Παρακλητικός Κανών εις την Αγία Νεομάρτυρα Μαρία την Μεθυμοπούλαν Κρήτης

†Εορτάζεται στις 1 Μαΐου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ Μεραμβέλλου τῆς Φουρνῆς ἀνεδείχθη, καρπὸς γλυκύτατος ἡ μάρτυς Μαρία, σεμνοπρεπῶς παλαίσασα τὸν τύραννον, νύμφη ἀναδέδεικται ἐκλεκτή τοῦ Κυρίου, καὶ περιπολεύει νῦν, εἰς ἀφθάρτους νυμφῶνας, ἔνθα πρεσβεύει πόθῳ πρὸς Χριστόν, ὑπέρ τῶν δούλων αὐτοῦ εἰς βοήθειαν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Τῆς Φουρνῆς βλαστήματι ὕμνον ὑφαίνω. Π.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Τρωθείσῃ καρδίᾳ παρὰ Χριστοῦ, Αὐτὸν ἐπεπόθεις ὡς Νυμφίον σοῦ ἐκλεκτόν, διὸ σοι τὸν ὕμνον ἐξυφαίνω, ἵνα εὐχαῖς σου Μαρία ῥυσθήσομαι.

Ἠράσθη σοῦ κάλλους ὁ μιαρός, εἰς μάτην Μαρία, ἑλομένης σου τὸν Χριστόν, πρὸς ὅν μῆτερ οἴδου τὰς δεήσεις, τῶν εὐλαβῶς καλουμένων σὸν ὄνομα.

Στεῤῥῶς ἀντιτάξασα τοῦ αἰσχροῦ, ἀνδρὸς τὰς κινήσεις, καὶ τοῦ πάθους ἐπιδρομήν, ὡς πάγκαλος νύμφη τοῦ Κυρίου, ὑπὲρ ἡμῶν ἀνυστάκτως ἱκέτευε.

Θεοτοκίον.
Φουρνῆς Μεραμβέλλου γόνον κλεινόν, ὑμνοῦντες Παρθένε, σοὶ προσπίπτομεν εὐλαβῶς, βοῶντες ἐκ πόθου τῆς καρδίας, Παρθένε ῥῦσαι ἡμᾶς πάσης θλίψεως.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων θαλάμων, διηνεκῆ ἔρωτα, ἔχουσα, Μαρία, προθύμως, τοῦτον ἐπλήρωσας, διὰ τοῦ αἵματος, ὅθεν ὡς μάρτυρα πάντες, πόθῳ ἐξαιτούμεθα τὴν σὴν παράστασιν.

Ὕμνος ὅλη ἐγένου πρός τὸν Θεὸν πάνσεμνε, σῶμα καὶ ψυχὴν παραδοῦσα, Αὐτῷ ἀμόλυντον, διὸ προσπίπτομεν, σεμνοπρεπῶς ἐκβοῶντες· δίδου τοῖς ἱκέταις σοῦ χάριν ἀείζωον.

Ῥυπαρώδεις ὀρέξεις τοῦ σὲ δεινῶς ἔνδοξε, καὶ λυσσομανῶς πολεμοῦντος, ἀνδρὸς διέφυγες, πίστει κρατύνασα, ἥνπερ παράσχου Μαρία, πᾶσι τοῖς καλοῦσί σε εἰς σὴν ἀντίληψιν.

Θεοτοκίον.
Νέα Εὖα δευτέρα, κόσμου παντὸς γέγονας, γένους τοῦ βροτείου Παρθένε, εἰς ἀναγέννησιν, κυοφορήσασα, τὸν βασιλέα τῶν πάντων, δι᾿ οὗ καὶ σῳζόμεθα ἐκ τοῦ ἀλάστορος.

Διάσωσον, ἐκ ψυχοφθόρου, Μαρία, ποικίλης βλάβης, τοῦ διαβόλου δειναῖς εἰσηγήσεσιν, τοὺς πόθῳ σε καλουμένους ἐν πίστει.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἁγνείας στεῤῥὸν κατέχομεν προτείχισμα, Μαρίαν σεμνήν Φουρνῆς τὸ θεῖον βλάστημα, ὡς αὐτῆς θαυμάζοντες ἀνδρείαν κατά τοῦ πολεμήτορος, προθύμως μιμούμεθα τὴν ἔφεσιν.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἡ Φουρνή ἡ σὲ τέξασα, κώμη Μεραμβέλλου, μῆτερ κραυγάζει σοι· ὦ Μαρία νύμφη ἔνδοξε, Κρήτην πᾶσαν φύλαττε τῇ σκέπῃ σου.

Στηριγμὸν σε κατέχοντες, στήλην τε ἁγνείας, ὄντως ὑπέρλαμπρον, καθ᾽ ἡμέραν ἀντεχόμεθα, τῆς σῆς ὀξυτάτης ἀντιλήψεως.

Βορβορώδη νῦν ἔφεσιν, καὶ παθῶν ὁμίχλην τὴν ἀπειλοῦσάν με, δαψιλῶς μῆτερ διάλυσον, ὦ σεμνὴ Μαρία παμμακάριστε.

Θεοτοκίον.
Λαμπηδὼν πανυπέρλαμπρος, μόνη Θεοτόκε τῷ κόσμῳ ἔλαμψας, ὅθεν φώτισον διάνοιαν, τῶν πρὸς σὲ φευγόντων, Μῆτερ Ἄχραντε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγνισον ἡμῶν, τὴν διάνοιαν καὶ φώτισον, τοῦ νόος τοὺς πολυτρόπους κραδασμούς, μῆτερ ἔνδοξε Μαρία παναοίδιμε.

Στήριξον ἡμῶν, τὴν καρδίαν τὴν ταλαίπωρον, δωρουμένη παῤῥησίαν σου πολλήν, πρὸς τὸν θρόνον τοῦ Δεσπότου, μῆτερ πάνσεμνε.

Τείνασα θερμῶς, τὴν σὴν χεῖραν εἰς βοήθειαν, μὴ ἀπώσῃ τῆς φωνῆς μου τῆς οἰκτρᾶς, τὰς δεήσεις, ὦ Μαρία πανσεβάσμιε.

Θεοτοκίον.
Ἤκουσας φωνῆς, ἱκετῶν σου Παναμώμητε, καὶ δεήσεως σῶν τέκνων ποθεινῆς, τῶν καλοῦντών σε, Παρθένε εἰς βοήθειαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Μαράνασα, τῆς σαρκὸς κινήματα, καὶ νόος καταβαλοῦσα τὰ θράση, τοῦ τε δεινοῦ ἀχθοφόρου τὸν πόθον, παραδραμοῦσα Μαρία ἠξίωσαι, ἐν οὐρανοῖς διηνεκῶς, μετ᾽ Ἀγγέλων οἰκεῖν, παναοίδιμε.

Ἀναίσχυντον, βιοτὴν διώξασα, καὶ παθῶν τὴν σκοτοδίνην Μαρία, ὑπὲρ Χριστοῦ σοῦ Νυμφίου προθύμως, τοῦ μαρτυρίου ὁδὸν ἐπεπόθησας, διὸ σοι σπεύδομεν πιστῶς, τῆς πρεσβείας σου μῆτερ δεόμενοι.

Τὰ τραύματα, τοῦ δεινοῦ μαράνασα, σκοτασμὸν τε τοῦ νόος ὦ Μαρία, κἂν ὡς νεᾶνις τε σώφρων μετῆλθες, εἰς τοῦ Κυρίου νυμφῶνα τὸν ἄφθαρτον, ἔνθα καὶ μέμνησο ἡμῶν, τῶν ἐν πίστει βαθείᾳ ὑμνοῦντών σε.

Θεοτοκίον.
Ἰάτρευσον, τῆς σαρκός μου Δέσποινα, καὶ ψυχῆς τὰς ἀσθενείας ταχέως, καταφυγὴν γὰρ κατέχομεν μόνην, σὲ τὴν Παρθένον καὶ ἄσπιλον Ἄχραντε, βοήθησον Μῆτερ θερμῶς, τοῖς σοῖς τέκνοις βοῶσιν ἑκάστοτε.

Διάσῶσον, ἐκ ψυχοφθόρου Μαρῖα, ποικίλης βλάβης, τοῦ διαβόλου δειναῖς εἰσηγήσεσιν, τοὺς πόθῳ σε καλουμένους ἐν πίστει.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Παρθενικοῖς σου, Μαρία, δι’ αἵμασι, τοῦ Παραδείσου θαλάμους ἐπότισας, ὁμολογίᾳ στεῤῥά τὸν Νυμφίον σου, ἐκλεξαμένη θερμῶς ἠκολούθησας, διὸ σοι γοργῶς καταφεύγομεν.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κέφ. ς΄ 12 – 21).

Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἂν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται. Εἰσέλθετε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι᾿ αὐτῆς. Ὅτί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς, ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ᾿Απὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς· μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ἄραγε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾿ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην τὴν διάνοιαν τείνασα μῆτερ εἰς ἄνω, οὐδόλως τὰ πρόσκαιρα, βίου καὶ ἐπίκηρα ἐπεπόθησας, θεϊκῷ ἔρωτι, τετρωμένη πόθῳ, ὦ Μαρία παναοίδιμε, Φουρνῆς τὸ κύημα, σκεῦος δὲ ἁγνείας εὐάρεστον, καὶ μαρτυρίου στέφανον, εἴληφας διὸ ἱκετεύομεν, ἐπάκουσον πάντων, τῶν πίστει ἐκβοώντων σοι θερμῶς, ῥύου σκανδάλων τοῦ ὄφεως καὶ παντοίων θλίψεων.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑμνῳδίας συντόνου, καὶ δεήσεως μῆτερ, μὴ ὑπερίδῃς νῦν, ἐκ πόθου τῆς καρδίας, κἂν χείλεσιν ἀνάγνοις, ἐξιούσης πανθαύμαστε, ὅθεν τῶν σῶν ἱκετῶν, Μαρία μὴ ἀπώσῃ.

Μυστικῶς τῇ καρδίᾳ, τὸν Νυμφίον ποθήσασα, ἐπουράνιον, ἐπίγειον παρεῖδες, βουλόμενον ἀχρείως, μιανθῆναί σε πάνσεμνε, διὸ ἡμῶν τῶν παθῶν, μιάσματα ἀπῶθου.

Νοερῶς νῦν Μαρία, σὸν ἰσάγγελον βίον, διεξερχόμενοι, θαυμάζομεν συντόνως, σὴν φρόνησιν Μαρία, καὶ ἀνδρείαν τὴν ἄτεγκτον, ἅτινα πόθῳ ψυχῆς, αἰτούμεθα δοθῆναι.

Θεοτοκίον.
Ὄρος θεῖον ἐδείχθης, προφητῶν ταῖς προῤῥήσεσιν, ἀλατόμητον, καὶ γέφυρα καὶ κλῖμαξ, πανεύοσμον τὲ ῥόδον, καὶ λυχνία καὶ τράπεζα, διὸ προσπίπτομεν σοί, Παρθένε γηθοσύνως.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νύμφη Κυρίου, μαρτυρικῶς ἀνεδείχθης, ὡς ποθήσασα θερμῶς τὸν σὸν Νυμφίον, μνήσθητι Μαρία, τῶν σὲ ὑμνολογούντων.

Ὕμνοις προθύμως, καταστέφομεν μῆτερ, τὴν σὴν ἄθλησιν ὁμοῦ τε καὶ ἀνδρείαν, ἥνπερ ταῖς εὐχαῖς σοῦ, δεόμεθα λαμβάνειν.

Φουρνή ἡ κώμη, εὐφροσύνως γεραίρει, τὴν σὴν ἄθλησιν Μαρία θεοφόρε, ὅθεν τῶν κινδύνων, αὐτὴν ῥύου προθύμως.

Θεοτοκίον.
Ἀνερμηνεύτως, παρθενεύουσα μένεις, πρό τοῦ τόκου καὶ ἐν τόκῳ Παρθένε, καὶ μετά τὸν τόκον, εἰς σωτηρίαν πάντων.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἴόν τόν τοῦ βελίαρ, τῆς ἀκολασίας, συντόνως μῆτερ καθεῖλες δι᾿ αἵματος, πᾶσιν ἡμῖν γεγονυῖα, θεῖον ὑπόδειγμα.

Νυμφῶνα τοῦ Κυρίου, μάρτυς ἑλομένη σεμνὴ προθύμως Αὐτῷ ἠκολούθησας, ὅθεν ἡμῶν διανοίας, νῦν ποδηγέτησον.

Ὡς ῥόδον τῆς ἁγνείας, εὔοσμον καὶ θεῖον, τῶν εὐσεβῶν τὰς καρδίας νῦν μύρισον, Φουρνῆς ἐκβλάστημα θεῖον καὶ εὐωδέστατον.

Θεοτοκίον.
Πρυτάνευσον Παρθένε, ἔχουσα ἀξίως, ἐν Παραδείσῳ πρεσβείαν ἀκλόνητον, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν ἐξυμνοῦντών σε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Τῆς Φουρνῆς τὸ καύχημα τὸ τερπνόν, τὴν σεμνὴν Μαρίαν, ἐπαινέσωμεν ἀδελφοί, καλούμενοι πόθῳ αὐτὴν ἐν ταῖς τοῦ βίου, ποικίλαις δυσκολίαις θείαν προστάτιδα.

Τῆς ἁγνείας ῥόδον τὸ εὐθαλές, μυρίσωμεν πάντες, τὴν Μαρίαν νύμφην Χριστοῦ, ἀρεταῖς ποικίλαις νῦν κατηγλαϊσμένην, ἐν οὐρανῶν θαλάμοις περιπολεύουσαν.

Μεραμβέλλου κώμης ἐκ τῆς Φουρνῆς, εξῆλθεν ὡς ῥόδον εὐωδέστατον ἀρετῶν, ἡ σεμνὴ Μαρία ἡ καὶ Μεθυμοπούλα, πρέσβυς πρὸς τὸν Δεσπότην ἀκαταπόνητος.

Σπεῦσον ὡς ἁγνείας σκεῦος τερπνόν, ἅγνισον Μαρία, διαθέσεις καὶ λογισμούς, ὅπως ἐπαξίως τὸν δρόμον ἐκτελέσω, καὶ κρίσεως Κυρίου μῆτερ σωθήσωμαι.

Τρόπον καὶ διάθεσιν τῆς ψυχῆς, παράσχου Μαρία, τοῖς ἱκέταις σοῦ δαψιλῶς, ὅπως διὰ βίου ἐχθρόν τὸν παλαμναῖον, μακρὰν ταῖς προσευχαῖς σοῦ ἀποβαλώμεθα.

Δίδου ὦ Μαρία, πᾶσιν ἡμῖν, δαψιλῶς εὐχάς σου, καί τὴν σκέπην τὴν ἱεράν, τῆς σῆς προστασίας ὁμοῦ καί τῆς πρεσβείας, ὅτι κατέχομέν σε θείαν προστάτιδα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἁγνείας τὸ ῥόδον τὸ εὐωδέστατον, καὶ Φουρνῆς κώμης θεῖον, ὄντως ἐκβλάστημα, τὴν Μαρίαν ἀδελφοί νῦν ἐπαινέσωμεν, ὅτι προθύμως τὸν Χριστόν, ἑλομένη εἰς Αὐτοῦ, θεῖον νυμφῶνα εἰσῆλθεν, τοῦ μαρτυρίου ταῖς τρίβοις, διὸ αὐτὴν ἐκμιμησώμεθα.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ὅτε συμβουλίᾳ τοῦ ἐχθροῦ, μῆτερ μιαρὸς ἀρχιφύλαξ, σὲ παρηνώχλησε, τότε παναοίδιμε τὴν παρθενίας στολὴν, καὶ ἁγνείας τὸ κάλυμμα, καλῶς ἐφυλάξω, νυμφῶνα τὸν ἄφθαρτον ἐκλεξαμένη σεμνή, ἔνθα, ὑπὲρ πάντων δεήσεις, τάχυνον Μαρία τῷ θρόνῳ, τοῦ Νυμφίου, ὃν καὶ ἐπεπόθησας.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Η Ακολουθία της Αγίας Μαρίας

Πληροφορίες για τον βίο της Αγίας Μαρίας