Παρακλητικός Κανών εις την Αγία Μάρτυρα Κασδόα

†Εορτάζεται στις 29 Σεπτεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ τὴν θείαν ἐξανάστασιν Λόγε, ὅτε τὸ Πνεῦμά σου ἀπέστειλας πᾶσι, τοῖς προσκυνοῦσι τὴν οἰκονομίαν σου, τότε καὶ νεάνιδες, κατεφρόνησαν πάντων, καὶ σοὶ ἠκολούθησαν, ὡς Νυμφίῳ καὶ Κτίστῃ, ἐξ ὧν ἡ Μάρτυς τε καὶ βασιλίς, Κασδόα τούτων, ἐξάρχει ταῖς χάρισιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σκιρτῶσα Κασδόα ἐν οὐρανῷ, καὶ τῶν τοῦ Ὑψίστου, πληρουμένη μαρμαρυγῶν, φώτισον τὸν νοῦν μου σαῖς πρεσβείαις, καὶ σκοτασμοῦ τῶν παθῶν με ἀπάλλαξον.

Θερμῶς ἱκετεύω σε ὁ οἰκτρός, ταῖς σαῖς ἱκεσίαις, ὦ Κασδόα νύμφη Χριστοῦ, δυσχερῶν τοῦ βίου λύτρωσαί με, καὶ τῶν παθῶν μου τὸν τάραχον κόπασον.

Ἀφθόνως τὴν χάριν παρὰ Θεοῦ, ὡς Μεγαλομάρτυς, εἰληφὼς ὦ Γοβδελαᾶ, πρυτάνευσον ταύτην τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου Ἅγιε.

Θεοτοκίον.
Σὺ εἶ Παρθένε ἄσπιλε τῆς ἐμῆς, ψυχῆς ταλαιπώρου, ἡ ἰσχύς τε καὶ ἡ ἐλπίς, τῆς δ’ ἐσκοτισμένης μου καρδίας, σὺ εἶ τὸ φῶς τὸ ἀνέσπερον Δέσποινα.

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Χαίρουσα πανόλβιε, ἐν οὐρανῷ σὺν ταῖς Μάρτυσιν, πάντας ἡμᾶς, φρούρησον εὐχαῖς σου, καὶ παθῶν ἐλευθέρωσον.

Ὕμνον χαριστήριον, ὁ σὸς οἰκέτης προσφέρω σοι, διασωθείς, παθῶν καὶ κινδύνων, ὦ Κασδόα πρεσβείαις σου.

Λαβὼν ὦ πολύαθλε, παρὰ Χριστοῦ χάριν ἄφθονον, ταύτην πιστοῖς, διάδος εὐχαῖς σου, Γοβδελαᾶ πολυύμνητε.

Θεοτοκίον.
Ἔχεις ἐν ἀγκάλαις σου, τὸν Ποιητὴν πάσης κτίσεως, Τοῦτον· διὸ δυσώπει Παρθένε, ἐκ κινδύνων ῥυσθῆναί με.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν ἁγίων αἱμάτων σου, οἱ κρουνοὶ Κασδόα κατέσβεσαν, τὴν δεινὴν παθῶν μου φλόγωσιν, καὶ εἰς σωτηρίαν με ὡδήγησαν.

Ἐντρυφῶσα πανένδοξε, καὶ ἐνηδομένη θείαις λαμπρότησι, τῶν τιμώντων σε μνημόνευε, καὶ ἐκ νόσων ῥύου ταῖς πρεσβείαις σου.

Ἐπὶ σὲ νῦν κατέφυγον, ὦ Γοβδελαᾶ μάρτυς πολύαθλε, μὴ παρίδῃς με τὸν ἄθλιον, ἀλλ’ εὐχαῖς σου θείαις διαφύλαξον.

Θεοτοκίον.
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἡσαΐας σε κατωνόμασεν, ἄνθος φέρουσαν τὸν Κύριον, Θεοτόκον Μῆτερ ἀειπάρθενε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θείαις καλλοναῖς, τοῦ Νυμφίου σου ἀοίδιμε, ἐλαμπομένη τῶν ὑμνούντων σε, νῦν τὰς καρδίας, ταῖς εὐχαῖς σου καταφώτισον.

Κύμασι δεινοῖς, τῶν τοῦ βίου περιστάσεων, βυθιζομένους ἡμᾶς καὶ θλίψεσι, Κασδόα μάρτυς, ταῖς εὐχαῖς σου ἐλευθέρωσον.

Νῦν αἱ δωρεαί, ὡς πηγαὶ πιστοῖς ἰάσεων, ταῖς λιταῖς σου ἐπιχέονται, Γοβδελαᾶ ἐκ Θεοῦ τοῖς προσιοῦσί σε.

Θεοτοκίον.
Ἄχραντε ἁγνή, τῆς ψυχῆς μου τ’ ἀῤῥωστήματα, καὶ τοῦ σώματός μου ἴασαι, ταῖς μητρικαῖς σου πρεσβείαις, Κόρη πανάσπιλε.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐλήλυθε φωταυγής, σεμνὴ Κασδόα ἡ μνήμη σου, φωτίζουσα τοὺς πιστῶς, τιμῶντάς σε ἔνδοξε, καὶ σκότος διώκουσα, παθῶν ἀνιάτων, καὶ δαιμόνων ταῖς πρεσβείαις σου.

Ὑμνοῦσα σὺ τὸν Θεόν, ἐν οὐρανῷ σὺν ταῖς Μάρτυσιν, μὴ παύσῃ οὖν ἐκτενῶς, πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν πίστει τιμώντων σε, καὶ ἐξαιτουμένω, τὴν σὴν χάριν παναοίδιμε.

Οἱ προσιόντες πιστῶς, Γοβδελαᾶ ἀξιάγαστε, ἐν τῷ σεπτῷ σου ναῷ, τὴν ῥῶσιν λαμβάνουσι, καὶ τὴν ἀπολύτρωσιν, πάντων τῶν κινδύνων, καὶ δεινῶν ταῖς ἱκεσίαις σου.

Θεοτοκίον.
Ἱλάσθητί μοι Σωτήρ, πολλὰ ἀφρόνως σοι πταίσαντι, καὶ τῆς μενούσης ἐκεῖ, κολάσεως λύτρωσαι, ἔχων δυσωποῦσάν σε, Κασδόαν τὴν θείαν, καὶ τὴν ἄχραντον Μητέρα σου.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου καλλιμάρτυς, ὅτι σὲ ἐν πειρασμοῖς ἀεὶ προβαλλόμεθα, ὡς ἕτοιμον βοηθὸν ἐν ἀνάγκαις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀνέτειλεν ἡμῖν, λαμπρὰ ὥσπερ ἥλιος, ἡ μνήμη σου σεμνή, Κασδόα πανεύφημε, νέφη τῶν παθῶν ἀποδιώκουσα, καὶ τὴν ἀχλὺν τῶν νόσων σκεδάζουσα, ταῖς θείαις πρὸς Κύριον πρεσβείαις σου.

Προκείμενον
Μύρον ἐκκενωθὲν ὄνομά Σου, διὰ τοῦτο νεάνιδες ἠγάπησάν Σε.
Στίχος. Εἵλκυσάν σε, ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.

Ευαγγέλιον.
Ἐκ τοῦ κατὰ Μᾶρκον
(Κεφ. ε’ 24-34).

Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἱατρῶν, καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα, καὶ μηδέν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα· ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ· Ὅτι κἂν τῶν ἱματίων αὐτοῦ ἅψωμαι, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς· καὶ ἔγνω τῷ σώματι, ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ, ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; Καί περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενοι, βασιλικὴν φαντασίαν, ὀπίσω σου ἔδραμεν, δυὰς τῶν Μαρτύρων τε ἡ πολύαθλος, τῶν πιστῶν καύχημα, καὶ Μαρτύρων δόξα, βασιλέων ἐγκαλλώπισμα, Περσίδος βλαστήματα, δεῦτε οὖν πιστῶς εὐφημήσωμεν, Κασδόαν τὴν πανένδοξον, καὶ Γοβδελαᾶν τὸν ἀοίδιμον, οὗτοι γὰρ νομίμως, ἀθλήσαντες στεῤῥῶς διὰ Χριστόν, ἐν παῤῥησίᾳ πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σῶσον ὀ Θεός, τὸν λαό σου…

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Νυμφίῳ Κασδόα τῷ Ὑψίστῳ, στεφηφόρος ἀεὶ παρισταμένη, ὑπὲρ πάντων ἡμῶν, τῶν σὲ ὑμνολογούντων, διηνεκῶς ἱκέτευε, τοῦ ῥυσθῆναι ἐκ κινδύνων.

Ἄνω χοροῖς τῶν Ἀσωμάτων, τὴν ὑπέρθεον ὑμνολογεῖς Τριάδα, ὑπὲρ πάντων ἡμῶν, πρεσβεύουσα ἀπαύστως, Κασδόα παναοίδιμε, τῶν ἐξ πόθου σε τιμώντων.

Ἵνα Γοβδελαᾶ τιμῶ σε, καὶ δοξάζω σου τὰς θείας ἀριστείας, ἀσθενείας δεινάς, σοὺς δούλους τυραννούσας, ἰάτρευσον καὶ δώρησαι, τὴν κατ’ ἄμφω τε ὑγιείαν.

Θεοτοκίον.
Ἔμμονον ἔχων τὴν κακίαν, καὶ δεδούλωμαι ἀτόποις συνηθείαις, εὐσπλαγχνίᾳ τῇ σῇ, προστρέχω καὶ κραυγάζω, διάσωσόν με πάναγνε, μητρικαῖς σου ἱκεσίαις.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥέει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσέβαστος καὶ ἱερὰ εἰκών σου, καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας, καὶ τοὺς φλεγομένους, θλίψεσι παντοίαις, ἐνθέως ἀναψύχει.

Σὲ ὑμνοῦσιν χορεῖαι Ἀσωμάτων, τὸν παντάνακτα καὶ Κύριον τῆς δόξης, μετὰ Γοβδελαᾶ μάρτυρος, τοῦ θεόφρονος, ὦ Τριὰς Ἁγία, φρούρει ἡμᾶς πάντας, τῷ θείῳ σου ἐλέει.

Θεοτοκίον.
Ἐμακρύνθην ἐκ σοῦ καὶ ἐβδελύχθην, τοῖς κακοῖς μου· διὸ καὶ ἐγεννήθην, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ μου, ἀλλὰ μὴ παρίδῃς, δέομαι Παρθένε, εἰς τέλος τὸν σὸν δοῦλον.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ὡς νύμφη καὶ ὡς Μάρτυς περικαλλής, καλλοναῖς τῶν σῶν ἄθλων ἐξέλαμψας, ἡλιακῶν, πλέον Ἀθληφόρε μαρμαρυγῶν, καὶ τῶν πιστῶν ἐφώτισας, ἔνδοξε Κασδόα νῦν τὰς ψυχάς, τῶν πόθῳ τὴν ἁγίαν, καὶ ὄντως φωτοφόρον, ἐπιτελούντων σου πανήγυριν.

Θεότης ἑνιαῖα καὶ φοβερά, τρισυπόστατε Κύριε ἄναρχε, μόνε Θεέ, ὕψιστε παντάρχα παμβασιλεῦ, Σὲ λιτανεύει κράτιστε, ἅπασα ἡ κτίσις τὸν πλαστουργόν, καὶ πᾶσαι αἱ χορεῖαι Ἁγίων, σὺν τῷ θείῳ, Γοβδελαᾷ τῷ καρτερόφρονι.

Θεοτοκίον.
ᾨδάς σοι εὐχαρίστους πάντες ἡμεῖς, οἱ οἰκοῦντες σὸν οἶκον προσφέρομεν, Μῆτερ Θεοῦ, ὅτι διασώζεις πάντας ἡμᾶς, ἐκ πάσης περιστάσεως, τρέφεις τε καὶ θάλπεις καὶ προνοεῖς, ἀλλ’ οὖν δεόμεθά σου, καὶ θείας Βασιλείας, μετὰ τὸ τέλος καταξίωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἔγειρον ἐκ λάκκου ἁμαρτιῶν, τὴν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καὶ πρὸς μετανοίας, ὁδήγησόν με τρίβους, Κασδόα ἀθληφόρε, τὸν εὐφημοῦντά σε.

Δόξῃ Ἀθλοφόρε μαρτυρικῇ, παρεστὼς τῷ θρόνῳ, τοῦ παντάνακτος καὶ Θεοῦ, μέμνησο τῶν πίστει, τὴν μνήμην σου τελούντων, Γοβδελαᾶ τρισμάκαρ, Μαρτύρων καύχημα.

Τῆς ψυχῆς ἐδήλουν τὴν καλλονήν, σώματος τὸ κάλλος, παρθενία δέ σου λαμπρά, ἡρμόσθη Νυμφίῳ, τῷ ἀθανάτῳ Μάρτυς, Κασδόα ἀθληφόρε· ὅθεν τιμῶμέν σε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε προμηθείᾳ θεϊκῇ, προγιγνωσκομένη Κασδόα, σαφῶς ἐκέκλησο, τότε παναοίδιμε πάντα κατέλιπες, καὶ τρυφὰ καὶ βασίλεια, καὶ πλοῦτον καὶ δόξαν, καὶ πρὸς τὸν καλοῦντά σε Νυμφίον ἔσπευσας, σὺν Γοβδελαᾷ τῷ γενναίῳ, πάντα ὑπομείνασα Μάρτυς, ἵνα τῆς Αὐτοῦ τύχῃς λαμπρότητος.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.