Παρακλητικός Κανών εις την Αγία Ένδοξον και Σωφρονεστάτη Νεομάρτυρα Αργυρή την εκ Προύσης

Ποίημα Ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 5 Απριλίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς σωφροσύνης τὴν στολὴν ἐνδυθεῖσα, ἀκολασίας κατεπάτησας ὄφιν, καὶ πλάνην ἐμυκτήρισας τῆς Ἄγαρ κραταιῶς, ὅθεν ἐμαρτύρησας ἐν βασάνοις ποικίλοις, καὶ Χριστὸν ἐδόξασας, ὃν δυσώπει δοθῆναι, τοῖς σὲ τιμῶσι θεία Ἀργυρή, τὴν σωφροσύνην, καὶ βίου ἁγνότητα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τὴν Σωφροσύνην Ἀργυρή δὸς ἡμῖν Δῶρον. Ἀ(θανασίος)

ᾨδὴ ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τριάδα ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν σὲ πόθῳ, ἀνυμνούντων ὦ Ἀργυρή, αἰτοῦσα ἐν βίῳ σωφροσύνην, καὶ καρδιῶν σταθερὰν καθαρότητα.

Ἠγάπησας σφόδρα τὸν Ἰησοῦν, διδάσκαλον θεῖον, τῆς ἁγνότητος Ἀργυρή, ὃν αἴτει πολλὴ τῇ παῤῥησία, τηρεῖν ἡμᾶς ἐν ἁγνότητι πάντοτε.

Νικήσασα ὄφιν τὸν δολερόν, θελήσαντα Μάρτυς, σὲ χωρίσαι τοῦ Ἰησοῦ, αὐτοῦ ψυχωλέθρους ἐπηρείας, τὰς καθ’ ἡμῶν ταῖς εὐχαῖς σου διάλυε.

Θεοτοκίον.
Σὺ μήτηρ ὑπάρχουσα ἀληθῶς, πιστῶν κατὰ χάριν, τὸν γλυκύτατον Ἰησοῦν, μὴ παύσῃ πρεσβεύουσα δοθῆναι, ἡμῖν ἁγνότητα, πάναγνε Δέσποινα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς ὑπερκάλλος νύμφη, τοῦ Ἰησοῦ ἤρνησαι, βίαν ὠμοτάτην βαρβάρου, ὦ ἀργυρώνυμε· διὸ μοὶ χάρισαι, ἀρνεῖσθαι βίαν τυράννου, σώματος ὠθοῦντος μέ, εἰς Χριστοῦ ἄρνησιν.

Φαιδροτάτη καρδία, πρὸ δικαστῶν ἕστηκας, καὶ Χριστοῦ θεότητα, Μάρτυς, καθωμολόγησας, ὃν καταξίωσον, ἡμᾶς λατρεύειν ὡς πρέπει, ὅπως τὴν οὐράνιον, εὕρωμεν ἄνεσιν.

Ῥήτωρ ὤφθης γενναίως, Ἀγαρηνοὺς δείξασα, Ἀργυρή, κειμένους ἐν σκότει, θείοις σου ῥήμασιν· ὅθεν τοὺς σέβοντας, σοῦ τὴν ἀοίδιμον μνήμην, ἐν Χριστοῦ πορεύεσθαι, φωτὶ ἀξίωσον.

Θεοτοκίον.
Οὐρανὸς ἀνεδείχθης, πνευματικὸς Δέσποινα, Ἥλιον Χριστὸν ἐν γαστρὶ σου, ἁγνῶς βαστάσασα, οὗ τοῖς αὐγάσμασι, ψυχὰς πιστῶν δεῖξον ἄλλους, οὐρανοὺς φωτίζουσα, τούτους πρεσβείαις σου.

Διάσωσον, ὦ Ἀργυρή, τοὺς τιμῶντας σὲ πόθῳ, ἀπὸ πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καὶ χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τὴν λύσιν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Ὡς νύμφη Χριστοῦ καὶ μάρτυς γενναιόψυχος, Αὐτὸν Ἀργυρή, ἀεὶ καθικέτευε, ὅπως σκέπη ἅπαντας, τοὺς τιμῶντας τὴν θείαν μνήμην σου, καὶ τὴν ἁγνότητα ψυχῶν, ταῖς πρεσβείαις σου χαρίζηται.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Συζυγίαν ἐτήρησας, ἄμωμον ἐκ φθόνου τοῦ πολεμήτορος, διὸ Μάρτυς τήρει πάντοτε, εὐλαβεῖς συζύγους ἐν ἁγνότητι.

Ὑποτάξασα ἅπαν σου, νόημα Κυρίῳ βασάνους ἤνεγκας, Ἀργυρή, ὃν καθικέτευε, τὴν ὑπομονὴν ἡμῖν χαρίζεσθαι.

Νίκην ἤνεγκας πάντιμε, κατὰ μισοάγνου σφοδρῶς σὲ παίσαντος, διὸ δίδου τὴν ἁγνότητα, πᾶσιν, Ἀργυρή, τοῖς δεομένοις σου.

Θεοτοκίον.
Ἠλευθέρωσας Ἄχραντε, γένος τῶν ἀνθρώπων δεσμῶν τοῦ ὄφεως, οὗ ἰοῦ μὲ ἀποκάθαρον, τοῦ καταμολύνοντος καρδίαν μου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόσους ψυχικούς, καὶ τοῦ σώματος θεράπευσον, ὦ Ἀργυρὴ τῶν ἀνυμνούντων σε, ἰατρὸν καθικετεύουσα, Ἰησοῦν δι’ ὃν καλῶς ἐνήθλησας.

Ἄγαρ σκοτεινῆς, πλάνην ἤλεγξας πανεύφημε, τῷ φωτισμῷ Ἁγίου Πνεύματος, ὃν παράσχου, καὶ ψυχαῖς τῶν πίστει ἀνυμνούντων σε.

Ῥῦσαι τοῦ ἐχθροῦ, Ἀργυρὴ μάρτυς τρισόλβιε, τοὺς ἐν δικτύοις κινδυνεύουσι, τούτου πλακῆναι, τοῖς ψυχωλεθρίοις μηχανεύμασι.

Θεοτοκίον.
Γνῶσιν ἀληθῆ, τοῦ Κυρίου δὸς Πανάμωμε, τοῖς ἀνυμνοῦσι σου τὴν ἄφθορον, κυοφορίαν, καὶ μεγαλυνόντων θείαν δόξαν σου.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑπέμεινας, Ἀργυρὴ ἐν ἔτεσι, τὰς βασάνους τῶν ἀθέων βαρβάρων, ἐν τῇ εἱρκτή, καὶ ἀπείληφας στέφος, τοῦ μαρτυρίου γενναία ἐνστάσει σου· διὸ ἡμῖν ὑπομονήν, ἐν τοῖς βίου δεινοῖς, Μάρτυς, δώρησαι.

Ῥητόρων σε, ὑπερτέραν ἔγνωμεν, σιωπὴ αὐτοὺς νικήσασαν, μάρτυς, καὶ γὰρ τὰ σὰ πολυχρόνια πάθη τοῖς χριστωνύμοις ἀγλώττως κηρύττουσι, πῶς δεῖ βιοῦν ἐν πειρασμοῖς, Ἀργυρὴ νεομάρτυς χριστόαθλε.

Ἡ χάρις σε, τοῦ Ἁγίου Πνεύματος, ὡς ὑπέσχετο Σωτὴρ ἐδυνάμου, καὶ ἀσθενές, Ἀργυρὴ τῆς σαρκός σου, ὥσπερ χαλκοῦν ἀνδριάντα ἀνέδειξεν, ἣν Χάριν πρέσβευε ἡμᾶς, δυναμοῦν ἐν τοῦ βίου ταῖς θλίψεσι.

Θεοτοκίον.
Διδάσκαλον, παρθενίας ἔτεκες, ὦ παρθένε Θεοτόκε Μαρία, οὗ ἀκλινῶς, ἐπορεύθη ὀπίσω, ἡ Ἀργυρὴ τὴν ἁγνείαν προκρίνασα, προσκαίρου βίου ἡδονῆς, ἧς πικρίας σοὺς δούλους ἐκλύτρωσαι.

Διάσωσον, ὦ Ἀργυρή, τοὺς τιμῶντας σὲ πόθῳ, ἀπὸ πάσης ἐπιβουλῆς δεινοῦ πολεμήτορος, καὶ χάρισαι ταῖς σαῖς εὐχαῖς, αἰτημάτων αὐτῶν τὴν λύσιν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Συζυγίας φανεῖσα ὑπέρμαχος, τῆς ἁγνείας κανὼν ἀναδέδειξαι, σὴ ἀθλήσει, περιστερὰ Κυρίου Ἀργυρή, διό, φύλαττε καλῶς, ἀπὸ ἐχθροῦ ἐπιβουλῆς, συζυγίας τῶν δούλων σου, ὅπως σωφρόνως ζῶντες, τύχωσι τῶν βραβείων, ἅπερ ὑπέσχετο ἡμῖν, ὁ ἁγνείας Διδάσκαλος.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. κέ΄ 1-13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην, ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί, αἵτινες μωραί, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ’ ἑαυτῶν ἔλαιον. Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν. Ἰδοῦ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι, Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν, πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ’ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι, Κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ἡ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀργυρῆς ἁγίας, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Καθαρὸν κειμήλιον, τῆς σωφροσύνης δειχθεῖσα, Ἀργυρὴ πανένδοξε, ἐν βασάνοις εἴληφας τὸ βραβεῖόν σου· διὸ ἱκετεύομεν, κλῖνον σου τὰ ὦτα, καὶ ἐπάκουσον τῶν δούλων σου, χάριν παρέχουσα, ψυχικῆς αὐτοῖς καθαρότητος, φυλάττουσα τὸν τίμιον, γάμον προσβολῶν τοῦ ἀλάστορος, ὅπως ἐναθλοῦντες, μαρτύριον ἀγάπης τοῦ Χριστοῦ, ταῖς σαῖς εὐχαῖς ἐπιτύχωμεν, Παραδείσου ἅπαντες.

Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐδαμῶς σου δουλεία, ἡ τοῦ σώματος Μάρτυς Χριστοῦ ἠλάττωσε, ἀγάπην ἀλλὰ μᾶλλον, ὡς πῦρ ηὔξησε ταύτην, ἣν παράσχου τοῖς ὅσοι σου, μνήμην τελοῦμεν πιστῶς, ὦ Ἀργυρὴ θεόφρον.

Σταθερὰν ἐπεδείξω, τὴν σὴν γνώμην βασάνοις οὖσα τρισόλβιε, ὡς πύργος ἐπὶ πέτραν, τῷ ἔρωτι Δεσπότου, τὰς σὰς βάσεις κατέχουσα, ὃν ταῖς ψυχαῖς Ἀργυρή, ἡμῖν ἔνθες εὐχαῖς σου.

Ἡ ἀνδρεία ψυχή σου, ὡς ἀμνὰς τοῦ Δεσπότου ὅλη ἐκκέκαυται, ἀγάπη ὑπὲρ φύσιν, δι’ ἧς βασάνων θλίψεις, Ἀργυρὴ καθυπέμεινας· διὸ βοήθει ἡμῖν, ἐν θλίψει κλονουμένοις.

Θεοτοκίον.
Μεθ’ ἡμῶν μεῖνον, Μῆτερ, ἐν καιρῷ ὅταν βέλη ἐχθροῦ προσβάλλωσι, σὰ τέκνα καὶ ὁ λύχνος, ὑπομονῆς οὐ φέγγη, ἀλλὰ σκότος ἐπέρχεται, ἀπελπισμοῦ φοβεροῦ, ὃν λῦε τῷ φωτὶ σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ ἐπέστη, ἡμέρα ὅτε ἡ χρεία, βοηθείας Ἀργυρὴ νεομάρτυς· σπεῦσον, δίδου χεῖρα, σοῖς δούλοις συμπαθείας.

Νοῦν ἀτακτοῦντα, καὶ λογισμοῖς μισοάγνοις, πολεμούμενον χαλίνωσον Μάρτυς, μνήμην τοῦ Κυρίου, αὐτῷ χαριζομένη.

Δεσμοὺς ἀφύκτους, τῆς δολερᾶς ἁμαρτίας, συμπνιγούσης ψυχὰς τῶν ἱκετῶν σου, Ἀργυρὴ εὐχαῖς σου, διάλυε ταχέως.

Θεοτοκίον.
Ὡς ὑπερβᾶσα, τῇ σωφροσύνῃ γυναῖκας, γενεῶν ἁπασῶν, ἁγνὴ Παρθένε, δίδου σωφροσύνην, τοῖς πόθῳ σὲ ὑμνοῦσι.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥεόντων παριδοῦσα, Ἀργυρὴ νῦν βλέπεις, ἃ ὀφθαλμοὶ τῶν ἀνθρώπων οὐ βλέπουσι, ὧν καταξίωσον πάντας, τοὺς ἀνυμνοῦντάς σε.

Ὁ ὄφις ἐπατήθη, Ἀργυρὴ σοῖς ἄθλοις, καὶ ἀπολαύεις προσώπου Νυμφίου σου, ὃν καὶ ἡμᾶς εὔχου Μάρτυς, ἰδεῖν ὀψέποτε.

Ναοὺς τῆς σωφροσύνης, καὶ ἁγνείας δεῖξον, τοὺς νεανίας ἐν πόθῳ τιμῶντάς σε, ὦ Ἀργυρὴ καὶ παγίδων, ἐχθροῦ ἐκλύτρωσαι.

Θεοτοκίον.
Ἀμόλυντε Παρθένε, τοὺς ἐν σωφροσύνη, καὶ καθαρότητι ζῶντας ἐνίσχυσον, σὺν Ἀργυρὴ τῷ Δεσπότῃ, καθικετεύουσαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε ὦ Νεομάρτυς, τὴν ἀειμακάριστον καὶ θεοδόξαστον, τὴν προστάτην καὶ φρουρὸν ἡμῶν. Τὴν διὰ ἀγάπην τοῦ Ἰησοῦ, μαρτυρίου χλαῖναν, ἐνδυθέντα περιχαρῶς, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὑμνεῖ ἐν Παραδείσου, Χριστὸν τὸν ζωοδότην, καὶ πάντων Κύριον.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Μάρτυς τοῦ Κυρίου πανευκλεής, Ἀργυρὴ τρισμάκαρ, διαφύλαττε τοὺς τὸ σὸν σκῆνος προσκυνοῦντας, ἐν πίστει τε καὶ πόθῳ, ἐκ βλάβης τε παντοίας, παθῶν καὶ θλίψεων.

Ἄστρον ἀνατέταλκε φαεινόν, ἐκ τῆς Βιθυνίας, ἡ πολύαθλος τοῦ Χριστοῦ, μάρτυς καὶ φωτίζει, πιστῶν ἅπαν τὸ πλῆθος, ἡ Ἀργυρὴ ἣν πόθῳ, ἀνευφημήσωμεν.

Ἕτερα νεοσύνθετα.
Χαίροις σωφροσύνης οἶκος λαμπρός, καὶ ἁγνείας σκῆνος, δι’ ἀγάπην τοῦ Ἰησοῦ, ἅπερ δίδου δῶρον, τοῖς σὲ ἀνευφημοῦσιν, ὦ Ἀργυρὴ θεόφρον, γυναίων καύχημα.

Τοὺς ἐν γάμῳ ὄντας τήρει καλῶς, σωφρονοῦντας Μάρτυς, καὶ ἁγνεύοντας ἐν Χριστῷ, ὡς καὶ σὺ τὴν πίστιν, ἐτήρησας τοῦ γάμου, δι’ ὃ καὶ ἀνεδείχθης, θύμα ἁγνότητος.

Τοὺς προσερχομένους πανευλαβῶς, σῷ ναῷ ἐν Λέσβῳ, καταξίωσον Ἀργυρή, ἐν Χριστοῦ ἁγνεία, ζῆσαι ἐν βίῳ τούτῳ, καὶ θείας βασιλείας, μετόχους ποίησον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, νεομάρτυς Ἀργυρή, χαίροις καὶ εὐήκοος γίνου τῶν αἰτουμένων σε, σωφροσύνην χάρισαι, τοῖς ἐν τοῦ γάμου δεσμοῖς, ἐλευθέροις ἁγνότητα, ὑγιείαν τοῖς ὅσοι, ἀσθενοῦσι σώματι, καὶ τῇ ψυχῇ σαῖς εὐχαῖς· πάντας δὲ ἀνάδειξον σκεύη, Ἰησοῦ χρυσὰ καὶ εὐώδη, ὥσπερ σὺ ὑπῆρξας, χριστοστέφανε.

Ἕτερον Ὅμοιον.
Ὥσπερ ἐν ὁράσει ἱερεῖ, ὤφθης τοὺς στεφάνους κρατοῦσα, καὶ ἐξεζήτησας, οὕτως εἰκονίζειν σε, ὦ Ἀργυρὴ τοὺς πιστούς, κεφαλὰς στέψον ἄνωθεν, τῶν νυμφευομένων, καὶ αὐτοὺς συντήρησον, τιμίῳ γάμῳ καλῶς, ἵνα πειρασμοὺς ἐκνικῶντες, πάσης σαρκικῆς ἁμαρτίας, ἐκ Θεοῦ στεφθῶσιν ὥσπερ μάρτυρες.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχος·
Γενοῦ προστάτις, Ἀργυρή, τῶν τιμώντων σου
τὴν χρισταγάπητον καὶ σωφρόαγνον μνήμην.