Παρακλητικός Κανών της Αγίας Μαρκέλλας της Χιοπολίτιδος
†Εορτάζεται στις 22 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Οἱ ἐν δεινοῖς καὶ περιστάσεσι δεῦτε, τῇ τῆς Μαρκέλλης θαυμαστῇ ἀντιλήψει, πάντες καταφύγωμεν κραυγάζοντες· Ἀθληφόρε λύτρωσαι, τοὺς προστρέχοντας πίστει, τῇ θείᾳ προστασίᾳ σου, καὶ γὰρ Χριστῷ παῤῥησίᾳ, τῇ πορφυρᾷ σου καὶ μαρτυρικῇ, λαμπρᾷ ἐσθῆτι, Παρθενομάρτυς παρίστασαι.
Δόξα.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Κυρίου τοῖς νόμοις καὶ τοῖς θείοις διδάγμασι, πείθομένη Μαρκέλλα καὶ ἀμέμπτως φυλάττουσα, τὴν βίαν πτοηθεῖσα τοῦ πατρός, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηὐλίζου ἔνθα διώκων εὑρίσκει καὶ κτείνει σε· Δόξα τῷ δεδωκότι Σοι ἰσχύν· Δόξα τῷ Σὲ στεφανώσαντι· Δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σωτῆρα δυσώπει πάντων Θεόν, Μαρκέλλα ἀπαύστως, καὶ ἐξάγαγε συμφορῶν, τοὺς πίστει προσελθόντας, καὶ εὐλαβείᾳ πάσῃ, ὑπὸ τὴν σκέπην σου Μάρτυς, Κυρίου πανένδοξε.
Ὅλος ὑπάρχω τῇ ἐμμονῇ, προσβλέπειν ἐν βίῳ, παρερχόμενα καὶ θνητά, τὸν νοῦν ἀνόρθωσόν μου τὰ ἄνω, βλέπειν Μάρτυς ἐν ὄρει τῷ ἁγίῳ ᾧ κατεσκήνωσας.
Ἰατρεύεις ἁπάντων πάθη πολλά, θεράπευσον ὅθεν, σὺν τῷ σώματι τὴν ψυχήν, τῶν σὲ φωνούντων πόθῳ, Μαρκέλλα καλλιμάρτυς ἐπιστασίᾳ σου.
Θεοτοκίον.
Χαῖρε ἁπάντων μόνη ἐλπίς, διάσωσον πάντας, τοὺς ἐν πίστει καὶ ἀκλινεῖ, προσφεύγοντας ἐλπίδι, Παρθένε Θεοτόκε, τῇ εὐσπλαγχνίᾳ Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σῶσον Μάρτυς Κυρίου τοὺς ἀνυμνοῦντάς σε, ἐν ἀληθείᾳ καὶ πόθῳ Μαρκέλλα πάνσεμνε· ὡς ἂν σωθέντες πρεσβείᾳ σου, προσβολῶν τοῦ ὄφεως, Χριστὸν δοξάζομεν.
Ὅλην σχοῦσα καρδίαν, ταῖς νοηταῖς λάμψεσι, καὶ θεωρίας ἐκεῖθεν Μαρκέλλα καλλίνικε, ἔκλινας τὴν κάραν σου, τῷ σῷ πατρὶ τῷ βαναύσῳ, ἀπελθοῦσαν χαρὰν πρὸς τὴν οὐράνιον.
Λιμένα σε θεῖον ὡς ἀληθῶς ἔδειξε, ἐν τῇ νήσῳ τῆς Χίου, Χριστὸς ὁ Κύριος· ὅθεν καταφεύγομεν τῷ ναῷ σου, Μαρκέλλα λαμβάνοντες, ἐκεῖθεν γαλήνην ἀστασίαστον.
Θεοτοκίον.
Ὑπεραγία Παρθένε Θεοτόκε ἀνύμφευτε, τὴν παναθλίαν ψυχήν μου, ἁγνὴ ἐπίσκεψαι, καὶ καθαρὰν αὐτήν, δεῖξον μετανοίας δάκρυσι, αὐτὴν εὐπρεπίζουσα.
Διάσωσον, ἐκ πάσης ἐναντίας περιστάσεως Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ παῤῥησίᾳ σου προσφεύγοντας, καὶ σὲ φωνοῦντας καλλιμάρτυς Μαρκέλλα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγὴ θαυμαστὴ ἰάσεων γέγονεν, Μαρκέλλα σεμνή, ἡ πέτρα ἣ σὲ ἐδέξατο, ἰᾶται γὰρ τοὺς ἅπαντας, τὸ ἐκ ταύτης χεόμενον ὕδωρ, καὶ χριομένους εὐλαβῶς, εἰς δόξαν Χριστοῦ τοῦ Νυμφίου σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεγηθότες βοῶμέν σοι, Μαρκέλλα ἐκλύτρωσαι, τοῦ δολίου δράκοντος, καὶ διατήρει ἀσινεῖς τοὺς ἀνυμνοῦντάς σε.
Γέγονας νύμφη τῷ Κυρίῳ, ὡραία ὦ Μαρκέλλα πανέντιμε, τῇ στολῇ τοῦ αἵματος περιβεβλημένη, καὶ τὴν τῆς παρθενίας λαμπάδα βαστάζουσα.
Ὅθεν τοὺς προστρέχοντας πανταχόθεν, τῷ ἁγίῳ ναῷ σου, ἀφύπνισον ἐξ ὕπνου ἀγνωσίας, πρὸς ἐργασίαν τῶν ἐντολῶν τοῦ Δεσπότου σου.
Θεοτοκίον.
Ῥῶσιν δίδου πανάμωμε, ἐν τῇ ψυχῇ καὶ τῷ σώματι, καὶ κακῶν τὰ σκιρτήματα, ἀφάνισον καὶ τούτων, τὴν ὁμίχλην διάλυσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τιμία σου κεφαλή, εἰς τὴν θάλασσαν ῥιφθεῖσα, ἁγιάζει τὰ ὕδατα, καὶ γὰρ χειρὶ πατρῶα ἐτμήθης, διὰ τὸν κτίστην σου.
Σκέπε νῦν ἡμᾶς, ὦ Μαρκέλλα θεοδόξαστε, ἵνα σου τὰ θαύματα ἀεί, κηρύττομεν λυτρούμενοι, πάσης θλίψεως.
Σωτῆρα Χριστόν, κόσμου παντὸς ἀγαπήσασα, τούτῳ ἑπομένη, καλοῦντος ᾖρας τὸν Σταυρόν, παρθενομάρτυς Μαρκέλλα τῆς ἀθλήσεως.
Θεοτοκίον.
Ἤθλησας σεμνή, τοῦ Θεοῦ Μητέρα θεόνυμφον, καλοῦσαι καὶ λέγουσα θερμῶς· Θεοτόκε καιρὸς βοηθείας βοήθεί μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τρωθεὶς τοῦ ἐχθροῦ βέλει Μάρτυς, τὴν τρωθεῖσαν χειρὸς πατρώας τόξῳ, σὲ ἱκετεύω τὴν θεόφρονα Μαρκέλλαν, τὰ τραύματά μου θεράπευσον, καὶ ἀσθενείας τῆς ψυχῆς, τῇ χειρί σου εἰς τέλος ἀφάνισον.
Ὡράισμα καὶ κλέος τῆς Χίου, ἀνεδείχθης καὶ σέμνωμα θεῖον, τῶν πρὸς τὴν σὴν δ’ ἀφορώντων πρεσβείαν, ὄντως καταφύγιον καὶ προστασία ἀῤῥαγής, ἐκ μέσου ἡμῶν ποιοῦσα τὰ σκάνδαλα.
Ἰατρεῖον νοσημάτων ἐφάνη, ὁ ναός σου ἄμισθον τοῖς πᾶσι, καὶ δεινῶν καὶ κακώσεων πλείστων, ἐνταῦθα τὴν λύσιν λαμβάνομεν, Ἀθληφόρε Κυρίου νύμφη Χριστοῦ, οἱ προστρέχοντες ἐνταῦθα ἐκ πίστεως.
Θεοτοκίον.
Γενόμενον ἐν πολλοῖς πειρατηρίοις, Θεοτόκε ἀνύμφευτε Μῆτερ, σῶσόν με Κόρη τῇ σῇ συμπαθείᾳ, σὺν Μαρκέλλης πρεσβείαις, ἣν κέκτηται, Χίος ὡς κλέος ἀληθῶς, καὶ θεῖον θησαύρισμα Χάριτος.
Διάσωσον, ἐκ πάσης ἐναντίας περιστάσεως Ἀθληφόρε, τοὺς ἐν πίστει τῇ παῤῥησίᾳ σου προσφεύγοντας, καὶ σὲ φωνοῦντας καλλιμάρτυς Μαρκέλλα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἰατρεῖον νοσημάτων νῦν γέγονεν, καὶ τῶν κλονουμένων Μαρκέλλα τὸ ἔρεισμα, ἡ σῇ πέτρα ἡ σεπτὴ καὶ ἁγία σου σορός· ἀλλὰ πάντοτε ἀκλινῶς, τοὺς προστρέχοντας αὐτῇ, ἀτρώτους τῷ ὕδατι φύλαττε, ἐκ κινδύνων καὶ κακῶν ὀλεθρίων, ἐποπτεύουσα ἐξ οὐρανοῦ, καλλιμάρτυς συμπαθῶς αὐτούς.
Προκείμενον.
Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δέησεώς μου
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθηνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. κα΄ 12-19)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείας Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Νύμφη καλλιπάρθενε, τοῦ ἄνω δόξης νυμφῶνος, Μαρκέλλα καλλίνικε, βέλει πρῶτον τέτρωσαι, διὰ τὸν κτίστην σου, νοερῶς βλέπουσα, τὸν ἐν σοὶ Νυμφίον, ἁγιάζεις τῇ πληγῇ σεμνή, θαλάσσης ὕδατα, ταῖς μαρμαρυγαῖς τοῦ σοῦ αἵματος, σὺν τῷ βέλει τρέχουσα, καὶ διωκομένη, καὶ φεύγουσα, ξίφει τοῦ πατρός σου· μὴ ἄλλως δυναμένη δὲ φυγεῖν, κατακαλύπτει ὁ βράχος σε, καὶ τὴν κάραν τέτμησαι.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀλγηδόνα παντοίων καὶ δεινῶν ὀλεθρίων καὶ πάσης θλίψεως, καὶ φθόνου τῶν δαιμόνων, καὶ μίσους τῶν ἀνθρώπων, Μαρκέλλα διάσωζε, τοὺς προστρέχοντας ἀεί, τῇ πέτρᾳ τῇ σχισθείσῃ.
Νοσημάτων ποικίλων χαλεπῶν καὶ κινδύνων Μάρτυς καλλίνικε, τοὺς πόθῳ προσιόντας, τῷ ὕδατί σου ῥῦσαι, καὶ παντὸς διαφύλαττε, ἐν πάσῃ ὥρᾳ κακοῦ, τοὺς πίστει σὲ τιμῶντας.
Ἁγιάσματος θείου, καὶ πηγῆς τῶν ἰάσεων ἡ σορός σου γέγονεν, Μαρκέλλα πρόξενος, τῇ νήσῳ ἐν τῇ Χίῳ, ἥτις ἀεὶ καταφεύγει, σοὶ Μάρτυς πολύαθλε, ἔνθα σῶμα τὸ σεπτόν, ἡ πέτρα καλύπτει σου.
Θεοτοκίον.
Πασῶν τιμιωτέρα ὑπάρχεις Σεραφεὶμ Χερουβείμ τε καὶ ἄνω τάξεων, Μαρτύρων καὶ Ὁσίων, καὶ πάντων τῶν Ἁγίων, Προφητῶν Ἀποστόλων δε, Ἱεραρχῶν Πατριαρχῶν, Χριστοῦ Θεοῦ Μῆτερ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σκέπε οὐρανόθεν, τοὺς ἀκλινῶς ἐν ἑκάστῃ ὥρᾳ προστρέχοντας, τῷ σεπτῷ σου ναῷ, ἔνθα ἐνήθλησας, καὶ ἐν πέτρᾳ τῇ σχισθείσῃ.
Οὐρανόθεν, ἐφαπλοῦσα τὴν προστασίαν σου, Μάρτυς καὶ ἐκεῖθεν τὰς ἰάσεις, διὰ τοῦ σοῦ ὕδατος δωρουμένη, εἰς τέλος μὲ θεράπευσον βοῶ σοι.
Ἴασαι νύμφη Κυρίου, τὴν παναθλίαν ψυχήν μου, σὺν τῷ σώματι ναὸν αὐτὴν ποιοῦσα, Χριστοῦ τοῦ Θεοῦ, τοῦ Νυμφίου σου.
Θεοτοκίον.
Ῥοῦν παντοίων, δυσχερειῶν καὶ στενώσεων, καὶ θλίψεων ἀποξήρανον Παρθένε, δυνάμει τῶν θείων πρεσβείων σου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁπάντων τῶν κινδύννων, ἐχθρῶν ἐξ ἀοράτων, καὶ τῶν ἐν σώματι παντοίων κακώσεων, ἐκλύτρωσαι Μάρτυς, τοὺς εἰς σὲ καταφεύγοντας.
Κλῖνόν σου τὸ γόνυ, τῷ θρόνῳ τῆς Τριάδος, καὶ τῶν κακῶν με ἁπάντων διάσωσον, ὡς σχοῦσα παῤῥησίαν, Μαρκέλλα θείῳ βήματι.
Ἄνωθεν ἀγγέλους, αἰῶσι συγχορεύεις, καὶ τῶν ἐκεῖθεν τερπνῶν συμμετέχουδα, ἔπιδε ἐξ οὐρανῶν, Μαρκέλλα τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Μακάριος Κορίνθου, σὺν τῷ Νικηφόρῳ, ἦλθον πρὸ τῆς πέτρας ἣ ἐκάλυψέ σε, ὕστερον δὲ ἦλθεν, Νεκτάριος ὁ θεῖος· μεθ΄ ὧν καὶ τῆς πανάγνου, σκέπε ἡμᾶς Μαρκέλλα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἀστράπτεις ταῖς ἀκτῖσι ταῖς θεουργαίς, οὐρανῶ ἑστῶσα, ὦ Μαρκέλλα, δόξῃ πολλῇ, ὁρῶσα σὸν Νυμφίον πολλὴ ἐν παῤῥησία δι’ ὂν σφαγὴν ἑκούσιον, καθυπέμεινας.
Τὶς με τῆς ἀγάπης τοῦ Ἰησοῦ, χωρίσει ἐβόας, καὶ ἐν βήματι καὶ σπουδῇ, προσέτρεχες θαλάσσῃ, πλησίον ᾖς προσήχθης, ἀφαιρούμενη κάραν, θύμα τῷ Κτίστῃ σου.
Χαίροις ἡ μαρτύρων θεία σκηνῇ, συναγαλλομένῃ, σὺν ἀγγέλοις ἐν οὐρανοῖς, χαίρεις ἡ τὴν κάραν, μαστοῖς χερσὶ τμηθεῖσα, Μαρκέλλα τρισόλβια, μάρτυς πανένδοξε.
Χαίρει νῦν ἡ Χῖος, χαρὰν ἐν σοί, σχοῦσα Μαρκέλλα, τὸ ἐκ πέτρας θαυματουργόν, ὕδωρ ὃ προχέει, σοροῦ σου ἐξ ἁγίας, ὅπερ καὶ θερμοῦται, τῇ ἐπικλήσεί σου.
Πάντας τοὺς ἐν πίστει ὑπὸ τὴν σήν, προστρέχοντας πρεσβείαν, διαφύλαττε τῶν δεινῶν, νόσων καὶ κινδύνων καὶ βλάβης ἐκ παντοίας, Μαρκέλλα τῶν τιμώντων σε φυλακτήριον.
Χλαῖναν παρθενίας πορφυραιγῇ, αἵμασιν οἰκείοις, βεβαμμένην ἀθλητικῶς, φέρουσα Μαρκέλλα, τῷ Λόγῳ ἐνυμφεύθης, τμηθεῖσα τῇ πατρώᾳ, χειρὶ ὡς πάνσεμνος.
Χαίροις τῶν νοσούντων καταφυγή, καὶ τῶν θλιβομένων, ὀξυτάτη ἀπαλλαγή· χαίροις τῆς σῆς νήσου, ἀγλάισμα καὶ κλέος, Μαρκέλλα καλλιμάρτυς, χαρᾶς με ἔμπλησον.
Μεγαλυνάρια συνταχθέντα ὑπὸ τοῦ Ἁγίου Νικηφόρου τοῦ Χίου
Χαίροις Νύμφη ἄσπιλε τοῦ Χριστοῦ, ἔνδοξε Μαρκέλλα, καλλιμάρτυς νεοφανής, βλάστημα τῆς Χίου, καὶ δόξα καὶ προστάτις, πάντων παθῶν ἀπάλλαξον, τοὺς τιμῶντάς σε.
Πορφύραν ἐξ αἵματος τὴν στολήν, ὡς περικειμένη, καὶ τὸ στέφος ἐν κορυφῇ, ἔχουσα τὸ Θεῖον, καὶ τὴν τῆς παρθενίας, λευκοφανή λαμπάδα, κρατοῦσα γέγηθας.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Τὸ Ἀπολυτίκιον Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. (συνταχθὲν ὑπὸ τοῦ Ἁγίου Νικηφόρου)
Τοῦ Κυρίου τοῖς νόμοις καὶ τοῖς θείοις διδάγμασι, πείθομένη Μαρκέλλα καὶ ἀμέμπτως φυλάττουσα, τὴν βίαν πτοηθεῖσα τοῦ πατρός, ὦ Νύμφη ἀκήρατε Χριστοῦ, ἐν τοῖς ὄρεσιν ηὐλίζου ἔνθα διώκων εὑρίσκει καὶ κτείνει σε· Δόξα τῷ δεδωκότι Σοι ἰσχύν· Δόξα τῷ Σὲ στεφανώσαντι· Δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Πάντων προστατεύσεις
Ὅτε ἐν τῷ βράχῳ σε ἐντός, μάρτυς ὁ πατήρ σου κατεῖδεν, τὸ ξίφος ὕψωσε, σκότει συνεχόμενος, κατὰ τῆς σῆς κεφαλῆς, τότε σὺ ἀνέδραμες οὐρανῶ Μαρκέλλα, ἀγγέλων δεχομένων σε, καὶ τῶν αἱμάτων κρουνοῖς, λίθοις ὡς τιμίοις χιτῶνι, σχοῦσα ἐν τῷ τῆς παρθενίας, κατάπαυσαι, Χριστοῦ εἰς τὴν ἀπάντησιν.
Πάντας τοὺς καλοῦντάς σου θερμῶς, μάρτυς τὴν ταχεῖαν πρεσβείαν, καὶ χριομένους πιστῶς, τῷ Ἁγίῳ ὕδατι, θείως ἐκβλύζοντι, πάσης θλίψεως λύτρωσαι, καὶ πάσης ἀνάγκης, σὺ γὰρ ἀναδέδειξαι, θαυματουργὸς ἡ κλείνη, καὶ ἐν ἐνεργείαις ποικίλαις, πάντας διασῴζεις Μαρκέλλα, τοὺς πίστει σοι καὶ πόθῳ, καταφεύγοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.