Παρακλητικός Κανών εις την Αγία Νέα Παρθενομάρτυρα Ελένη την εκ Σινώπης του Πόντου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 1 Νοεμβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα τροπάρια·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Tῇ σῇ ἀθλήσει Νεομάρτυς Ἑλένη, πολλῶν χαρίτων ἐκ Θεοῦ ἠξιώθης, ἐν τοῖς ἐσχάτοις χρόνοις ἀριστεύσασα· ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, τοὺς πιστῶς προστρέχοντας, τῇ σεπτῇ σου πρεσβείᾳ, καὶ πολλαπλῶν λυτροῦσθαι πειρασμῶν, τοὺς ἀνυμνοῦντας, τὴν θείαν σου ἄθλησιν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς·
Τὴν σήν μοι δίδου Ἐλένη χάριν. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταῖς σαῖς ἱκεσίαις Μάρτυς Χριστοῦ, Ἑλένη θεόφρον, πάσης λύτρωσαι συμφορᾶς, καὶ πάσης ἀνάγκης ἐν τῷ βίῳ, τοὺς προσιόντας πιστῶς τῇ πρεσβείᾳ σου.

Ἡγώνισαι Μάρτυς καρτερικῶς, ἐσχάτοις ἐν χρόνοις, καὶ κατέβαλες τὸν ἐχθρόν, οὗ τῆς τυραννίδος ἡμᾶς ῥῦσαι, παρθενομάρτυς Ἑλένη δεόμεθα.

Νοσούντων ἡ Κάρα σου ἡ σεπτή, ἰᾶται τοὺς πόνους, χορηγίᾳ τῇ θεϊκῇ, καὶ νέμει χαρὰν καὶ εὐφροσύνην, μάρτυς Ἑλένη ἡμῖν τοῖς τιμῶσί σε.

Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ὁ Θεός, ἐκ σοῦ καθωράθῃ, Θεοτόκε τοῖς ἐπὶ γῆς, καὶ ἔσωσεν πάντας τοὺς ἐν πίστει, δοξολογοῦντας τὸν ἄφραστον τόκον σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡγωνίσω νομίμως καὶ τὸν ἐχθρὸν ἤσχυνας καὶ προστάτις πᾶσιν ἐδόθης, τοῖς σὲ γεραίρουσιν, ὅθεν προστάτευε, ἡμῶν ἀπαύστως Ἑλένη παῤῥησίαν ἔχουσαν, πρὸς τὸν νυμφίον σου.

Νεκρωθεῖσα τῷ κόσμῳ, τῷ πρὸς Θεὸν ἔρωτι, εὕρηκας ζωὴν αἰωνίαν, καλῶς ἀθλήσασα, ὅθεν νεκρώσεως, τῆς ψυχικῆς ἡμᾶς ῥῦσαι, ζωτικαῖς πρεσβείαις σου, Ἑλένη πάνσεμνε.

Μαρτυρίου τὸν δρόμον, θεοπρεπῶς ἤνυσας, ὅθεν πρὸς ὁδὸν μαρτυρίων, τοῦ Παντοκράτορος, ὁδήγει πάντοτε, τοὺς σὲ τιμῶντας Ἑλένη, καὶ τῇ θείᾳ Κάρᾳ σου, Μάρτυς προσπίπτοντας.

Θεοτοκίον.
Ὀ τῶν ὅλων Δεσπότης, καὶ Ποιητὴς Ἄχραντε, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, σάρκα λαβόμενος, κόσμον διέσωσεν, τῆς παλαιᾶς καταδίκης, ὅθεν σου τὴν ἄφραστον, δόξαν κηρύττομεν.

Διάσωσον, παρθενομάρτυς Ἑλένη ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Μαρτύρων Χριστοῦ, τῆς δόξης κοινωνήσασα, Ἑλένη σεμνή, Παρθενομάρτυς ἔνδοξε, ἀπαύστως καθικέτευε, τοῦ διδόναι πταισμάτων συγχώρησιν, καὶ ἐκλυτροῦσθαι σκανδάλων πικρῶν, ἡμᾶς τοὺς πιστῶς σε μακαρίζοντας.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἰατρεύει νοσήματα, καὶ κεφαλαλγίας ἡ θεία Κάρα σου, ἐνεργεία τῇ τοῦ Πνεύματος, καὶ καθαγιάζει τοὺς τιμῶντάς σε.

Διανοίας στεῤῥότητι, ἀντιταξαμένη τῷ πολεμήτορι, κατ᾽ αὐτοῦ ἰσχὺν καὶ δύναμιν, δίδου μοι Ἑλένη καλλιπάρθενε.

Ἰλασμὸν αἴτει πάντοτε, παρὰ τοῦ νυμφίου σου ἀξιάγαστε, καὶ πταισμάτων ἀπολύτρωσιν, πάνσεμνε Ἑλένη τοῖς τιμῶσί σε.

Θεοτοκίον.
Δρόσον θείαν μοι ὄμβρησον, οἷαπερ νεφέλη ζωῆς Πανάμωμε, καὶ τοὺς ἄνθρακας κατάσβεσον, τῶν δεινῶν παθῶν μου ἱκετεύω σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅρμω γαληνῷ, τῆς εἰρήνης ἡμᾶς ἴθυνον, ἐκ τοῦ σάλου τῶν πολλῶν δυσχερειῶν, τῇ πρεσβείᾳ σου Ἑλένη καλλιπάρθενε.

Ὓψωσον ἡμῶν, καὶ καρδίαν καὶ διάνοιαν πρὸς ἀγάπην ὦ Ἑλένη θεϊκήν, φρονημάτων γεηρῶν ἡμᾶς ἐξαίρουσα.

Ἔχομεν τὴν σήν, ὡς θησαύρισμα οὐράνιον, Καλλιπάρθενε ἁγίαν κεφαλήν, καὶ ἐκ ταύτης θείαν χάριν ἀρυόμεθα.

Θεοτοκίον.
Λάμψόν μοι τὸ φῶς, Θεοτόκε τῆς σῆς χάριτος, καὶ ἀπάλλαξον τὸν νοῦν μου δυσωπῶ, σκοτασμοῦ τῶν ἀμετρήτων παραβάσεων.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐῤῥίφθη, ἐν τῷ βυθῷ τῆς θαλάσσης, σοῦ τὸ σῶμα καλλιμάρτυς Ἑλένη, καὶ τὸν βυθὸν τῆς κακίας ξηράναν, φωτὶ τῷ θείῳ θεόθεν δεδόξασται, διὸ θαλάσσας τῶν ἐμῶν, παθημάτων κατάκλυσον δέομαι.

Νυμφίον, τὸν ἀληθῆ ἀγαπῶσα, ἀπεκρούσω τῶν ἀπίστων τὴν λύσσαν καὶ νῦν χορεύουσα μάρτυς Ἑλένη, ἐν τῷ νυμφῶνι τῆς ἄνω λαμπρότητος, μὴ διαλίπῃς δυσωπεῖν, τοῦ εὑρεῖν ἡμᾶς χάριν καὶ ἔλεος.

Ἡγίασται, ἡ σῇ Κάρᾳ θεόφρον, ἐνεργείᾳ Παρακλήτου τῇ θείᾳ, ὅθεν πηγάζει ἰάματα πλεῖστα, καὶ ἁγιάζει ἡμῶν τὴν διάνοιαν, ἁγιασμοῦ τῇ μυστικῇ, εὐωδίᾳ Ἑλένη καὶ χάριτι.

Θεοτοκίον.
Χωρίον, τοῦ ἀχωρήτου ἐδείχθης, δεξαμένη ἐν γαστρὶ Θεοτόκε, ὃν οὐρανῶν οὐ χωροῦσι τὰ πλάτη, ὅθεν κἀμὲ τῆς αὐτοῦ ἀγαθότητος, δεῖξον δοχεῖον καθαρόν, καθαρθέντα ἐκ πάσης φαυλότητος.

Διάσωσον παρθενομάρτυς Ἑλένη ταῖς σαῖς πρεσβείαις, πάσης βλάβης καὶ πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ρείθροις.
Παρθενομάρτυς Ἑλένη πανεύφημε, τῶν Σινωπέων τὸ θεῖον ἀγλάισμα, Χριστῷ τῷ νυμφίῳ σου πρέσβευε, κατοικτειρῆσαι δι᾽ ἄφατον ἔλεος, τοὺς μέλποντας Μάρτυς τὴν σὴν ἄθλησιν.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Και ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ. 25 1-13).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· κύριε, κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην τὴν διάνοιαν, ἀνατεθεῖσα Κυρίῳ, ἁπαλῷ ἐν σώματι, ὡς νεᾶνις ἔνθεος ἠνδραγάθησας, καὶ νῦν Πάνσεμνε, τῆς ὑπερκοσμίου, καλλονῆς καὶ ὡραιότητος, ἐπαπολαύουσα, πρέσβευε Χριστῷ τῷ νυμφίῳ σου, ῥύεσθαι πάσης θλίψεως, καὶ τῶν χαλεπῶν περιστάσεων, τοὺς προσερχομένους, τῇ Κάρᾳ σου Ἑλένη τῇ σεπτῇ, ἀναβλυζούσῃ ἰάματα, ἐν Ἁγίῳ Πνεύματι.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.
Ἀδιάφθορος νύμφη, τῷ Χριστῷ προσηνέχθης στεῤῥῶς ἀθλήσασα, διὸ φθορᾶς καὶ πάσης, Ἑλένη ἁμαρτίας, τοὺς βοῶντας ἀπάλλαττε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥῶσιν δίδου καὶ χάριν, καὶ ὑγίειαν Ἑλένη τοῖς καταφεύγουσι, τῇ Κάρᾳ σου τῇ θείᾳ, θεόθεν δοξασθείσῃ, καὶ βοῶσιν ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχυρῶς ἀντετάξω, ἐν νεάζοντι σώματι τῷ ἀλάστορι, αὐτοῦ τῆς κακουργίας, Ἑλένη μακαρία, τοὺς βοῶντας ἐκλύτρωσαι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, συμβουλίᾳ Παρθένε τοῦ παναλάστορος, προσπίπτω σοι ἐν πίστει, ἵνα με ἐξεγείρῃς, ἐκβοῶντα τοῦ πτώματος· Εὐλογημένῃ σὺ εἶ, τοῦ κόσμου σωτηρία.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γένου μοι Μάρτυς, καταφυγὴ ἐν ἀνάγκαις καὶ βοήθεια ἐν πάσῃ ἀπορίᾳ, ἵνα σε γεραίρω, Ἑλένη μακαρία.

Ἐν τῇ θαλάσσῃ, φῶς φανεροῖ σου τὸ σῶμα, ὅθεν φώτισον φωτὶ τῶν πρεσβειῶν σου, τὴν ἐσκοτισμένην, καρδίαν μου Ἑλένη.

Ῥώννυσε Μάρτυς, τοὺς εὐλαβῶς προσιόντας, θεραπεύουσα δεινὰς κεφαλαλγίας, ἡ σεπτή σου Κάρα, Ἑλένη μακαρία.

Θεοτοκίον.
Ἀφράστως Κόρη, τὸν Θεὸν Λόγον τεκοῦσα, ἀλογίας με παθῶν τῶν ἀκαθάρτων, λύτρωσαι καὶ σῶσον, τὸν σὸν ἀχρεῖον δοῦλον.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκός μου τὴν ὀδύνην, καὶ ψυχῆς τὴν νόσον, παρθενομάρτυς Ἑλένη θεράπευσον, τῇ ἐκ Θεοῦ δεδομένῃ, σοι θείᾳ χάριτι.

Ἰσχὺν ἡμῖν καὶ σθένος, ἐν ταῖς δυσχερείαις, δίδου Ἑλένη ὡς ἂν ἐν ταῖς θλίψεσι, περιγινώμεθα πάσης ἐναντιότητος.

Μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν ἐν πίστει, ἀσπαζομένων τὴν πάντιμον Κάραν σου, τὸν σὸν νυμφίον Ἑλένη ἀξιοθαύμαστε.

Ὀλόφωτον παστάδα, ἤδη κατοικοῦσα, καὶ σὺν Μαρτύρων χορείαις χορεύουσα, μὴ ἐπιλάθῃ Ἑλένη τῶν εὐφημούντων σε.

Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαί με Παρθένε, καὶ πρὸς τὸ ὕδωρ ζωῆς με κυβέρνησον, ἵνα ὑμνῶ καὶ δοξάζω τὰ μεγαλεῖά σου.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὴν Παρθενομάρτυρα τοῦ Χριστοῦ, Ἑλένην τὴν θείαν, εὐφημήσωμεν ἐν ᾠδαῖς, τὴν καταβαλοῦσαν τὸ φρύαγμα τῆς πλάνης, καὶ δεξαμένην στέφος, θεόθεν ἄφθαρτον.

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Ἑλένη θεόφρον, τῆς ἁγνείας ἄνθος σεπτόν, χαίροις Σινωπέων, ἀγλάισμα καὶ κλέος, καὶ πάντων Ὄρθοδόξων θεῖον ἐντρύφημα.

Ὡραία τῇ ὄψει οὖσα σεμνή, πολλῷ λαμπροτέρα, ἐχρημάτισας τῇ ψυχῇ, καὶ τῷ Θεῷ Λόγῳ, Ἑλένη νυμφευθεῖσα, ἀθλητικοῖς σου πόνοις, αὐτὸν ἐδόξασας.

Ἲσχυνας τυράννων πᾶσαν βουλήν, καὶ τὴν σὴν ἁγνείαν, διεφύλαξας ἀσινῆ, καὶ θανατωθεῖσα βιαίως ἀθανάτου, Ἑλένη μακαρία, ζωῆς ἠξίωσαι.

Βρύει ἡ ἁγία σου Κεφαλή, ἰάματα Μάρτυς, τοῖς προσπίπτουσιν εὐλαβῶς, καὶ κεφαλαλγίας, ἰᾶται τὴν ὀδύνην, Ἑλένη τῶν αἰτούντων, τὴν σὴν ἀντίληψιν.

Βλέπουσα τὸ κάλλος τὸ θαυμαστόν, Ἑλένη παμμάκαρ, τοῦ νυμφίου σου καὶ Θεοῦ, πρέσβευε διδόναι, ἡμῖν πταισμάτων λύσιν, καὶ μετασχεῖν τῆς θείας μακαριότητος.

Χαίροις τῆς Σινώπης ἄνθος τερπνόν, καὶ τῆς παρθενίας, τὸ ἀλάβαστρον τὸ σεπτόν· χαίροις τῶν Μαρτύρων, ἰσότιμος Ἑλένη, οἷα Παρθενομάρτυς, Χριστοῦ ἀήττητος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς ἁγνείας τὸ ἄνθος τὸ εὐωδέστατον, καὶ Σινώπης τὸ κλέος καὶ θεῖον βλάστημα, παρθενομάρτυς τοῦ Χριστοῦ Ἑλένη πάνσεμνε, ἡ ἀθλήσασα στεῤῥῶς, καὶ καθελοῦσα τὸν ἐχθρόν, τῆς πίστεως τῇ δυνάμει, διὰ παντὸς ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάρτυς καλλιπάρθενε Χριστοῦ, ἄνθος μυστικὸν τῆς Σινώπης, καὶ εὐωδέστατον, πάσης ἡμᾶς λύτρωσαι, φθορᾶς καὶ θλίψεως, καὶ δεινῶν περιστάσεων, τοὺς μετ᾽ εὐλαβείας, πάντοτε προσπίπτοντας, τῇ θείᾳ Κάρᾳ σου, ἔχουσα πολλὴν παῤῥησίαν, πρὸς τὸν σὸν νυμφίον Ἑλένη, δι᾽ ὃν καὶ τὸ αἷμά σου ἐξέχεας.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

 

Πηγή