Παρακλητικός Κανών εις την Αγία  Μεγαλομάρτυρα της Θράκης Γλυκερία η εκ Τραϊανουπόλεως

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 13 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς κεκτημένη πρὸς Χριστὸν παῤῥησίαν, μεγαλομάρτυς Γλυκερία θεόφρον, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα· ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, οἱ προσιόντες πίστει ἀκλινεῖ, Παρθενομάρτυς, τῇ θείᾳ πρεσβείᾳ σου.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου μοι σὴν Γλυκερία χάριν. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει τῶν θείων σου πρεσβειῶν, ἀπάλλαξον Μάρτυς, τῶν ἐν βίῳ δυσχερειῶν, καὶ πάσης ἀνάγκης Γλυκερία, τοὺς προσιόντας θερμῶς τῇ σῇ χάριτι.

Ἰδού σοι προσπίπτομεν εὐλαβῶς, σεμνὴ Γλυκερία, καὶ βοῶμέν σοι ἐκ ψυχῆς· τῆς νῦν ἐπελθούσης ἡμᾶς ζάλης, τῇ πρὸς Χριστὸν ἱκεσία σου λύτρωσαι.

Δυνάμωσον Μάρτυς τὸ ἀσθενές, τῆς ἐμῆς καρδίας, καὶ τοῦ σώματος τὰ δεινά, θεράπευσον πάθῃ Γλυκερία, τῇ ἐκ τοῦ Θεοῦ δεδομένῃ σοι χάριτι.

Θεοτοκίον.
Ὁ θρόνος ὁ πάγχρυσος τοῦ Θεοῦ, κεχαριτωμένῃ παντευλόγητε Μαριάμ, ῥῦσαι δυναστείας τοῦ βελίαρ, τὴν ῥυπωθείσαν ψυχήν μου τοῖς πάθεσι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπερήφανον ὄφιν, ἀθλητικῶς ἤσχυνας, ὅθεν τῆς αὐτοῦ κακουργίας, ἡμᾶς ἀπάλλαξον, τῇ προστασίᾳ σου, μάρτυς Χριστοῦ Γλυκερία, καὶ τῷ φόβῳ τείχισον, ἡμᾶς τοῦ κρείττονος.

Μαρτυρίου τὸν δρόμον, περιφανῶς ἤνυσας, ὅθεν σωτηρίας πρὸς τρίβον, ἡμᾶς κατεύθυνον, ἐξ ἀπωλείας ὁδού, καὶ ἐκ βαράθρων τῆς πλάνης, Γλυκερία ἅπαντας, ἡμᾶς ἀπάγουσα.

Οἱ τῷ θείῳ ναῷ σου, μετὰ σπουδῆς σπεύδοντες, θείας εὐφροσύνης πληροῦνται, καὶ ἀπαλλάττονται, πόνων καὶ θλίψεων, τῇ σῇ θερμῇ ἀντιλήψει, Μάρτυς καὶ κηρύττουσι, πᾶσι τὴν χάριν σου.

Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα, καὶ τῆς ζωῆς αἴτιον, ὕλη ἀνθρωπίνη τεκοῦσα, τὸν ἀκατάληπτον, ζώωσον Πάναγνε, τὴν νεκρωθεῖσαν ψυχήν μου, καὶ ζωῆς τῆς θείας με, ποίησον μέτοχον.

Διάσωσον, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου Γλυκερία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ σῇ Παρθενομάρτυς ἔνδοξε, ἐν πίστει θερμῇ, προσπίπτοντες ῥυσθείημεν, ἐπιφορῶν καὶ θλίψεων, καὶ πταισμάτων λαμβάνομεν ἄφεσιν, σὺ γὰρ ἀεὶ Γλυκερία Χριστόν, ἡμῖν ἀπεργάζῃ Μάρτυς ἵλεων.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Συντριβέντα με ἴασαι, ταῖς τοῦ πονηροῦ σεμνῇ ἐπιθέσεσι, Γλυκερία καὶ ἐξαίτει μοι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

Ἡ πρεσβεία σου γένοιτο, τεῖχος ἀσφαλείας τοῖς εὐφημοῦσί σε, Γλυκερία ἀποτρέπουσα, ἀφ’ ἡμῶν κινδύνων πᾶσαν ἔφοδον.

Νοσημάτων ἀπάλλαξον, τῶν κατὰ ψυχὴν καὶ σῶμα δεόμεθα, Γλυκερία τοὺς προστρέχοντας, τῇ ἀθλητικῇ σου Μάρτυς χάριτι.

Θεοτοκίον.
Γνώμην ἔμφρονα δίδου μοι, καὶ τῶν λογισμῶν Ἁγνὴ τοῦ ἀλάστορος, τὴν καρδίαν μου ἐκκάθαρον, ὡς πηγὴ ἐλέους Μητροπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύσιν δυσχερῶν, καὶ παθῶν τὴν ἀπολύτρωσιν, καὶ εἰρήνην ἐν τῷ βίῳ σταθεράν, Γλυκερία ἡμῖν δίδου ταῖς πρεσβείαις σου.

Ὕπερθεν ἡμᾶς, ἐποπτεύοις Μάρτυς ἵλεως, ἐκπληροῦσα τὰ αἰτήματα ἡμῶν, Γλυκερία ὡς θερμὴ πιστῶν ἀντίληψις.

Κόπασον παθῶν, τὸ συνέχον με κλυδώνιον, καὶ ὁδήγησον με Μάρτυς ἀσφαλῶς, πρὸς εἰρήνης τὸν λιμένα τὸν ἀχείμαστον.

Θεοτοκίον.
Ἔλαμψεν ἐκ σοῦ, ὁ τῆς δόξης Κόρη Ἥλιος, καὶ κατηύγασε τῷ θείῳ φωτισμῷ, τοὺς ὑμνοῦντάς σου τὸν τόκον τὸν ἀπόῤῥητον.

ᾨδὴ ς΄. Τὴν δέησιν.
Ῥημάτων, ἐκ κατωδύνου καρδίας, προσφερόντων σοι θερμὰς ἱκεσίας, δέχου σεμνὴ τὰς φωνὰς καὶ παράσχου, τῶν ἐπελθόντων δεινῶν τὴν ἐκλύτρωσιν, τοῖς προσιοῦσιν εὐλαβῶς, τῇ θερμῇ Γλυκερίᾳ πρεσβείᾳ σου.

Ἰάτρευσον, τῆς ψυχῆς μου τὸ ἄλγος, Γλυκερία καλλιμάρτυς Κυρίου, καὶ τὴν τοῦ σώματος ἴασαι νόσων, καὶ συμφορῶν τὸ κλυδώνιον κόπασον, καὶ ἰθυνῶν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ἀγγέλους, ἐν τῷ καιρῷ τῶν ἀγώνων, συνεργοῦντάς σοι ἐν ἅπασι ἔσχες, μεγαλομάρτυς Χριστοῦ Γλυκερία, μεθ’ ὧν δυσώπει ἀπαύστως δεόμεθα, μεγάλων ῥύεσθαι δεινῶν, τοὺς πιστῶς προσιόντας τῇ σκέπῃ σου.

Θεοτοκίον.
Χαρίτων, ὑπερφυῶν πρυτανεῖον, καὶ πηγὴ ἁγιασμάτων ἀῤῥήτων, ὡς ἀληθῶς Θεοτόκε ἐδείχθης, τὸν Βασιλέα τῶν ὅλων κυήσασα, ὃν καθικέτευε Ἁγνή, τῶν παθῶν με ῥυσθῆναι τοῦ χείρονος.

Διάσωσον, ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου Γλυκερία, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς ὑπὲρ φύσιν ἀγῶσί σου πάνσεμνε, ὑπερφυῶν χαρισμάτων ἠξίωσαι, καὶ νῦν Γλυκερία θεόνυμφε, πολυειδῶν συμπτωμάτων καὶ θλίψεων, ἀτρώτους ἡμᾶς διαφύλαττε.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ  Ματθαῖον.
(Κεφ. κε΄1 – 13)

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθλοφόρου  πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γνώμη ἀνδρειόφρονι, τοὺς τῆς ἀθλήσεως πόνους, Μάρτυς ὑπομείνασα, πρὸς ζωὴν τὴν ἄπονον, μεταβέβηκας, καὶ παθῶν ἅπαντα, πόνον καὶ ὀδύνην, Γλυκερία καλλιπάρθενε, κουφίζεις χάριτι, τῶν εἰλικρινῶς προσιόντων σοι, διὸ καθικετεύομεν, πάντοτε δυσώπει τὸν Κύριον, ἄφεσιν πταισμάτων, διδόναι καὶ κακῶν ἀπαλλαγήν, καὶ συμφορῶν ἀπολύτρωσιν, τοῖς σὲ μακαρίζουσι.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνωτέρους συντήρει, ἀπὸ πάσης ἀνάγκης καὶ περιστάσεως, θεόφρον Γλυκερία, τοὺς πίστει προσιόντας, τῷ ναῷ σου καὶ ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥῶσιν δίδου ἀπαύστως, καὶ ψυχή τε καὶ σώματι καλλιπάρθενε, καὶ πᾶσαν εὐρωστίαν, καὶ χάριν καὶ ὑγίειαν, Γλυκερία τοῖς ψάλλουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰαμάτων τὰ ῥεῖθρα, ὁ σὸς τάφος ἀνέβλυζε πάλαι πάνσεμνε, τανῦν δε ἡ εἰκών σου, ἰᾶται Γλυκερία, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νεκρωθέντα με Κόρη, κατὰ νοῦν καὶ καρδίαν δόλῳ τοῦ ὄφεως, ἀνάστησον καὶ δίδου, μετάνοιαν γνησίαν, ἵνα πίστει κραυγάζω σοι· χαῖρε Παρθένε ἁγνή, ἁμαρτωλῶν προστάτις.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γέρας σε θεῖον, Τραϊανούπολις σχοῦσα, ἐγκαυχᾶταί σου τοῖς ἄθλοις Γλυκερία, καὶ τῇ σῇ πρεσβείᾳ, διὰ παντὸς προστρέχει.

Ἔβρος κηρύττει, Παρθενομάρτυς Κυρίου, τῆς σῆς χάριτος τὰς θείας διαδόσεις, δι’ ὧν ἀεὶ σκέπεις, τοὺς σὲ ὑμνολογοῦντας.

Ῥείθροις ἀΰλοις, τῶν δωρεῶν σου Ἁγία, ἀρδευόμενοι Θρακιωτῶν οἱ δῆμοι, πάσης Γλυκερία, πληροῦνται εὐφροσύνης.

Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, ἀειπάρθενε ἁγνὴ Θεοκυῆτορ, κάθαρον τὸν νοῦν μου, ἐκ πάσης ἁμαρτίας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνοῦσα τοῖς Ἀγγέλοις, μάρτυς Γλυκερία, Χριστὸν δυσώπει σωθῆναι δεόμεθα, πάσης ἀνάγκης καὶ βλάβης, τοὺς σὲ γεραίροντας.

Ἰλύος ἁμαρτίας, πλῦνον Γλυκερία, τὴν ῥυπωθείσαν ψυχήν μου τοῖς πάθεσι, καὶ τὴν ζωήν μου βελτίωσον τῇ πρεσβείᾳ σου.

Μαρτύρων ὡραιότης, μάρτυς Γλυκερία, καὶ εὐσεβούντων ἁπάντων κραταίωμα, ταῖς ἐντολαῖς τοῦ Κυρίου ἡμᾶς κραταίωσον.

Ὀμβρίζουσα μὴ παύσῃ, τῇ σῇ μεσιτείᾳ, τῆς θεϊκῆς εὐσπλαγχνίας τὰ ῥεύματα, τοῖς εὐλαβῶς Γλυκερία σε μακαρίζουσι.

Θεοτοκίον.
Ὑψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, καρδίωσόν με Υἱοῦ σου τῷ ἔρωτι, ἵνα ὑμνῶ σε Παρθένε τὴν πολυύμνητον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Παρθένων ἡ καλλονῇ, μάρτυς Γλυκερία, νύμφη ἄφθορε τοῦ Χριστού, χαίροις ἡ δι’ ἆθλων, ἀνδρείων καθελοῦσα, ἐχθροῦ τοῦ παλαμναίου, ἅπαν τὸ φρύαγμα.

Ἤνθησας ὡς ἄνθος κοκκοβαφές, μάρτυς Γλυκερία, καὶ προσήγαγες τῷ Χριστῷ, τὴν τῆς παρθενίας, ὀσμὴν τῇ σῇ αθλήσει, διὸ τῆς αἰωνίου, δόξης ἠξίωσαι.

Φέρουσα τὴν δύναμιν τοῦ Σταυροῦ, ἀπτόητος ἔστης, πρὸ βημάτων δικαστικῶν, καὶ τῇ ὑπὲρ φύσιν, ἀθλήσει σου Ἁγία, ὑπερφυῶν ἐπάθλων, ὤφθης συμμέτοχος.

Σώματος ηὐλόγησας τοῦ φθαρτοῦ, καὶ ἄσαρκος ὥσπερ καθυπέμεινας τὰς ποινάς, ὅθεν Γλυκερία, Ἀγγέλους οὐρανίους, ἔσχηκας διακόνους, ἐν τῇ ἀθλήσει σου.

Ξεσμοὺς καθυπέστης τοὺς χαλεπούς, καὶ τὸ πῦρ εἰς δρόσον, μεταβέβληκας θαυμαστώς, ὅθεν Γλυκερία, σβέσον τῇ σῇ πρεσβείᾳ, τῶν πειρασμῶν τὴν φλόγα, ἐκ τῶν ψυχῶν ἡμῶν.

Νόσων καὶ κινδύνων παντοδαπῶν, καὶ πάσης ἀνάγκης, διατήρησον ἀβλαβεῖς, ἡμᾶς Γλυκερία, Χριστοῦ παρθενομάρτυς, τοὺς τὴν σεπτήν σου μνήμην, πόθῳ γεραίροντας.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς Καλλιπάρθενε Χριστοῦ, τοὺς πανευλαβῶς προσιόντας, τῇ ἀντιλήψει σου, πάσης περιστάσεως καὶ συνοχῆς πειρασμῶν, Γλυκερία ἀπάλλαττε, καὶ δίδου ἑκάστῳ, ἴασιν καὶ λύτρωσιν, καὶ θεῖον ἔλεος, ἔχουσα πολλὴν παῤῥησίαν, πρὸς τὸν σὸν νυμφίον καὶ Κτίστην, ὃν ἐν τῇ ἀθλήσει σου ἐδόξασας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Πρόσδεξαι τὴν δέησιν ταύτην ὦ Μάρτυς
Καὶ δίδου βοήθειαν τῷ Γερασίμῳ.