Παρακλητικός Κανών εις την Αγία Πρόκλα σύζυγος του Πόντιου Πιλάτου

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

†Εορτάζεται στις 27 Οκτωβρίου

Πατήστε το Play για να ακούσετε την Παράκληση

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς παρεστῶσα τοῦ Δεσπότου τῷ θρόνῳ, Πρόκλα θεόφρον σὺν Ἀγγέλων χορείαις, ὑπὲρ ἡμῶν ἱκέτευε δεόμεθα, ὅπως λυτρωθείημεν, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ παθῶν ἀκαθάρτων, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, μετὰ τὸ τέλος Ἁγία μετάσχωμεν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὖ ἡ ἀκροστιχίς·
Ἁγία Πρόκλα παθῶν με ρῦσαι. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄.  Ὑγράν διοδεύσας.
Ἁγίων συνοῦσα θείοις χοροῖς, Πρόκλα μακαρία, καθικέτευε σὺν αὐτοῖς, τὸν πάντων Δεσπότην καὶ Σωτῆρα, ὅπως ῥυσθῶμεν δεινῶν περιστάσεων.

Γαλήνην ἐξαίτει καὶ φωτισμόν, Πρόκλα μακαρία, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ λύσιν παντοίων συμπτωμάτων, παρὰ τοῦ πάντων Δεσπότου δεόμεθα.

Ἰσχύϊ ἀνύσασα θεϊκῇ, τὸν βίον Ἁγία, ἠξιώθης ἐν οὐρανοῖς, ζωῆς ἀϊδίου σὺν Ἁγίοις, ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Κύριον.

Θεοτοκίον.
Ἀφράστως τεκοῦσα τὸν Λυτρωτήν, καὶ λύσασα Κόρη, τὴν ἀρχαίαν ἡμῶν ἀράν, λῦσον τὴν ὀδύνην τῆς ψυχῆς μου, καὶ εὐφροσύνης με θείας ἀξίωσον.

ᾨδὴ γ΄.  Οὐρανίας ἁψῖδος.
Παρεστῶσα Κυρίῳ, καὶ τοῦ φωτὸς ἔμπλεως, Πρόκλα γενομένη τοῦ θείου, ἀπαύστως πρέσβευε, παθῶν ζοφώσεως, τὰς διανοίας λυτροῦσθαι, τῶν μακαριζόντων σε, θείοις ἐν ᾄσμασι

Ῥήσεις θείαις πληρούσα, πόθῳ θερμῷ πάνσεμνε, θείων δωρεῶν ἠξιώθης· διὸ βοῶμέν σοι· Χριστὸν ἱκέτευε, ὅπως ἡμᾶς κατοικτείρῃ, Πρόκλα παναοίδιμε, ὡς Πολυέλεος.

Οὐρανίων θαλάμων, καὶ φωταυγοὺς λήξεως, πέλουσα σεμνὴ κληρονόμος, τούτων ἱκέτευε, καταξιῶσαι ἡμᾶς, τὸν ἐλεήμονα Λόγον, ὡς Αὐτοῦ θεράπαινα, Πρόκλα ἀοίδιμε.

Θεοτοκίον.
Καταφύγιον κόσμου, καὶ ἀῤῥαγὲς στήριγμα, ὡς Χριστοῦ πανάφθορος Μήτηρ, πέλουσα Ἄχραντε, ἡμᾶς ἐδραίωσον, ὑπομονῆς ἐν τῇ πέτρᾳ, πάσης ἀπαλλάττουσα, ἡμᾶς κακώσεως.

Διάσωσον, Πρόκλα θεόφρον ἐκ πάσης στενοχωρίας, ταῖς θερμαῖς σου πρὸς τὸν Σωτῆρα δεήσεσι, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεόν, ἀπαύστως καθικέτευε, διδόναι ἡμῖν, πταισμάτων τὴν συγχώρησιν, καὶ εὐπραγίαν ἅπασαν, παναοίδιμε Πρόκλα δεόμεθα, καὶ ἐκλυτροῦσθαι δεινῶν πειρασμῶν, καὶ πάσης μανίας τοῦ ἀλάστορος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λαμπρυνθεῖσα τῷ Πνεύματι, τῷ Χριστῷ πεπίστευκας Πρόκλα ἔνδοξε, ὃν ἱκέτευε δωρήσασθαι, θεῖον φωτισμὸν τοῖς σὲ γεραίρουσι.

Ἀπὸ πάσης στενώσεως, καὶ ἐξ ἀθυμίας πικρᾶς καὶ θλίψεως, ἀνωτέρους διαφύλαττε, Πρόκλα μακαρία τοὺς τιμῶντάς σε.

Πειρασμοί με ἐκύκλωσαν, καὶ δεινῶς συνθλίβουσι τὴν καρδίαν μου, ἀλλὰ σὺ Πρόκλα θεόληπτε, τῆς ἐπαγωγῆς τούτων με λύτρωσαι.

Θεοτοκίον.
Ἀειπάρθενε Δέσποινα, τὴν κεκακωμένην ψυχήν μου πάθεσι, μητρικῇ σου ἀγαθότητι, ἵσασαι καὶ σῶσόν με τὸν δείλαιον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θραῦσον τοῦ ἐχθροῦ, καθ’ ἡμῶν τὰ μηχανήματα, ταῖς πρεσβείαις σου Ἁγία πρὸς Χριστόν, ἐν εἰρήνῃ συντηροῦσα τὴν ζωὴν ἡμῶν.

Ὤρθρισας Χριστῷ, τῇ τοῦ βίου σου λαμπρότητι, καὶ ἐδέξω παρ’Αὐτοῦ Πρόκλα σεμνή, φωτισμὸν καὶ εὐφροσύνην τὴν οὐράνιον.

Νόμῳ τοῦ Χριστοῦ, τήν ζωήν σου κατευθύνασα, ἀνομίας με ἀπάλλαξον πικρᾶς, καὶ ἐννόμως βιοτεύειν με ἐνίσχυσον.

Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, ἐναρέτως πολιτεύεσθαι ἡμᾶς, ἐνδυνάμωσον καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

ᾨδὴ στ΄. Τὴν δεήσιν ἐκχεῶ.
Ἐπλήσθης, τῆς τοῦ Χριστοῦ φωταυγείας, ὡς ἐπίστευσας Αὐτῷ ἐκ καρδίας· ὅθεν κἀμὲ σκοτασμοῦ ἁμαρτίας, τῇ σῇ λαμπρότητι Πρόκλε ἀπάλλαξον, καὶ ἴθυνόν με ἀσφαλῶς, πρὸς λιμένα τοῦ θείου θελήματος.

Ῥευμάτων, τῶν θολερῶν τὴν ψυχήν μου, τῶν κλυζόντων τὴν ἀνάβλυσιν Πρόκλα, στῆσον τῇ σῇ πρὸς Χριστὸν μεσιτείᾳ, καί μετανοίας πρός ὕδωρ τόν γλύκιστον, ὁδήγησόν με ἀσφαλῶς, ἵνα εὕρω ζωήν τήν αἰώνιον.

Ὑφέρπων, δόλῳ ὁ δόλιος δράκων, τῆς καρδίας μου μολύνει τὸν οἶκον· ἀλλὰ τῇ σῇ πρὸς Χριστὸν μεσιτείᾳ, Πρόκλα τὴν τούτου, μανίαν ματαίωσον, καὶ δίδου μοι σαῖς προσευχαῖς, προθυμίαν πρὸς βίον ὑπέρτερον

Θεοτοκίον.
Σωτῆρα, καὶ Λυτρωτήν τῶν ἀνθρώπων, ὑπὲρ φύσιν τετοκυῖα Παρθένε, Αὐτὸν δυσώπει ἡμᾶς σωτηρίας, καταξιῶσαι ἐν πλούτῳ χρηστότητος∙ σὺ γὰρ ἡμῶν καταφυγή, Θεοτόκε καὶ μέγα διάσωσμα.

Διάσωσον, Πρόκλα θεόφρον ἐκ πάσης στενοχωρίας, ταῖς θερμαῖς σου πρὸς τὸν Σωτῆρα δεήσεσι, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.  Τοῖς τῶν αἱμάτων σου.
Ταῖς πρὸς Χριστὸν ἱκεσίαις σου πάνσεμνε, ἐπερχομένων κινδύνων ῥυσθείημεν, καὶ θείας χρηστότητος τύχοιμεν, τῆς ἐν Χριστῷ εὐφροσύνης πληρούμενοι, Ἀγγέλων ὦ Πρόκλα συνόμιλε.

Προκείμενον.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κέφ. ιη΄ 2 – 8)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Κριτὴς τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ ἠθέλησεν ἐπὶ χρόνον· μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. εἶπε δὲ ὁ Κύριος· Ἀκούσατε τὶ ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων πρὸς αὐτὸν ἡμέρας καὶ νυκτός, καὶ μακροθυμῶν ἐπ’ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.

Δόξα.
Ταῖς τῆς σῆς Ἁγίας, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δόξης ἀπολαύουσα, καὶ εὐφροσύνης τῆς θείας, καὶ χαρᾶς τῆς κρείττονος, σύὺν Ἁγίων τάξεσι Πρόκλα πάνσεμνε, σὺν αὐτοῖς πρέσβευε, τῷ Σωτῆρι πάντων, πάσης θλίψεως λυτρώσασθαι, τοὺς σὲ γεραίροντας, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ δοῦναι ἡμῖν ἄφεσιν, τῶν πλημμελημάτων καὶ ἔλεος, ὡς ἄν θεαρέστως, ἀνύσωμεν ἐνταῦθα τὴν ζωήν, καὶ τῆς μελλούσης μετάσχωμεν, θείας ἀπολαύσεως.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπὸ πάσης ἀνάγκης, καὶ δεινῶν νοσημάτων ἡμᾶς ἀπάλλαττε, ταῖς σαῖς πρὸς τὸν Δεσπότην, ἱκετηρίαις Πρόκλα, τοὺς βοῶντας ἑκάστοτε∙ ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἱλασμὸν ἡμῖν αἴτει, καὶ παθῶν ἀκαθάρτων τὴν ἀπολύτρωσιν, καὶ ῥῶσιν καὶ ὑγίειαν, καὶ πᾶσαν εὐπραγίαν, Πρόκλα τοῖς ἀνακράζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Γνῶσιν θείαν Ἁγία, δεξαμένη τῇ πίστει Χριστοῦ προσέδραμες, καὶ ἔτυχες ἀξίως, τῆς ἄνω εὐκληρίας, σὺν Ἀγγέλοις κραυγάζουσα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ἐξ ἁγνῶν σου αἱμάτων, σαρκωθεὶς ὁ Δεσπότης ὥσπερ ηὐδόκησε, παρθένε Θεοτόκε, σῶζει δι’ εὐσπλαγχνία, διὰ σοῦ τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ῥῦσαί με Πρόκλα, τῆς τοῦ ἐχθροῦ μεθοδείας, καὶ ὁδήγει με τῷ φόβῳ τοῦ Κυρίου, πρὸς τῶν ἐνταλμάτων, τῶν θείων τὰς πορείας.

Ἄνωθεν δέχου, ἡμῶν τὴν δέησιν Πρόκλα, καὶ προσάγαγε αὐτὴν τῷ Ζωοδότῃ, ἵνα σωτηρίας, ἡμᾶς καταξιώσῃ.

Σύντριψον θᾶττον, τοῦ δυσμενοῦς τὴν μανίαν, καὶ ἀπάλλαξον ἡμᾶς ἁγία Πρόκλα, τῆς αὐτοῦ κακίας, τῇ σῇ ἐπιστασίᾳ.

Θεοτοκίον.
Ἵδε Παρθένε, τὴν συνοχὴν τῆς ψυχῆς μου, καὶ παράσχου μοι δάκρυα μετανοίας, ἵνα ἀποπλύνω, τὸν ῥύπον τῶν παθῶν μου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ παύσῃ δυσωποῦσα, Πρόκλα μακαρία, τὸν Βασιλέα τῶν ὅλων καὶ Κύριον, ὑπὲρ τῶν πίστει αἰτούντων τὴν σὴν ἀντίληψιν.

Οὐράνιον παστάδα, ἤδη κατοικοῦσα, πρὸς τὸν οὐράνιον πόθον κατεύθυνον, ἡμῶν τὸν νοῦν δυσωποῦμεν Πρόκλα ἀοίδιμε.

Ὑψίστου θεωροῦσα, τὸ ἄῤῥητον κάλλος, τῆς τῶν παθῶν δυσμορφίας ἀπάλλαξον, τοὺς εὐφημοῦντάς σε Πρόκλα ἀειμακάριστε.

Θεοτοκίον.
Ὑπέραγνε Μαρία, ἡ Θεὸν τεκοῦσα, καὶ ῥυσαμένη ἀρᾶς τὸ ἀνθρώπινον, χαμαιρπετοῦς προσπαθείας τὸν νοῦν λύτρωσαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Αἴγλῃ λαμπρυνθεῖσα τῇ τοῦ Χριστοῦ, ἔλιπες τὸ σκότος, τῆς ἀπάτης ἀπὸ ψυχῆς, καὶ τῆς οὐρανίου, χαρᾶς καὶ εὐφροσύνης, κατηξιώθης Πρόκλα, σεμνῶς βιώσασα.

Λόγους τῷ συζύγῳ Πρόκλα τῷ σῷ, ὑπὲρ τοῦ Σωτῆρος, ἀπεφθέγξω γνώμῃ πιστῇ∙ ὅθεν ἐπαξίων, ἀνταμοιβῶν μετέσχες, παρὰ τοῦ Ζωοδότου, καὶ Πανοικτίρμονος.

Βίον διανύσασα ἐπὶ γῆς, πίστει καὶ ἀγάπῃ, πρὸς τὸν Κύριον ἀληθεῖ, τῆς ὑπερκοσμίου, μετέσχες εὐφροσύνης, σὺν τοῖς Ἀγγέλοις Πρόκλα, περιχορεύουσα.

Θείου πληρουμένη ἤδη φωτός, Πρόκλα μακαρία, τῆς ψυχῆς μου τὸν σκοτασμόν, λῦσον ταῖς εὐχαῖς σου, καὶ φέγγει μετανοίας, καταύγασον τὸν νοῦν μου, καθικετεύω σε.

Δόξαν θεωροῦσα τὴν τριλαμπῆ, σὺν τοῖς μακαρίοις, ἐν σκηνώμασιν οὐρανῶν, ἱκέτευε Πρόκλα, τόν πάντων Βασιλέα, τυχεῖν κἀμὲ τῆς ἄνω, μακαριότητος.

Πρέσβευε τῷ πάντων Δημιουργῷ, Πρόκλα μακαρία, ὑπὲρ πάντων ἡμῶν ἀεί, τῶν σέ εὐφημούντων, ῥυσθῆναι πάσης βλάβης, καὶ πάσης ἐπηρείας, τοῦ παναλάστορος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.

Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δήμοις τῶν Ἀγγέλων ἱεροῖς, καὶ χοροῖς Ἁγίων ἁπάντων, περιχορεύουσα, Πρόκλα παναοίδιμε, καὶ ἀπολαύουσα, χαρμονῆς καὶ λαμπρότητος, τῆς ἀκαταλήπτου, πρέσβευε δεόμεθα τῷ Παντοκράτορι, πάσης ἡμᾶς ῥύεσθαι βλάβης, καὶ λαβεῖν πταισμάτων τὴν λύσιν, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον.
Πρόκλα ἀεισέβαστε ἠγλαϊσμένη
Γερασίμου πρόσδεξαι τὰς ἱκεσίας.