Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Κυράννα η εν Όσσα
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 28 Φεβρουαρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσασα πολλὴ καρτερίᾳ, παρθενομάρτυς ἀθληφόρε Κυράννα, τὴν τῶν θαυμάτων ἔλαβες ἐνέργειαν· ὅθεν τοὺς προστρέχοντας, τῷ ἁγίῳ Ναῷ σου, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, καὶ νοσημάτων ῥῦσαι χαλεπῶν, τοὺς τὴν θερμήν σου, αἰτοῦντας ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σοῖς βοήθει ἱκέταις Κυράννα. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Συνοῦσα Μαρτύρων θείοις χοροῖς, ὡς Μάρτυς Κυρίου, καὶ παρθένος πανευκλεής, δυσώπει Κυράννα μακαρία, ὑπὲρ τῶν πίστει θερμὴ προσιόντων σοι.
Ὁ νύμφην οἰκείαν σε ἐκλεκτήν, Χριστὸς ἀναδείξας, προστασίαν σε ἀσφαλῆ, παρέσχεν ἡμῖν μάρτυς Κυράννα, διὸ θερμῶς τῇ πρεσβείᾳ σου σπεύδομεν.
Ἰάματα βλύζει παντοδαπά, ὁ θεῖος Ναός σου, χορηγίᾳ τῇ θεϊκῇ, καὶ λύει Κυράννα ἀθληφόρε, πολυειδῶν νοσημάτων ἐπήρειαν.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ὁ Σωτῆρ, ἐκ σοῦ ὤφθη κόσμῳ, καὶ ἀνέπλασε τὸν Ἀδάμ, διὸ τῆς σαρκός μου Θεοτόκε, καὶ τῆς ψυχῆς τὰς ὀδύνας θεράπευσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψίδος.
Βασιλέως θυγάτηρ, τῶν οὐρανῶν πέφηνας, τοῖς μαρτυρικοῖς σου ἀγῶσι, Κυράννα πάνσεμνε, ὃν καθικέτευε, τῶν τοῦ βελίαρ παγίδων, ῥύεσθαι ἑκάστοτε, τοὺς σὲ γεραίροντας.
Ὀδυνώμενοι σφόδρα, ταῖς πολλαπλαῖς θλίψεσι, τῇ σῇ καταφεύγομεν σκέπῃ, καὶ πίστει κράζομεν· τῆς συνεχούσης ἡμᾶς, ῥῦσαι ἀνάγκης Κυράννα, ἴασιν καὶ λύτρωσιν, ἡμῖν βραβεύουσα.
Ἡ θερμή σου πρεσβεία, τεῖχος ἡμῖν γένοιτο, πᾶσαν ἀποτρέπουσα βλάβην, τοῦ πολεμήτορος, Κυράννα ἔνδοξε, ὅτι τῇ σῇ προστασίᾳ, χαρμονῆς πληρούμεθα, καὶ παρακλήσεως.
Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, σωματικῶς Ἄχραντε, ἔλυσας Ἀδὰμ τὴν κατάραν, καὶ πάντας ἔσωσας, τοὺς Θεοτόκον σε, ὁμολογοῦντας Παρθένε· διὸ κἀμὲ Δέσποινα, σῶσον τὸν δείλαιον.
Διάσωσον, παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ προστρέχουσᾳ ἑκάστοτε, Κυράννα σεμνή, λαμβάνει τὰ αἰτήματα, Ὄσσα ἡ σὲ βλαστήσασα, καὶ βοᾷ σοι ἀεὶ μετὰ πίστεως· ἐκ συμφορῶν με ἐν βίῳ πικρῶν, ἀπήμαντον Μάρτυς διαφύλαττε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπιβλέψασα ἄνωθεν, ἐπὶ τῶν μητέρων Μάρτυς τὰ δάκρυα, πᾶσαν βλάβην ἐξαφάνισον, ἐκ τῶν τέκνων τούτων τῇ σῇ χάριτι.
Ἰατρεύουσα πάνσεμνε, πᾶσαν καχεξίαν τῶν προσιόντων σοι, ἀθυμίας καὶ κακώσεως, λῦσον ὦ Κυράννα τὴν κατήφειαν.
Ἰησοῦν τὸν Νυμφίον σου, ἐκτενῶς δυσώπει Κυράννα ἔνδοξε, ἱλασμὸν ἡμῖν δωρήσασθαι, καὶ πλημμελημάτων τὴν συγχώρησιν.
Θεοτοκίον.
Καθαρὸν οἰκητήριον, Κόρη ἐπιπνοίας τοῦ θείου Πνεύματος, τὴν καρδίαν μου ἀνάδειξον, ἀρετῶν Παρθένε τῇ λαμπρότητι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔφερες στεῤῥῶς, μαστιγώσεις ὥσπερ ἄσαρκος, διὰ τοῦτο τῶν ἀσάρκων δυσμενῶν, καθ’ ἡμῶν Μάρτυς ἐκνεύρισον τὴν δύναμιν.
Τίς σου τῷ Ναῷ, προσφυγὼν Μάρτυς οὐκ ἔτυχε, τῶν πολλῶν σου ὦ Κυράννα δωρεῶν; Σὺ γὰρ πᾶσι βοηθεῖς τοῖς πικρῶς πάσχουσι.
Ἄλυπον ζωήν, καὶ εἰρήνην ἀστασίαστον, εὐκαρπίαν καὶ πᾶν ἄλλον ἀγαθόν, τῇ πατρίδι σου τῇ Ὄσσῃ δίδου πάνσεμνε.
Θεοτοκίον.
Ἵνα τὴν πολλήν, μεγαλύνω σου χρηστότητα, δυναστείας τῆς πικρᾶς με τοῦ ἐχθροῦ, Θεοτόκε ὡς φιλάγαθος ἀπάλλαξον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Σαρκός σου, τάς ἀφορήτους ὀδύνας, ὡς ὑπέμεινας ἀθλοῦσα Κυράννα, οὕτως ἡμῶν, τοὺς τοῦ σώματος πόνους, καὶ τῆς καρδίας τὴν θλῖψιν θεράπευσον, καὶ λύπην πᾶσαν ἀφ’ ἡμῶν, τῇ σῇ χάριτι Μάρτυς διάλυσον.
Κυρίῳ, τῷ Βασιλεῖ τῶν αἰώνων, νυμφευθεῖσα ἀθληφόρε Κυράννα, ταῖς πρὸς Αὐτόν, ἱκεσίαις σου Μάρτυς, τοῦ οὐρανίου νυμφῶνος ἀξίωσον, τοὺς μεγαλύνοντας σεμνή, τοὺς στεῤροὺς καὶ ἁγίους ἀγῶνάς σου.
Ὑψόθεν, μὴ διαλίπῃς Κυράννα, ἐποπτεύουσα τοὺς πίστει τελείᾳ, τῷ σῷ ἁγίῳ Ναῷ προσιόντας, καὶ πλήρου τούτων ἀεὶ τὰ συστήματα, ὡς δεδεγμένη ἐκ Θεοῦ, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.
Θεοτοκίον.
Ῥυσθῆναι, τῶν πονηρῶν βουλευμάτων, καὶ ποικίλων συστροφῶν τοῦ βελίαρ, ενίσχυσόν με τῇ σῇ δυναστείᾳ, θεογεννῆτορ Παρθένε πανάμωμε, καὶ δίδου μοι ἰσχὺν πατεῖν, τῆς αὐτοῦ πανουργίας τὰ ἔνεδρα.
Διάσωσον, παρθενομάρτυς Κυράννα ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Παρθενομάρτυς Κυράννα πανόλβιε, νύμφη Χριστοῦ ἀληθῶς καλλιπάρθενε, τοὺς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχοντας, παντοίων νόσων καὶ θλίψεων λύτρωσαι, καὶ δίδου ἡμῖν χαρὰν ἄληκτον.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύϑυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην. Ὁμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν ἐν ᾗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Ἥνυσας στεῤῥότατα, τὸ τῆς ἀθλήσεως σκάμμα, καὶ ὡς θῦμα ἄμωμον, προσηνέχθης πάνσεμνε τῷ Νυμφίῳ σου, ὦ ἀεὶ πρέσβευε, Κυράννα θεόφρον, τῶν ἐν βίῳ περιστάσεων, ἀτρώτους σώζεσθαι τοὺς εἰλικρινῶς σὲ γεραίροντας, ὑγίειαν τε καὶ ἴασιν πᾶσι τοῖς παισὶ καὶ νηπίοις τε, ἅμα καὶ ἐφήβοις, διδόναι καὶ μητράσι ταῖς αὐτῶν, χαρὰν ὁρᾶν τῇ σῇ χάριτι, ταῦτα ἀναθάλλοντα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Αἰωρήσεις ὑπέστης, καὶ πικρὰς ἀλγηδόνας Χριστοῦ τῷ ἔρωτι, διὸ ἡμῶν τὰς θλίψεις, καὶ τὰς πικρὰς ὀδύνας, εἰς χαρὰν ἀναφαίρετον, Κυράννα θαυματουργέ, μετάβαλε λιταῖς σου.
Ναὸν θεῖον ἡ Ὄσσα, ἡ πατρίς σου Ἁγία σοὶ ἐδομήσατο, ἐν ᾧ ὡς ἐν λιμένι, ἀκλύστῳ προσιόντες, τῆς γαλήνης τῆς κρείττονος, ἐπισκιάσει τῇ σῇ, πληρούμεθᾳ Κυράννα.
Νέους παῖδας Ἁγία, πάσης βλάβης λυτροῦσαι ἅμα καὶ νήπια, καὶ νέμεις εὐρωστίαν, εἰς πᾶσαν ἡλικίαν, καὶ ζωῆς ἀνθηρότητα, διὸ τὴν χάριν τὴν σήν, κηρύττομεν εὐσήμως.
Θεοτοκίον.
Ἀειπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, θεράπευσον τὸ ἄλγος, ψυχῆς μου τῆς ἀθλίας, καὶ φωτί με καταύγασον, τοῦ προελθόντος ἐκ σοῦ, βροτῶν εἰς σωτηρίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γαλήνην δίδου, καὶ ἀληθῆ εὐπραγίαν, τῇ πατρίδι σου Κυράννα μακαρίᾳ, τῇ σὲ κτησαμένῃ, θεόθεν πολιοῦχον.
Ἔχοντες Μάρτυς, τὴν σὴν ἁγίαν Εἰκόνα, ἀναβλύζουσαν τὴν θεϊκήν σου χάριν, ταύτῃ πάσῃ θλίψει, προσφεύγομεν Κυράννα.
Ῥείθροις ἀύλοις, τῶν πρεσβειῶν σου Ἁγία, τῶν παθῶν ἡμῶν τὴν πικρὰν σβέσον φλόγα, εὐφροσύνης δρόσον, παρέχουσα τῆς θείας.
Θεοτοκίον.
Ἀγγέλων δόξα, καὶ σωτηρία ἀνθρώπων, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι τὴν ψυχήν μου, παθῶν τῆς ἀδοξίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, καθωραϊσμένη, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ τιμῶντας Κυράννα καὶ μεγαλύνοντας.
Ἰάτρευσον Ἁγία, τοὺς ἀλγυνομένους, ἐν ἀλγηδόσι καὶ πόνοις καὶ πάθεσιν, ὡς ἐκ Θεοῦ δεδεγμένη χάριν ἐξαίρετον.
Μαρτύρων τῇ εὐκλείᾳ, ἀγλαϊζομένη, τὰς καθ’ ἡμῶν ἐπιθέσεις τοῦ δράκοντος, μαρτυρικῇ σου πρεσβείᾳ Μάρτυς ἀπότρεπε.
Ὁλόφωτον παστάδα, Μάρτυς κατοικοῦσα, φωτιστικαῖς σου πρεσβείαις διάλυσον, τὴν ἐπελθοῦσαν ὀμίχλην ἐν τῇ καρδίᾳ μου.
Θεοτοκίον.
Ὑψίστου ὤφθης θρόνος, Κεχαριτωμένη, Τοῦτον κρατοῦσα ἀγκάλαις ὡς νήπιον, ὦ τὴν ζωήν μου κατεύθυνον ἱκετεύω σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια
Χαίροις Ὄσσης βλάστημα ἱερόν, Κυράννα θεόφρον, νύμφη ἄμωμε τοῦ Χριστοῦ, ᾧ καὶ προσαχθεῖσα, ἀγῶσι μαρτυρίου, μαρτυρικῆς εὐκλείας ὤφθης συμμέτοχος.
Ἔχουσα ἁγνείας τὸν θησαυρόν, ἐν τῇ σῇ καρδίᾳ, τοῦτον ἄσυλον τῷ Χριστῷ, ἤγαγες Ἁγία καὶ ἤσχυνας εἰς τέλος, ἐχθροῦ τοῦ παλαιμναίου δεινὰ βουλεύματα.
Ἔστης ἐν τῇ πέτρᾳ τῇ ἀῤῥαγεῖ, ἀκλόνητος Μάρτυς, ἐν τῇ πνεύσει τῶν δυσχερῶν, τῆς ὁμολογίας, Χριστοῦ τῆς παναγίας, καὶ ἤθλησας Κυράννα στεῤῥῷ φρονήματι.
Ἤνεγκας ῥαβδίσματα χαλεπά, εἱρκτῆς τὰς κακώσεις, αἰωρήσεις τε τὰς πικράς, καὶ Χριστὸν ἐν ἄθλοις, δοξάσασα ἁγίοις, λαμπρῶς ἐμεγαλύνθης, Κυράννα ἔνδοξε.
Φέγγει οὐρανίῳ καταλαμφέν, τὸ σῶμά σου Μάρτυς, μετὰ τέλος τὸ ἱερόν, θείᾳ εὐωδίᾳ, ἐξέπληξε Κυράννα, πιστούς τε καὶ ἀπίστους, τοὺς ταῦτα βλέποντας.
Σκέπε τὴν πατρίδα σου, ὦ σεμνή, ἐκ πάσης ἀνάγκης, τῇ πρεσβείᾳ σου πρὸς Χριστόν, καὶ τοῖς σὲ τιμῶσι, δίδου ἀεὶ Κυράννα, τὰς δωρεὰς τῆς θείας, σοῦ Μάρτυς χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς, καλλιπάρθενε Χριστοῦ, Παρθενομαρτύρων τὸ κλέος, Κυράννα ἔνδοξε, πάῤῥησίαν ἔχουσα πρὸς τὸν Νυμφίον σου, ἐκτενῶς καθικέτευε, ῥυσθῆναι κινδύνων καὶ παντοίων θλίψεων καὶ πειρασμῶν χαλεπῶν, πάντας, τοὺς πιστῶς προσιόντας, τῷ σεπτῷ καὶ θείῳ Ναῷ σου, καὶ τὴν ἄθλησίν σου μακαρίζοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Παθῶν με κύριον ἔργασαι Κυράννα,
Γεράσιμον σπεύδοντα τῇ ἀρωγῇ σου.