Παρακλητικός Κανών εις την Αγία Μεγαλομάρτυρα και Ισαπόστολο Φωτεινή την Σαμαρείτιδα

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

 Ἦχος  δ΄ .Ὅ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς Ἀποστόλων κεκτημένῃ τὴν χάριν, μεγαλομάρτυς Φωτεινὴ ἀθληφόρε, διὰ παντὸς ὑπὲρ ἡμῶν ἱκέτευε, πάσης ἡμᾶς ῥύεσθαι, συμφορᾶς καὶ ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ τῶν πταισμάτων ἄφεσιν λαβεῖν, τοὺς προσιόντας, θερμῶς τῇ πρεσβείᾳ σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Φωτεινὴ δέξαι ἡμῶν τὸν ὕμνον. Γερασίμου.

ᾨδὴ α΄.Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν μου τὸ σκότος, διασκέδασον Φωτεινή, καὶ αἴτει συγχώρησιν πταισμάτων, τοῖς προσιοῦσι πιστῶς τῇ σῇ χάριτι.

Ὡς ἔχουσα Μάρτυς πρὸς τὸν Χριστόν, πολλὴν παῤῥησίαν, ἰσαπόστολε Φωτεινή, ἀπαύστως δυσώπει ἐκλυτροῦσθαι, πολυειδῶν ἡμᾶς πόνων καὶ θλίψεων.

Τὸ ὕδωρ ὡς ἤντλησας τῆς ζωῆς, πηγῆς ἐξ ἀφθόνου, ἰσαπόστολε Φωτεινή, τὴν δρόσον τῆς θείας εὐφροσύνης, ἡμῖν ἐπόμβρησον Μάρτυς δεόμεθα.

Θεοτοκίον.
Ἐτέχθη αἱμάτων σου ἐξ ἁγνῶν, ὁ πάντων Δεσπότης, δεσποτείας τοῦ πονηροῦ, ῥυόμενος κόσμον Θεοτόκε· διὸ ὑμνοῦμεν τὸν ἄφραστον τόκον σου.

ᾨδὴ γ΄. Ούρανίας ἁψῖδος.
Ἰσχὺν ἄμαχον Μάρτυς, παρὰ Χριστοῦ εἴληφας, τούτῳ Φωτεινὴ προσελθοῦσα, ψυχῆς θερμότητι· ὅθεν ἐνίσχυσον, τὴν ἀσθενοῦσαν ψυχήν μου, τοῦ πατεῖν τὴν δύναμιν, τοῦ παναλάστορος.

Νοσημάτων ποικίλων, καὶ πειρασμῶν λύτρωσαι, τοὺς ἐν τῷ ἁγίῳ Ναῷ σου πιστῶς προστρέχοντας, εἰρήνην νέμουσα, καὶ εὐπραγίαν ἐν βίῳ, Φωτεινὴ πανεύφημε, ἡμῖν δεόμεθα.

Ἡ σεπτή σου πρεσβείᾳ, τεῖχος ἡμῖν γένοιτο, τὰς τοῦ δυσμενοῦς καθ’ ἑκάστην, ὁρμὰς ἀπείργουσα· σὲ γὰρ προσφύγιον, ἐν πολυτρόποις ἀνάγκαις, Φωτεινὴ κεκτήμεθα, οἱ προσιόντες σοι.

Θεοτοκίον.
Δεξαμένῃ ἀφλέκτως, ἐν σὺ γαστρὶ Ἄχραντε, πῦρ τὸ τῆς Θεότητος Κόρη, φλέξον τὴν ἄκανθαν, παθῶν θλιβόντων με, πυρὶ τῆς σῆς προμηθείας, ἵνα μεγαλύνω σε, ὡς προστασίαν μου.

Διάσωσον, πάσης ἀνάγκης φωτώνυμε Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τὴν τῶν πταισμάτων συγχώρησιν αἰτουμένῃ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ τῆς ζωῆς προσῆλθες ἐν τῷ φρέατι, σεμνὴ Φωτεινή, καὶ φωτισμοῦ πεπλήρωσαι, δι’ οὗ παθῶν σκοτόμαιναν, καὶ δεινῶν νοσημάτων ἐπήρειαν, ἀποδιώκεις ἀεὶ ἀφ’ ἡμῶν, τῶν πίστει καὶ πόθῳ προσιόντων σοι.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐκ πηγῆς φωτοδότιδος, καταλαμπομένη Φωτεινὴ πάνσεμνε, σκοτασμοῦ παθῶν ἀπάλλαξον, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

Ξενοτρόπως ἠγώνισαι, καὶ ξένων χαρίτων τυχοῦσα ἔνδοξε, προστασίᾳ ἡμῖν δέδοξαι, καὶ θερμὴ βοήθεια ἐν θλίψεσι.

Ἀνωτέρους διάσῳζε, πάσης δυσχερείας καὶ περιστάσεως, Ἰσαπόστολε πανεύφημε, τοὺς τῇ ἀρωγῇ σου πίστει σπεύδοντας.

Θεοτοκίον.
Ἴασαι μου τὰ τραύματα, τῆς ψυχῆς Παρθένε καὶ τὰ τοῦ σώματος, καὶ τὸν νοῦν μου θᾶττον λύτρωσαι, πάσης ἐπηρείας τοῦ ἀλάστορος.

ᾨδὴ. ε΄. Φώτισον ἡμᾶς.
Ἤνεγκας στεῤῥῶς, αἰκισμοὺς Χριστὸν κηρύττουσα· διὸ ῥῦσαι τῶν βελῶν τοῦ πονηροῦ, Φωτεινὴ τοὺς τὴν σὴν ἄθλησιν γεραίροντας.

Μώλωπας ψυχῶν, καὶ σωμάτων νόσους ἴασαι, τῶν πιστῶς σοι προσιόντων Φωτεινή, ὡς μεγίστην πρὸς Χριστοῦ χάριν πλουτήσασα.

Ὡς παρὰ Χριστοῦ, δεξαμένῃ ὕδωρ ἄφθαρτον, τὰς φλωγώδεις τῶν παθῶν ἐπαγωγάς, τῆς ψυχῆς μου Ἰσαπόστολε κατάσβεσον.

Θεοτοκίον.
Νέκρωσον Ἀγνή, τῆς σαρκός μου τὰ φρονήματα, ἡ τεκοῦσα τὴν ζωὴν τὴν ἀληθῆ, καὶ καταύγασον τὸν νοῦν μου τῇ σῇ χάριτι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὴν χάριν, παρὰ Χριστοῦ δεδεγμένη, Ἀποστόλων διανύεις τὸν δρόμον· διὸ ἡμᾶς ἐνδυνάμωσον Μάρτυς, τῶν ἐντολῶν τὴν ὁδὸν τὴν σωτήριον, βαδίζειν πίστει ἀληθεῖ, Φωτεινὴ ἰσαπόστολε ἔνδοξε.

Οἱ πίστει, τῷ σῷ Ναῷ προσιόντες, ὡς λιμένι Φωτεινὴ ἀκυμάντῳ, τρικυμιῶν τῶν ἐν βίῳ λυτροῦνται, καὶ οὐρανίου γαλήνης μετέχουσι, καὶ χαριστήριον ᾠδήν, εὐχαρίστῳ καρδίᾳ σοι ᾅδουσι.

Ναμάτων, ζωοποιῶν πεπλησμένῃ, Φωτεινὴ μεγαλομάρτυς Κυρίου, τοὺς θολεροὺς τῶν παθῶν μου χειμάῤῥους, τῇ μυστικῇ ἐπομβρίᾳ σου ξήρανον, καὶ ἄρδευσον μου τὴν ψυχήν, πρὸς ζωῆς εὐκαρπίαν οὐράνιον.

Θεοτοκίον.
Ὑψίστου, περιφανέστατος θρόνος, τοῦ τεχθέντος ἐξ ἁγνῶν σου αἱμάτων, σὺ ἀληθῶς Θεοτόκε έδείχθης· διὸ τὸν νοῦν μου ἀνύψωσον δέομαι, ἀπὸ κοπρίας τῶν παθῶν, καὶ πικρὰς συνηθείας με λύτρωσαι.

Διάσωσον, πάσης ἀνάγκης φωτώνυμε Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, τὴν τῶν πταισμάτων συγχώρησιν αἰτουμένη.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Toῖς τῶν αἱμάτων σου.
Ὡς τὸν Χριστὸν ἐν τοῖς ἄθλοις δοξάσασα, ὑπερφυῶν δωρεῶν κατηξίωσαι, καὶ νῦν Φωτεινὴ ἰσαπόστολε, τὰς ἰκεσίας ἡμῶν δέχου πάντοτε, καὶ πλήρου ἡμῶν ἅπαν αἴτημα.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ι΄ 16 – 22).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Kαὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὕδωρ τὀ ζωήῤῥυτον, παρὰ Χριστοῦ δεξαμένῃ, γλυκασμὸν οὐράνιον βλύζεις τοῖς προστρέχουσι τῇ πρεσβείᾳ σου, Φωτεινὴ πάντιμε, Ἀθληφόρων δόξα, διὰ τοῦτο δυσωποῦμέν σε, πικρίαν ἅπασαν τὴν τῆς ἁμαρτίας διάλυσον, καὶ τὸν ἰὸν τοῦ ὄφεως, τὸν λόγοις καὶ ἔργοις χεόμενον, ἐν τῇ, διανοίᾳ, ἀπόσμηξον ἡμῶν ταῖς πρὸς Θεὸν πανευπροσδέκτοις πρεσβείαις σου, μάρτυς Ἰσαπόστολε.

Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μολυσμῶν ψυχοφθόρων, τὰς καρδίας ἐκκάθαρον Ἰσαπόστολε, ῥοαῖς τῶν σῶν χαρίτων, ἡμῶν τῶν σὲ τιμώντων, καὶ βοώντων ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νοσημάτων παντοίων, πειρασμῶν ἀδοκήτων καὶ περιστάσεων, καὶ πάσης ἄλλης βλάβης, συντήρει ἀνωτέρους, Φωτεινὴ τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ὁ σὸς ἅγιος οἶκος, ἁγιάζει τοὺς πίστει ἐν τούτῳ σπεύδοντας, καὶ ῥῶσιν καὶ ὑγίειαν, παρέχει καθ’ ἑκάστην, Φωτεινὴ τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ὑπετάγην Παρθένε τῷ παναλάστορι, ἀλλὰ τῆς τούτου ῥύμης, ἀπάλλαξον με τάχος, καὶ βοῶντά με ζώωσον, χαῖρε πιστῶν προσφυγή, καὶ σωτηρία κόσμου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην αἴτει, καὶ εὐπραγίαν ἐν βίῳ, καὶ συγχώρησιν πταισμάτων Ἀθληφόρε, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐν εὐλαβείᾳ, τῇ σῇ ἑστῶτες Εἰκόνι, ἐκδεχόμεθα ἁγιασμὸν καὶ χάριν, Φωτεινὴ ἁγία, οἱ πόθῳ σε τιμῶντες.

Ῥῶσιν σωμάτων, ῥῶσιν ψυχῶν ἡμῖν δίδου, Ἰσαπόστολε ταῖς σαῖς ἱκετηρίαις, καὶ παθῶν ποικίλων, ταχεῖαν  θεραπείαν.

Θεοτοκίον.
Ἄχραντε Κόρη, ἡ τετοκυῖα ἀφράστως, μετὰ σώματος τὸν Ποιητὴν τοῦ κόσμου, ῥῦσαι τὴν ψυχήν μου, ἐχθροῦ τῆς δυναστείας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνοῦσα τοῖς Ἀγγέλοις, Φωτεινὴ θεόφρον, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα ἱκέτευε, τῶν ἐκζητούντων ἀπαύστως τὴν σὴν ἀντίληψιν.

Ἰσχὺν τοῖς ἀσθενέσι, καὶ τοῖς θλιβομένοις, ἀεὶ ἐξαίτει τὴν ἄνεσιν πάνσεμνε, ὡς παρεστῶσα Κυρίῳ τῷ σὲ δοξάσαντι.

Μανίας τοῦ βελίαρ, τήρει ἀνωτέρους, τοὺς πρὸς τὴν σὴν ἀφορῶντας βοήθειαν, Μεγαλομάρτυς Κυρίου καὶ Ἰσαπόστολε.

Ὁλόφωτον παστάδα, ἤδη κατοικοῦσα, καὶ τῷ φωτὶ τοῦ Κυρίου ἐκλάμπουσα, ὦ Φωτεινὴ σκοτομήνης παθῶν με λύτρωσαι.

Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, καὶ μετανοίας τοῖς ὕδασι ἔκπλυνον, τὴν μολυνθεῖσαν ψυχήν μου τοῖς παραπτώμασι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ἐκ Σαμαρείας Νύμφην Χριστοῦ καὶ ἀξιωθεῖσαν ὁμιλίας τῆς παρ’ αὐτοῦ, Φωτεινὴν τὴν θείαν, ὑμνήσωμεν ἀξίως, ὡς μάρτυρα Κυρίου καὶ Ἰσαπόστολον.

Ὓδωρ δεξαμένη τὸ τῆς ζωῆς, παρὰ τοῦ Σωτῆρος, ἐν τῷ φρέατι μυστικῶς, Φωτεινὴ πηγάζεις, νάματα σωτηρίας, κηρύξασα ἐν κόσμῳ, τὸ Εὐαγγέλιον.

Νόμου καταλείψασα τὴν σκιάν, τῷ φωτὶ προσῆλθες, θεολήπτῳ Μάρτυς ψυχῇ Χριστοῦ τοῦ Σωτῆρος, καὶ φαίνεις τοῖς ἐν κόσμῳ ὧ Φωτεινῇ, τὸν λόγον τῆς θείας πίστεως.

Χαίροις Ἰσαπόστολε τοῦ Χριστοῦ, Φωτεινὴ θεόφρον, ἡ κηρύξασα εὐθαρσῶς, τὸ τῆς εὐσεβείας μυστήριον τὸ μέγα, καὶ ἤθλησας νομίμως στεῤῥῷ φρονήματι.

Ἤνεγκας αἰκίας πολυειδεῖς, γυναικείαν φύσιν παριδοῦσα ὡς νουνεχής, Φωτεινὴ θεόφρον, καὶ ᾔσχυνας τὸ κράτος τῆς εἰδωλομανίας, καλῶς ἀθλήσασα.

Χάριν ἀναβλύζει ὁ σὸς ναὸς, καὶ παρέχει πᾶσιν, ἰσαπόστολε Φωτεινή, θείαν εὐφροσύνην, τῇ σῇ ἐπιστασίᾳ καὶ λύει παθημάτων, πᾶσαν ἐπήρειαν.

Πλήρου τὰς αἰτήσεις πάντων ἡμῶν, Φωτεινὴ παμμάκαρ, τῶν τιμώντων σε εὐλαβῶς, καὶ τῶν πρεσβειῶν σου, ἀπέλασον τῷ φέγγει, παθῶν καὶ νοσημάτων, ζόφον ψυχόλεθρον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ τροπάριον Ἦχος γ΄.
Θείῳ Πνεύματι καταυγασθεῖσα καὶ τοῖς νάμασι καταρδευθεῖσα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος πανεύφημε τῆς σωτηρίας τὸ ὕδωρ ἐξήντλησας, καὶ τοῖς διψῶσιν ἀφθόνως μετέδωκας, μεγαλομάρτυς καὶ ἰσαπόστολε Φωτεινή, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῖς ζωηῤῤήτοις ὕδασι δροσίσαι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς τοῦ Σωτῆρος Φωτεινή, τοὺς ἐν διαφόροις ἀνάγκαις καὶ περιστάσεσι, θᾶττον ἀπολύτρωσαι, ταῖς ἱκεσίαις σου, καὶ εἰρήνην καὶ ἴασιν παράσχου Ἁγία, τοῖς πιστῶς προσπίπτουσι τῇ προστασίᾳ σου, ἔχουσα πολλὴν παῤῥησίαν, πρὸς τὸν σὸν νυμφίον καὶ Κτίστην, ὑπὲρ οὗ στεῤῥοὺς ἀγῶνας ἤνυσας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Φωτὶ Φωτεινὴ τῆς σῆς θερμῆς πρεσβείας.
Γερασίμου σκέδασον παθῶν τὸ σκότος.

Παρακλητικός Κανών εις την Αγία Ένδοξο Ισαπόστολο και Μεγαλομάρτυρα Φωτεινή την Σαμαρείτιδα

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Η μνήμη έπιτελείται τήν 26ην Φεβρουάριου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ Τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἐκ τοῦ καύσωνος τοῦ βίου ἐλθόντες, ὥσπερ εἰς φρέαρ Φωτεινὴ τῷ ναῷ σου, ἀντλῆσαι ὕδωρ θέλομεν ζωῆς, ὅθεν σου τὸ ἄντλημα, ἐκτακεῖσι Ἁγία, μὴ έλλίπης πάντοτε, τῶν εὐχῶν ἐκχωροῦσα, τοῦ γὰρ Κυρίου ἐσμεν μαθηταί, ὦ Σαμαρείτις, ὃν σὺ κατεδρόσισας.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χριστοῦ με ὕδωρ πότισον, ὦ Σαμαρείτις. Ἀθανάσιος.

Ἦχος πλ. δ΄. ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Xριστὸν ἐπὶ φρέαρ τοῦ Ἱακώβ, ὡς εὗρες Ἁγία, καταξίωσον καὶ ἡμᾶς, εὑρίσκειν Αὐτὸν προσερχόμενος, ἐπὶ πηγὴν τὸν Ναόν σου τὸν πάντιμον.

Ῥυσθεῖσα ἀνόμου διαγωγῆς, Κυρίου τοῖς λόγοις, ἀπεκάθηρας σὴν ψυχήν, διὸ φωτεινὸς οἶκος ὡς οὖσα καταύγασον θείαις πρεσβείαις σου.

Ἰλὺν ἐκφυγοῦσα τῶν ἡδονῶν, ψυχῆς σου δυνάμεις, ἀφιέρωσας τῷ Θεῷ καὶ ὕδατι θείῳ ἐμπλησθεῖσα, τοῖς σοὶ προστρέχουσι τοῦτο μετόχευσον.

Θεοτοκίον.
Σωθεῖσα ἡ φύσις τῶν γηγενῶν, σαρκώσει τοῦ Λόγου, σὲ δοξάζει Μῆτερ Θεοῦ, ὡς ὄργανον τῆς παλιντοκίας, ἧς ἠξιώθη καὶ αὖθις ἐγήγερται.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταλαιπώρου με βίου, καὶ κοσμικῆς σκέψεως, πόῤῥω ἀπομάκρυνον Μάρτυς, τῇ μεσιτείᾳ σου, καὶ καταξίωσον, ἀκολουθεῖν τῷ Κυρίῳ, καὶ τοῖς θείοις νάμασι, καταποτίζεσθαι.

Οὐρανὸν τὴν καρδίαν, καὶ τὴν ψυχὴν ποίησον, τῶν προσερχομένων σοι πίστει, ὦ  Ἰσαπόστολε, καὶ τὴν ἐνέργειαν, εὐχῆς δραστήριον δεῖξον, ὡς σοὶ ἀπεκάλυψε, θεῖος Διδάσκαλος.

Ὕδωρ πότισον πάντας, τοὺς τηκομένους τοῖς πταίσμασιν, ὅπερ ἐκπιοῦσα Ἁγία, σὺ ἐξεδίψασας, καὶ φρέαρ γέγονας, ζωῆς ὅσοι σὰ ἆθλα, εἶδον καὶ ἐπίστευσαν Θεὸν τὸν Κύριον.

Θεοτοκίον.
Μεγαλύνει πνοή σε, πᾶσα βροτῶν Δέσποινα, ὅτι τῆς πνοῆς τεχνουργέτην, σὺ ἀπεκύησας, καὶ ἀνεζώωσας, τὴν πρὶν νοσοῦσαν βαρέως, φύσιν τὴν ταλαίπωρον, καὶ ἀνεκαίνισας.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεία Μάρτυς, ὅτι πίστει πολλὴ τῷ Ναῷ σου προσπίπτομεν, ζητοῦντες Φωτεινὴ θεῖον Ὕδωρ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἑξάδα ἀνδρῶν, ὡς σὺ Ἁγία ἔλιπες, πληθὺν τῶν παθῶν, πεντάδι τῶν αἰσθήσεων, σωρευθεῖσαν ψυχῇ μου ἀπόπλυνον, τοῦ Ὕδατος θείου ὀχετοῖς, πρεσβείαις Φωτεινὴ πρὸς τὸν Φιλάνθρωπον.

ᾨδὴ  δ΄. Εἰσακήκοα Κύριε.
Ἕκτη ὥρα κατέλαβε, τὴν ὁδοιποροῦσα ψυχὴν φωτώνυμε, ὅθεν δίψαν μου κατάψυξον, ἐμπιπλώσα χάριτος τὸν δοῦλόν σου.

Ὕλης πάθος καθέλκει με, ἀφιστῶν τῆς μνήμης νοῦν τοῦ Κυρίου μου, διὸ δέομαι Ἁγία μου, σαῖς εὐχαῖς Αὐτῷ γνησίως σύναψον.

Δός μοι ἄντλημα δέομαι, ἵνα ἀπαντλήσω Ὕδωρ τὸ ἄφθονον, ὁ ποτίζει αἰσθητήρια, καὶ ψυχῆς δροσίζει τὸν Παράδεισον.

Θεοτοκίον.
Ὠκεάνεια ἔβλυσε, ῥεῖθρα τῇ Σαρκώσει πᾶσι Φιλάνθρωπος, τοῦ ἐλέους Παναμώμητε, δι’ ὧν περιχέει πάντα ἄνθρωπον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥήμασι ζωῆς, τὰς ψυχὰς ἡμῶν δυνάμωσον, ὦ Σαμαρείτις  Ἰσαπόστολε, ἡ πλήθη σφόδρα, διδαχαῖς σοι διασώσασα.

Πνεῦμα ὁ Θεός, εἴρηκέ σοι ὁ Διδάσκαλος, καὶ ἀλήθεια δεῖ Αὐτὸν προσκυνεῖν, διό με λάτριν, ἀληθῇ Τούτου ἀπόδειξον.

Ὄρη Φωτεινή, προσευχῆς Χριστοῦ ἀνάδειξον, τοὺς προσιόντας σοι ἐκ πίστεως, ἀναβλαστοῦντας, ἀρετῆς δένδρα τὰ πάντερπνα.

Θεοτοκίον.
Τρόποις μητρικοῖς, τῷ Κυρίῳ με προσάγαγε, τὸν πεπτωκότα παραπτώμασι, καὶ μὴ τολμῶντα, ἐκζητῆσαι θεῖον ἔλεος.

ᾨδὴ  στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰθύνας σε, Φωτεινὴ ὁ Κύριος, βαθμηδὸν πρὸς τὴν τελείαν ἀγάπην, τὴν πανοικεῖ προητοίμασε δόξαν, ἀντὶ βασάνων δεινῶν ὧν ὑπέστητε, ἀγάπης θύματα Αὐτοῦ, καὶ ἡμᾶς ταῖς εὐχαῖς σου ἀνάδειξον.

Σαμάρεια, ἐφωτίσθη κλήσει σου, καὶ ἐφεῦρε ἐν Χριστῷ σωτηρίαν, καὶ σὺν αὐτῇ, ὅσοι Μάρτυς τοὺς λόγους, τοῦ σοῦ κηρύγματος εἶτα ἐδέξαντο, διὸ βοῶμεν καὶ ἡμᾶς φωτισμοῦ ἀξιῶσαι πρεσβείαις σου.

Ὡς εἶπέ σοι, ὅσα πέπραχας πρώην, καὶ κρυπτὰ τῆς σῆς καρδίας ἐγνώκει, τοὺς λογισμοὺς καὶ τὰς πράξεις εὐθῦναι, πρὸς ἐντολῶν Αὐτοῦ πλήρωσιν Μάρτυς μου, ὑδρίαν μου ὅπως κἀγώ, καταλείψω εὐθὺς τὴν πηλόπλαστον.

Θεοτοκίον.
Ναόν με, τοῦ Υἱοῦ σου τίμιον, ἐναπόδειξον Ἁγνὴ θεομῆτορ, ὅπως εὐχῇ, ἁγιάζωμαι ὅλος, καὶ τὴν λατρείαν τελῶ τὴν τοῦ Πνεύματος, ὡς εἴρηκε τῇ Φωτεινῇ, ἐν πηγῇ τῆς Συχὰρ ὁ Φιλάνθρωπος.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεία Μάρτυς, ὅτι πίστει πολλῇ τῷ Ναῷ σου προσπίπτομεν, ζητοῦντες, Φωτεινὴ θεῖον Ὕδωρ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα, μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεῖα τῶν Χριστιανῶν.
Ἡ τὸ ὕδωρ ζῶν σχοῦσα εὕρημα,  Φωτεινὴ καὶ ἡμᾶς καταξίωσον, ἔχειν τοῦτο, καταδροσίζον τηκομένους δεινῶς, ἐκ τοῦ βίου πειρασμῶν, καὶ προσβολῶν τοῦ πονηροῦ, πολεμοῦντος ἀείποτε· ὅθεν τὰς ἱκεσίας, πρόσδεξαι Σαμαρείτις, ἡ τῷ φωτὶ τοῦ Ἰησοῦ, τὰς ψυχὰς καταγλαΐζουσα.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῤήματα αὐτής.
Στίχος. Οἱ ούρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννου.
(Κεφ. δ΄, 5-14).
Τῷ καιρῷ ἐκείνῳ ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δι’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

Δόξα.
Ταῖς  Ἰσαποστόλου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Στιχηρὸν προσόμοιον.
Ἦχος πλ. β΄. Ὀλὴν ἀποθέμενοι.
Ὅλην σου τὴν δύναμιν, τῆς ἀγαπήσεως πρώην, πρὸς τὴν ματαιότητα, ἔσχες παμμακάριστε, ἀλλὰ ὕστερον, πρὸς Χριστὸν ἔτρεψας καὶ Μαρτύρων πλήθους, τὰς ψυχὰς πόθῳ ἐκκαύσασα, καὶ σὺ ἐνήθλησας, οὕτω καὶ ἡμᾶς καταξίωσον, σφόδρα φιλεῖν τὸν Κύριον καὶ ποιεῖν τὰ τούτου θελήματα, ὅπως κληρονόμοι, γενώμεθα Φωτὸς ἀληθινοῦ, καὶ πίνειν ὕδωρ τοῦ Πνεύματος, εἰς ζωὴν ἁλλόμενον.

Σῶσον, ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ  ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς κατέπεισας λόγοις, τοὺς συμφελέτας καὶ ἤγαγες, πρὸς Κύριον ἀγάγοις, ὦ Σαμαρείτις πάντας, τοὺς ναῷ σου προστρέχοντας, καὶ ἐκβοῶντας θερμῶς, Θεὸς εὐλογητὸς εἶ.

Σαμαρείας ἐφάνης, ἡ ἀπαρχὴ γνώσεως, ἀληθινῆς λατρείας, καὶ τῆς θεολογίας, ὦ Φωτεινὴ ἔνδοξε, διὸ εὐχαῖς σου ἡμᾶς, θεολογίας πλῆσον.

Ἄντλημα μοι οὐκ ἔστι, καὶ καταφρύσσει ἡ δίψα με, διὸ Μεγαλομάρτυς, σὺ ἄντλησόν μοι Ὕδωρ, καὶ καρδίαν κατάψυξον, ἵνα ὑμνῶ ἐκ ψυχῆς, Θεὸν τὸν τῶν Πατέρων.

Θεοτοκίον.
Μητροπάρθενε κλῆσις, τοῦ σοῦ τιμίου ὀνόματος, παντὸς πιστοῦ γλυκαίνει, ψυχήν τε καὶ καρδίαν, καὶ προτρέπει πρὸς αἴνεσιν, τῆς ἀναγούσης ἡμᾶς, Θεῷ τῷ τῶν Πατέρων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀγάπης πλήθει, ἁμαρτιῶν ἀπεπλύθης, καὶ Χριστοῦ ὀπίσῳ ἐκολλήθης, θεία Σαμαρείτις, Αὐτῷ προσάρμοσόν με.

Ῥερυπωμένας, ψυχὰς τῷ ὕδατι, πλῦνον Φωτεινὴ τῷ θείῳ καὶ χιτῶνα, τὸ λοιπὸν τηρῆσαι, λαμπρὸν καὶ φωτοφόρον.

Ἕκτή με ὥρα, καταλαμβάνει καὶ δίψα, τὴν ψυχὴν Ἁγία καθ’ ἑκάστην, ὅθεν πότισον με, τὸ ζωηφόρον νᾶμα.

Θεοτοκίον.
Ἰθύνοις Κόρη, πρὸς τὸν σὸν Τόκον  ψυχήν μου, ὥσπερ σκάφος περιαντλουμένην, λυπηροῖς τοῦ βίου, καὶ προσβολαῖς τοῦ πλάνου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν οἶκον σου Ἁγία, σύλλογον Μαρτύρων, καὶ ἀθλητῶν στεφηφόρων ἀπέδειξας, διὸ κἀμὲ ἀξιώσαις, δόξης ἥv ἔσχετε.

Ἰλὺν ἀπετινάξω, πᾶσαν ἐκ σαρκός σου, ἀποδαρεῖσα φρικτῶς ὦ Πανάριστε, ἧς ἀποστῆναι ὑμνοῦντας, σὲ καταξίωσον.

Σὺ φρέαρ Ζῶν ἐφεῦρες, Ἰησοῦν καὶ φρέαρ, μαρτυρικῶς ἔσχες ἆθλον Πολύαθλε, διὸ πληθύν μου πταισμάτων, εἰς φρέαρ σύγκλεισον.

Θεοτοκίον.
Ἀθάνατον πηγήν σε, Ὕδατος τοῦ  Ζῶντος, ἐπεγνωκότες Παρθένε βοῶμέν σοι, σὺν Φωτεινῇ Ὕδωρ δὸτε ὑμῖν τοῖς κάμνουσι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν ἀξιωθεῖσαν ὕδωρ φθαρτόν, Ὕδατι τῷ Ζῶντι, καὶ ὑδάτων Δημιουργῷ, ἀντλῆσαι ἐν ὥρᾳ, τῇ ἕκτῃ Σαμαρείτιν, σὲ Φωτεινὴν αἰτοῦμεν, δρόσισον χάριτι.

Δέρμα ἐκδαρεῖσα ὑπὲρ Χριστοῦ, πᾶσαν ἀποῤῥίψαις, Σαμαρείτις καὶ ἀφ’ ἡμῶν, κόσμου τούτου σχέσιν, καὶ ἡδονὴν ματαίαν, συνάπτουσα Νυμφίῳ, συνήρμοσαι.

Ὓδωρ θεῖον πάρεχε Φωτεινή, σῷ σεπτῷ Τεμένει, προσιοῦσι πανευλαβῶς, ὅπως ἐμπλησθέντες, ναμάτων ζωηρύτων, τέκνα Φωτὸς ὀφθῶμεν, θείαις πρεσβείαις σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἤ δωδεκάς, οἱ Ἀγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ΄.
Θείῳ Πνεύματι καταυγασθεῖσα, καὶ τοῖς νάμασι καταρδευθεῖσα, παρὰ Χριστοῦ τοῦ Σωτῆρος πανεύφημε, τῆς σωτηρίας τὸ ὕδωρ ἐξήντλησας καὶ τοῖς διψῶσιν ἀφθόvoς μετέδωκας, Μεγαλομάρτυς καὶ Ἰσαπόστολε Φωτεινή, Χριστὸν τὸν Θεὸν ἱκέτευε, τοῖς ζωηῤῤήτοις ῥήμασι δροσῆσαι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Πάντων προστατεύεις.
Πᾶσαν ἀποῤῥίψασα σοφῶς, κόσμου ἡδονὴν τὴν ματαίαν, ὦ Φωτεινὴ θαυμαστή, ὅτε σου ἐπέγνωκας Θεὸν καὶ Κύριον, Ἰησοῦν τὸν Φιλάνθρωπον, εὐθὺς κολληθεῖσα ὀπίσῳ καὶ γέγονας Αὐτοῦ ἀπόστολος, ὅθεν καὶ Μαρτύρων τὴν δόξαν, πανοικεῖ εὑροῦσα Ἁγία, πάντων τῶν τιμώντων σε μνημόνευε.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Ψυχῆς μου χείλη δρόσισον σὲ Φωτεινὴ ὑμνοῦντος.
Τῇ ἕκτῃ ὥρᾳ τῆς ζωῆς Ὕδωρ δεινῶς αὐχοῦντος.

Παρακλητικός Κανών εις την Αγία Ένδοξο Ισαπόστολο και Μεγαλομάρτυρα Φωτεινή την Σαμαρείτιδα

Ποίημα Μητροπολίτου Ρόδου Κύριλου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ῥεῖθρα ἀντλήσασα ζωῆς αἰωνίου, ἐκ τῆς πηγῆς τοῦ δι’ ἡμᾶς σαρκωθέντος, ἐδείχθης Ἰσαπόστολος καὶ Μάρτυς ἀκλινής· ὅθεν τὴν ἀντάμειψιν, ἐν ὑψίστοις εὑροῦσα, παῤῥησίᾳ πρέσβευε, τῇ Ἁγίᾳ Τριάδι, ὑπὲρ ἡμῶν ἀπαύστως Φωτεινή, ἵνα ῥυσθῶμεν, παντοίων κακώσεων.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς
Δέχου Φωτεινή, τὴν δέησιν Κυρί(λ)λου. Ἀμήν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῶν θείων σου πρεσβειῶν, στήριζε καὶ σκέπε, ἰσαπόστολε Φωτεινή, τοὺς προσερχομένους τῷ ναῷ σου, καὶ εὐφημοῦντας ἀξίως τὴν δόξαν σου.

Ἐν ἔργοις τῆς πίστεως Φωτεινή, ἐκλάμψασα κόσμῳ, φερωνύμως φῶς νοητόν, ἀκτῖσι τῆς θείας χάριτός σου, τὰς διανοίας ἡμῶν καταλάμπρυνον.

Χριστὸν ἀγαπήσασα μανικῶς, Αὐτῷ συνετάγης, διὰ τέλους μαρτυρικοῦ, ὦ πρέσβευε πάντοτε διδοῦναι, ἁμαρτιῶν Φωτεινὴ ἡμῶν ἄφεσιν.

Θεοτοκίον.
Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, ὑπάρχουσα Μῆτερ, τῷ ἀφθάρτῳ σου τοκετῷ, φθορᾶς τῶν παθῶν ἀπάλλαξόν με, τῇ ἐνεργείᾳ τῆς θείας σου χάριτος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερεῖδες πανσόφως τὴν κοσμικὴν μέριμναν, ὡς συνετισθεῖσα Κυρίου τοῖς λόγοις ἔνδοξε· ὅθεν συνέτισον, ὦ Φωτεινὴ τὰς καρδίας, τῶν ἀνευφημούντων σε, ὡς Ἰσαπόστολον.

Φωτεινὴ εὐφρανθεῖσα θείοις Χριστοῦ ῥήμασι, ἀποστολικοῖς ἐν τῷ κόσμῳ, τρόποις διέπρεψας· ὅθεν κατεύθυνον, πρὸς τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ἡμᾶς προστρέχοντας, τῇ ἀντιλήψει σου.

Ὡραιώθης ἐν ἄθλοις μαρτυρικοῖς ἔνδοξε, καὶ τοῦ οὐρανίου νυμφῶνος μέτοχος γέγονας· ὅθεν οὐράνωσον, σῶν προσευχῶν προμηθείᾳ, καὶ ἡμῶν τὸ φρόνημα, ἀειμακάριστε.

Θεοτοκίον.
Τοῦ Θεοῦ ἀνεδείχθης θρόνος ἁγνὴ ἔμψυχος, τοῦτον ἀγαθότητος πλούτῳ, κυοφορήσασα, ὃν καθικέτευε, χειρῶν ἀδίκων ῥυσθῆναι, τοῦ δολίου δράκοντος, Μῆτερ τὴν ποίμνην σου.

Διάσωσον, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, μεγαλομάρτυς Φωτεινὴ ἰσαπόστολε, τοὺς προσφοιτῶντας ναῷ σου τῷ παναγίῳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεὸν εὑροῦσα ἐν τῷ φρέατι, ζωῆς παρ’ Αὐτοῦ ἐξήντλησας τὰ νάματα, Φωτεινὴ πανένδοξε, ὧν μετάδος ἡμῖν τὴν γλυκύτητα, τοῖς εὐφημοῦσι ὕμνοις σε πιστῶς, ὡς κρήνην θεόβρυτον τῆς χάριτος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εὐσυμπάθητον πέλουσα, εὔφρανον δεόμεθα σῇ χρηστότητι, τὰς καρδίας τῶν προσφύγων σου, Φωτεινὴ θεόφρον ἰσαπόστολε.

Ἰαμάτων χαρίσματα, Φωτεινὴ ἀνάβλυσον ἰσαπόστολε, νοσημάτων τὴν κατήφειαν, ἐκ τῶν ὑμνολόγων σου ἐξαίρουσα.

Νόμῳ θείῳ ἐνίσχυσον, πάντας πολιτεύεσθαι τοὺς βοῶντάς σοι· χαῖρε μάρτυς Ἰσαπόστολε, ἡ ἐχθροῦ τὸ θράσος καταισχύνασα.

Θεοτοκίον.
Ἡ τεκοῦσα τὸν Κύριον, πτῶσιν ἀνορθούμενον τοῦ Προπάτορος, πεπτωκότα με ἀνόρθωσον, ἐκ βυθοῦ μεγίστων παραπτώσεων.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τεῖχος ἀῤῥαγές, ἡ πρεσβεία σου γενέσθω μοι, τὰς ἐφόδους τοῦ ἐχθροῦ τοῦ πονηροῦ, Φωτεινὴ θεομακάριστε ἀπείργουσα.

Ἤρθης πρὸς ζωήν, Φωτεινὴ τῷ μαρτυρίῳ σου· ἀλλ’ ἀνύψωσον γηίνων ἐννοιῶν, τὰς ψυχὰς ἡμῶν θερμῇ ἐπιστασίᾳ σου.

Νᾶμα νοητόν, τοῖς ἱκέταις σου ἀνάβλυσον, ὡς πλησθεῖσα τῶν ναμάτων τῆς τρυφῆς, Φωτεινὴ ἐν τοῖς θαλάμοις τῆς θεώσεως.

Θεοτοκίον.
Δρόσον μυστικήν, τῇ καρδίᾳ μου ἐπίσταξον, μητρικῆς σου συμπαθείας Μαριάμ, ἵνα ᾄδω εὐσεβῶς τὰ μεγαλεῖά σου.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐξέδραμες, ὡς ἀκτὶς τῆς χάριτος, Φωτεινὴ ἐκ Σαμαρείας τῷ κόσμῳ, καὶ διεσκέδας σκότος εἰδώλων, τῇ διδαχῇ τῶν ἁγίων χειλέων σου· ὅθεν καταύγασον ἡμᾶς, τῷ φωτὶ τῆς Χριστοῦ ἐπιγνώσεως.

Ἠξίωσαι, τοῦ νυμφῶνος ἔνδοξε, τῆς ζωῆς σὺν τοῖς φιλτάτοις οἰκείοις, τοῦ μαρτυρίου ἀνδρείως τὸν δρόμον, ὦ Φωτεινὴ ἐν τῇ Ῥώμῃ τελέσασα· ὅθεν ἀνδρείαν ψυχικήν, καὶ ἡμῖν ἱκετεύομεν πάροχε.

Σὺ ἔφορος, καὶ φρουρὸς ἀκοίμητος, Φωτεινὴ τῶν ἱκετῶν σου ὑπάρχεις, περὶ αὐτῶν, προνοοῦσα ἀπαύστως, τῆ δωρεᾷ τῆς πολλῆς σου χρηστότητος· ὅθεν τιμῶμέν σε πιστῶς, παρεστῶτες ναῷ τῷ ἁγίῳ σου.

Θεοτοκίον.
Ἱλέωσαι, δυσωποῦμεν Δέσποινα, τὸν ἐκ σοῦ σωματωθέντα Δεσπότην, ἵνα χαρᾶς, ἐντρυφήσωμεν θείας, δι’ ἀληθοῦς μετανοίας οἱ δοῦλοί σου, οἱ μακαρίζοντες πιστῶς, ὡς Θεοῦ σε Μητέρα ἀμόλυντον.

Διάσωσον, ἀπὸ κινδύνων καὶ πάσης κακοπραγίας, μεγαλομάρτυς Φωτεινὴ ἰσαπόστολε, τοὺς προσφοιτῶντας ναῷ σου τῷ παναγίῳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐκ τοῦ Κυρίου τὸ ὕδωρ ἐξήντλησας, τῆς αἰωνίου ζωῆς Ἰσαπόστολε· διό σε πιστῶς ἱκετεύομεν, θείου ἐλέους ἀνάβλυσον νάματα, ἡμῖν Φωτεινὴ τοῖς τιμῶσί σε.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῆς καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῆς.
Στίχος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. δ΄, 5-14).
Τῷ καιρῷ ἐκείνῳ ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δι’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.

Δόξα:
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Κλῆσιν τὴν φωτώνυμον, παρὰ Κυρίου λαβοῦσα, φερωνύμως ἔλαμψας, τῷ φωτὶ τῆς χάριτος γῆς τοῖς πέρασι, καὶ κατεφώτισας, πρὸς θεογνωσίαν, διδαχῶν σου τῇ λαμπρότητι, καὶ ἀπαυγάσμασι, τῆς μαρτυρικῆς σου ἐνστάσεως, ἀνθρώπων πλῆθος μέγιστον, μάρτυς Φωτεινὴ ἰσαπόστολε· ὅθεν νῦν τρυφῶσα, θεώσεως ἐν πόλῳ τοῦ φωτός, τὸν φωτισμὸν αἴτει πάντοτε, τοῖς προσερχομένοις σε.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νυσταγμὸν ἁμαρτίας τοῦ Κυρίου τῷ λόγῳ ἀποτινάξασα, ἐν πάσῃ σωφροσύνῃ, τῆς πίστεως τῷ νόμῳ, καταλλήλως ἐδούλευσας, ᾧ καὶ ἡμῶν Φωτεινή, στοιχείωσον τὰς φρένας.

Καταλλήλως τῇ κλήσει Φωτεινὴ τὴν ζωήν σου ἐπιτελέσασα, ἐπλήσθης ἐν ὑψίστοις, τῆς θείας φωταυγείας, ἧς ἐξαίτει τὴν ἔλλαμψιν, ὡς συμαπαθὴς ταῖς ψυχαῖς, τῶν σὲ προσκαλουμένων.

Ὕδωρ ἤντλησας θεῖον Φωτεινὴ ἐκ Κυρίου πηγῆς τῆς κρείττονος· διὸ ἐξηραμμένην, δι’ ἔργων ἀνομίας, τὴν ψυχήν μου κατάρδευσον, καὶ καρποφόρον αὐτήν, τῇ μετανοίᾳ δεῖξον.

Θεοτοκίον.
Ῥεῖθροις ἄχραντε Μῆτερ μητρικοῦ σου ἐλέους δεῦρο καθαίρουσα, τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ σῶσόν με Παρθένε, γηθοσύνως σοι ψάλλοντα· χαῖρε τὸ θαῦμα ἁγνή, Θεοῦ τῆς εὐσπλαγχνίας

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰσχύν μοι δίδου, ἐν ταῖς ἀνάγκαις τοῦ βίου, καὶ ἀντίληψιν ἐν πάσαις ἐπηρείας, Φωτεινὴ θεόφρον, Χριστοῦ μεγαλομάρτυς.

Λυπούντων Μάρτυς, τῆς συστροφῆς λύτρωσαί με, καὶ πρυτάνευσον εἰρήνην τῇ ψυχῇ μου, ταῖς γαληνοδώροις, λιταῖς σου πρὸς τὸν Κτίστην.

Ὅλῃ καρδίᾳ, προσπίπτομέν σοι βοῶντες· Φωτεινὴ μεγαλομάρτυς τοῦ Κυρίου, νέκρωσον ψυχῆς μου, τὰς ἐμπαθεῖς ἐφέσεις.

Θεοτοκίον.
Ὑπέρτερόν με, τῶν ἐπιγείων φροντίδων, δεῖξον ἄχραντε τῇ σῇ κηδεμονίᾳ, ἵνα Βασιλείαν, Θεοῦ κληρονομήσω.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁγίων ταῖς χορείαις, συνευφραινομένη, ἐν οὐρανοῖς Φωτεινὴ ἰσαπόστολε, πρὸς ἀρετῶν ἐπιδόσεις ἡμᾶς κυβέρνησον.

Μεγίστης παῤῥησίας, κατηξιωμένη, πρὸς τὸν Θεὸν Φωτεινὴ παμμακάριστε, Αὐτὸν δυσώπει οἰκτεῖραι τοὺς προσιόντας σοι.

Ἡ θεία σου πρεσβεία, πάντοτε παρέχει, τὸν γλυκασμὸν Φωτεινὴ τοῖς ὑμνοῦσί σε, ὡς τοῦ Χριστοῦ ἀθληφόρον καὶ Ἰσαπόστολον.

Θεοτοκίον.
Ναὲ ἡγιασμένε, δόξης τοῦ Κυρίου, ἁγίασόν με ψυχῇ τε καὶ σώματι, Θεοκυῆτορ τῷ πλούτῳ τῆς εὐσπλαγχνίας σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σε μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἰσαπόστολε Φωτεινή, ἡ παρὰ τὸ φρέαρ, συλλαλήσασα τῷ Χριστῷ· χαίροις ἡ Μαρτύρων, τελέσασα τὸν δρόμον, καὶ στέφανον λαβοῦσα, δόξης τὸν ἄφθαρτον.

Γνῶσιν δεξαμένη τὴν θεϊκήν, παρὰ τοῦ Κυρίου, παμμακάριστε Φωτεινή, ἀνέτειλας κόσμῳ, τὸ φῶς τῆς εὐσεβείας, τὴν κλῆσίν σου τοῖς ἔργοις, λαμπρῶς σημαίνουσα.

Ὕδωρ τὸ ἁλλόμενον εἰς ζωήν, ἀπαρυσαμένη, τοῦ Σωτῆρος ἐκ τῆς πηγῆς, ἀφθόνως ἐκ τούτου, μετέδωκας τῷ κόσμῳ, ὡς Ἀποστόλων σύμπνους, Μάρτυς φωτώνυμε.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, Φωτεινὴν τὴν θείαν, ἰσαπόστολον τοῦ Χριστοῦ· Αὐτῷ γὰρ πρεσβεύει, ὑπὲρ ἡμῶν ἀπαύστως, ἵνα ῥυσθῶμεν πάσης, ὀργῆς καὶ θλίψεως.

Θείου πληρωθεῖσα Μάρτυς φωτός, ἔλαμψας τῷ κόσμῳ, εὐσεβείας τὸν φωτισμόν· ὅθεν παρεστῶσα, Φωτὶ τῷ ἀνεσπέρῳ, τὸν φωτισμὸν ἐξαίτει, ἡμῖν τῆς πίστεως.

Φύλαττε καὶ σκέπε ἐν πειρασμοῖς, τοὺς προσερχομένους, τῷ ναῷ σου τῷ εὐαγεῖ, καὶ τούτους ὁδήγει, ζωῆς πρὸς τὸν λιμένα, ὦ Φωτεινὴ θεόφρον, τῇ ἀντιλήψει σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κλῆσιν, τὴν φερώνυμον σαφῶς, λόγων σου καὶ ἔργων τῇ αἴγλῃ, ἐπισφραγίσασα, φῶς τῆς θείας γνώσεως, τῷ κόσμῳ ἔλαμψας, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῆς δόξης Κυρίου, Φωτεινὴ ἀνέδραμες, σὺν τοῖς οἰκείοις σου· ὅθεν, μετ’ αὐτῶν μὴ ἐλλίπῃς, πάντων μνημονεύουσα Μάρτυς, τῶν καταφευγόντων τῇ πρεσβείᾳ σου.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.