὴν, φύλατε καὶ σκέπε ἀπὸ παντός κινδύνου, εὐχαῖς καὶ ἱκεσίαις σου πρὸς τὸν Κύριον.

Ἰκευτεύομέν σε μετά θερμῆς, καρδίας Ὁσία, καὶ φρονήσεως ἀγαθῆς, δέξαι τὴν παράκλησιν τῶν πρὸς σὲ βοώντων, καὶ ταύτην τῷ Σωτῆρι Χριστῷ προσάγαγε.

Τὴν ὁσιομάρτυρα τοῦ Χριστοῦ, θείαν Φιλοθέην, ἱκετεύσωμεν οἱ πιστοί, ἧς ταῖς ἱκεσίαις ἵνα παντός ῥυσθῶμεν, κινδύνου ἐν τῷ βίῳ καὶ πάσης θλίψεως.

Ὄντως θαυμαστός ὁ Θεός ἡμῶν, διὰ τῶν Ἁγίων, ἡμᾶς πάντας εὐεργετῶν, καὶ τὴν Φιλοθέην προστάτιν ἀναδείξας, ἡμῶν ἣν καὶ τιμῶντες, τοῦτον δοξάζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῇς ἡμῖν σφόδρα, μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομα Σου ἐπικεκλήμεθα.

Καί νῦν…
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής καί Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τά ἑξῆς·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὥσπερ ἡ καλλίστη χελιδών, ἐν τυραννικῷ σκότει ἐφάνης, προαναγγέλλουσα, ἕαρ τὸ γλυκύτατον, διὰ τὸ γένος ἡμῶν, καὶ κηρύττουσα πίστιν, ἀγάπην, θυσίαν, ὑπὲρ τοῦ Χριστοῦ  Θεοῦ, ἔθηκας τὸ σῶμα σου σφάγιον ἄμωμον, οὕτω δὲ τὸ φυτόν εὐσεβείας, ἐν πολυωδύνῳ πατρίδι, ἀρδευθέν τῷ αἵματί σου ηὔξησεν.

Ὅμοιον.
Ὥσπερ ὁ ἀστήρ αὐγερινός, σκότη τὰ πυκνά ἐξαλείφει, καὶ διαχέει τὸ φῶς, οὕτω σὺ διέλαμψας, καταφωτίζουσα, σκοτεινός διανοίας τῶν χειμαζομένων ἐκ δολερᾶς ἀπειλῆς· μῆτερ Φιλοθέῃ Ὁσία, ῥῦσαι καὶ ἡμᾶς τῶν κινδύνων, τῇ θερμῇ πρὸς Κύριον πρεσβείᾳ σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.