Παρακλητικός Κανών εις την Αγία Μάρτυς Σεβαστιανή

Ποίημα Αρχιμ. Νικοδήμου Αεράκη

†Εορτάζεται στις 24 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί  σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οὐρανοβάμονος τὸ κλέος τιμῶμεν, ἐμμελετῶντες τὴν αὐτῆς πολιτείαν, ὁμολογίαν ἄθλησιν ὑπὲρ τοῦ Χριστοῦ· γέγονε τῆς ἀρετῆς κανών, καὶ Μαρτύρων ἀγλάϊσμα, πρότυπον πανθαύμαστον ἀληθοῦς μαρτυρίας· ὅθεν λιταῖς τῆς Σεβαστιανῆς, πάντας ἐκ πλάνης, πανάγαθε φύλαξον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
Σεβαστιανήν, μέλπω ᾄσμασιν. Νικοδήμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίαν τὴν ἄνωθεν ἐκζητῶ, ὑμνῆσαι ἀξίως, τὴν σεπτὴν Σεβαστιανήν, τὴν πανθαυμαστῶς ἐν μαρτυρίῳ, καταβαλοῦσαν τυράννου ὠμότητα.

Ἐνώκησε χάρις ἐξ οὐρανοῦ, ἐν τῇ σεβασμίᾳ, καὶ κλεινῇ Σεβαστιανῇ, λαμπρῶς ἀναδείξασα ἐν πόνοις, τῶν Πρωτοτόκων ἀντίτυπον ἄριστον.

Βοήσωμεν ὕμνοις θεοπρεπῶς, ἐγκώμια θεῖα, τῇ λαμπρᾷ Σεβαστιανῇ, τὴν χάριν αὐτῆς ἐπιποθοῦντες, παρὰ Χριστοῦ τοῦ Θεοῦ λαβεῖν ἅπαντες.

Θεοτοκίον.
Ἁγνείας θησαύρισμα ἀληθῶς, Σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας τὸν λόγον ἱερουργεῖ ἄριστα, Σεβαστιανὴ ἡ γνησία, Παύλου μαθήτρια, καὶ ἐν ἀγάπῃ πολλῇ, νυμφαγωγεῖ τὰς παρθένους, πρὸς Νυμφίον ἄχραντον, μόνον Θεάνθρωπον.

Τῶν τυράννων τὴν πλάνην καὶ δυσσεβὲς φρόνημα, Σεβαστιανὴ ἐν δυνάμει, Λόγου κατέβαλεν, ἀποδειχθεῖσα φαιδρῶς, τοῦ μαρτυρίου ὀδύνην, καὶ θηρῶν ὠμότητα, καὶ ἀγριότητα.

Ἱκετεύει τὸν Λόγον ὑπὲρ ἡμῶν πάντοτε, Σεβαστιανὴ ἡ ἁγία, ὅπως ὡς Κύριος, καταξιώσῃ ἡμᾶς, ἐν ἀσφαλείᾳ τελείᾳ, διαπλεῦσαι ἅπαντας, βίου τὸ πέλαγος.

Θεοτοκίον.
Ἀειπάρθενε Κόρη Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ἁγνή, ἐεκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.

Στερέωσον, τοὺς ὑμνητάς σου μαθήτρια θείου Παύλου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ φύλαξον πάντας ἐν ἀληθείᾳ.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ὁρῶσα Σιών, τὴν ἄνω ἐπεπόθησας, Χριστοῦ τὸν Σταυρόν, και βίαν τὴν πανθαύμαστον· διὸ Μάρτυς γέγονας, τῶν Μαρτύρων σύσκηνος ἔνδοξε, Σεβαστιανὴ τῷ Χριστῷ, πρεσβεύουσα Μῆτερ, ὑπὲρ πάντων ἡμῶν.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴν ἀνεκήρυξας, Σεβαστιανὴ Χριστὸν ἐν τῷ πάθει σου, τοῦ σατὰν αἰτίου πτώσεων, διδασκάλου δὲ τῆς ἀθεότητος.

Ἡλιόμορφον ἔδειξας, Σεβαστιανὴν Χριστὸν τὸν Θεάνθρωπον, ἐν τοῖς λόγοις καὶ τοῖς ἄθλοις σου, καὶ σημείοις θαυμαστοῖς καὶ θαύμασιν.

Νικητήρια ᾄσματα, Σεβαστιανὴ σεπτῶς σοι προσφέρομεν, καθικέτευε τὸν Κύριον, ὑπὲρ πάντων τῶν πιστῶς τιμώντων σε.

Θεοτοκίον.
Μαριὰμ ταῖς πρεσβείαις Σου, χάριν τοῦ Υἱοῦ Σου ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἔνεδρα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔκπτωτον σατάν, ἐταπείνωσας καλλίνικε, καὶ τὰς αὐτοῦ ἐνέδρας, πανθαυμαστῶς, Χριστοῦ δυνάμει, κατέστρεψας θείοις θαύμασιν.

Λύτρωσιν ψυχῆς, ἐξαιτοῦμαι ταῖς πρεσβείαις σου, λαβεῖν ὦ Μάρτυς παρὰ τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τοῦ πνεύματος τὴν θεόσδοτον.

Πλήρωσον ἡμᾶς, ταῖς λιταῖς σου πρὸς τὸν Κύριον, τῆς ἀληθοῦς χαρᾶς καὶ τοῦ φωτισμοῦ, τοῦ Παρακλήτου, τοῦ Παύλου πιστὴ μαθήτρια.

Θεοτοκίον.
Ὤφθης τὸν Χριστόν, ἐν ἀγκάλαις Σου βαστάζουσα, καὶ γαλουχοῦσα Αὐτὸν ὑπερφυῶς, τὸν τροφοδότην, τοῦ κόσμου θεοχαρίτωτε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀμάραντον, ἐκ Θεοῦ τὸν στέφανον, ἡ καλλίνικος ἐδέξατο Μάρτυς, ἐν τῇ ζωῇ, τῇ ἀγήρῳ καὶ θείᾳ, εὐφραινομένη σὺν πᾶσι τοῖς Μάρτυσιν· αὐτῆς λιταῖς πρὸς τὸν Χριστόν, οἱ βροτοὶ ἐκ φθορᾶς λυτρωθείημεν.

Στερέωσον, σαῖς πρεσβείαις πάντιμε, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ πειρασμοῖς διαφόροις προσβάλλει με, ἐδόθη γάρ σοι ἐκ Θεοῦ, παῤῥησία πρεσβείας πανένδοξε.

Μαρτύριον, τῆς ψυχῆς κατάπαυσον, ταῖς λιταῖς σου πρὸς Θεὸν θεοφόρε, καὶ τὴν χαράν, τῆς εἰρήνης παράσχου, καὶ τὴν ἐλπίδα Θεοῦ τὴν σωτήριον, καὶ πόθον τοῦ σαββατισμοῦ, εἰς ζωὴν παραδείσου τὴν ἄληκτον.

Θεοτοκίον.
Ἀμίαντε, τὸν Χριστὸν ἐκύησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεόν Σου βαστάζεις, καὶ ἐκ μαζῶν Σου Αὐτὸν γαλουχεῖς σεπτῶς· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων ἀεὶ καθικέτευε.

Στερέωσον, τοὺς ὑμνητάς σου μαθήτρια θείου Παύλου, ὅτι πέλεις ἐν οὐρανοῖς μεσίτρια ἄμαχος, καὶ φύλαξον πάντας ἐν ἀληθείᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αῖτησις καί τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πρωτοτόκων Μαρτύρων σὺ πέλεις τὸ καύχημα, ὁμολογοῦσα Χριστὸν Λυτρωτὴν καὶ Θεάνθρωπον, τῇ ἐκχύσει ὑπὲρ Αὐτοῦ τοῦ αἵματος τοῦ σοῦ· διὸ ἔλαβες παρὰ Θεοῦ, τῆς Ἀθληφόρου τὴν τιμήν, καὶ θεώσεως στέφανον, τάχυνον εἰς πρεσβείαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Νυμφίον Σου Χριστόν, ὅπως λάβωμεν ἄφεσιν.

Προκείμενον
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ι΄ 32-36, ια΄ 1).
Εἶπεν ὁ κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν Ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων, ἀπαρνηθήσεται ἐνώπιον τῶν Ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ Ἅγιον Πνεῦμα βλασφημήσαντι, οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγάς, καὶ τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἤ τι ἀπολογήσησθε, ἤ τι εἴπητε· τὸ γὰρ Ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Παύλου τὴν μαθήτριαν, ἀνευφημήσωμεν ὕμνοις, καὶ Χριστοῦ τὴν Μάρτυρα, Σεβαστιανὴν σεπτῶς ἐπαινέσωμεν, ἀρετῆς γὰρ γέγονε, ἱερὸν δοχεῖον, καὶ διδάσκαλος πανάριστος, ζωῆς τῆς κρείττονος, καὶ ὁμολογίας τὸ πρότυπον· διὸ καὶ ὁ Θεάνθρωπος, ἐν τοῖς αἰκισμοῖς ἐθαυμάστωσεν· ὅθεν γεγηθότες, βοήσωμεν αὐτῇ πανευλαβῶς· ὑπὲρ ἡμῶν καθικέτευε, λιταῖς σου τὸν Κύριον.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στεφάνῳ οὐρανίῳ καθορῶμέν σε Μάρτυς ἐν Βασιλείᾳ Θεοῦ, στεφθεῖσαν ἐπαξίως, ἐν μέσῳ τῶν Μαρτύρων, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχὺν ἐν μαρτυρίοις ἡ καλλίνικος σχοῦσα διὰ σημείων πολλῶν, τὴν πίστιν τῆς Τριάδος, κηρύττει καὶ διδάσκει, ὅπως ἅπαντες ψάλλωσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Νικήσασα ἡ Μάρτυς αἰκισμοὺς καὶ θηρία καὶ τοῦ πυρὸς ἡ ἰσχύν, ἀνύμνει τῆς Τριάδος, τὸ ὄνομα τὸ θεῖον, ἐκβοῶσα ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Ναὸς τοῦ θείου Λόγου γέγονας Παρθένε καὶ φωτοφόρος σκηνή, ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων Σοι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰχνηλατοῦσα, οὐρανοβάμονος Παύλου, τὴν πορείαν ἡ Μάρτυς ἐτύθη, τὸν Λόγον ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

Κατατρυφῶσα, τῶν ἀγαθῶν Βασιλείας, ἡ καλλίνικος πάντας ἀγείρει, τὸν Χριστὸν ὡς Λόγον, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

Ὁμολογοῦσα, Τριαδικὴν Μοναρχίαν, ἐν Σιὼν σαββατίζει ἡ Μάρτυς, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Δεδοξασμένη, ἐκ γηγενῶν ἡ Παρθένος, δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡδέως ἀπηρνήθη, ἡ Μάρτυς τὸν κόσμον, καὶ τῆς νέοτητος ἄνθος καὶ δόξαν ἐν γῇ, ἵνα ἐν δώμασι θείοις, χαίρῃ σὺν Μάρτυσιν.

Μετάδος μοι τὸν ζῆλον, τῆς ὁμολογίας, καὶ μαρτυρίου τὸν πόθον πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Μάρτυς πανένδοξε.

Ὁμότροπον τοῦ Παύλου, σὲ ὁμολογοῦμεν, καὶ μιμητὴν θεοφόρε Χριστοῦ Ἀθλητῶν, καὶ Πρωτοτόκων Μαρτύρων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.
Ὑμνήσωμεν Μαρίαν, Λόγου τὴν Μητέρα, καὶ τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.

Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν ἀειμακάριστον  καί  παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί  ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ· τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν  ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τὸ τέκνον τοῦ Παύλου, τὴν κλεινὴν Σεβαστιανήν, τὴν ἀξιωθεῖσαν, πυρὸς καὶ τῶν θηρίων, νικῆσαι παραδόξως, ὁρμὴν καὶ δύναμιν.

Μαρτύρων τιμήσωμεν εὐλαβῶς, θεῖον ἐκμαγεῖον, τὴν σεπτὴν Σεβαστιανήν, τὴν ἀποτμηθεῖσαν, ὑπὲρ τοῦ Θεανθρώπου, τὴν κάραν καὶ στεφθεῖσαν, χειρὶ τοῦ Πλάσαντος.

Στήριξον καρδίας τῶν εὐσεβῶν, τῇ ὁμολογίᾳ, ἀκλινῶς Σεβαστιανή, Χριστὸν ὡς Δεσπότην, κηρύττειν παῤῥησίᾳ, καὶ πάσχειν θεαρέστως, ὑπὲρ τῆς πίστεως.

Πάντες εὐφημήσωμεν ἐν ᾠδαῖς, μαθήτριαν Παύλου, τὴν κλεινὴν Σεβαστιανήν, τὴν ἀναδειχθεῖσαν, ὑπόδειγμα Μαρτύρων, τῆς πρώτης Ἐκκλησίας, ἀξιοθαύμαστον.

Χάριτι Κυρίου ἐν οὐρανοῖς, ἀεὶ σαββατίζεις, ἐν χαρᾷ Σεβαστιανή, ὡς Μάρτυς τοῦ Λόγου, καὶ ἀρετῆς δοχεῖον, μεσίτευσον Κυρίῳ, ὑπὲρ τοῦ γένους σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, οἱ τῆς Σεβαστιανῆς, ἄθλησιν ἐνθέως τιμῶντες, ἀγαλλιώσῃ ψυχῇ, ὕμνοις εὐφημήσωμεν αὐτὴν ἐν Πνεύματι, τῆς Τριάδος ἐκήρυξεν, ἐν μέσῳ ἀθέων, πίστιν τὴν σωτήριον, ζωὴν τὴν ἄληκτον· ὅθεν, ὡς ἀρνίον τυθεῖσα, χαίρει σαββατίζουσα ὄντως, σὺν τοῖς Πρωτοτόκοις καὶ συμμάρτυσιν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.