Παρακλητικός Κανών εις την Αγίαν Σκέπην της Υπεραγίας Θεοτόκου
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 28 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς καταφεύγοντας τῇ Σκέπῃ τῇ θείᾳ, Θεοχαρίτωτε ἁγνὴ Θεοτόκε, ἀπὸ παντοίων λύτρωσαι κακώσεων, χάριν δὲ καὶ ἔλεος, καὶ εἰρήνην ἐν βίῳ, δίδου Κόρη ἅπασι, καὶ πταισμάτων τὴν λύσιν, τοῖς εὐχαρίστως μέλπουσιν ἀεί, τὰ μεγαλεῖα τῆς σῆς ἀγαθότητος.
Δόξα. Καὶ νῦν.
Ὢσπερ ἀνέπτυξας τὸ πάλαι Παρθένε, ἐν ναῷ τῶν Βλαχερνῶν τὴν σὴν Σκέπην, καὶ τοὺς ἐκεῖ πιστούς περιεσκέπασας, οὕτω καὶ νῦν ἅπλωσον ταύτην ἄνωθεν Κόρη, μητρικῇ χρηστότητι, τῆς παρούσης Μονῆς σου, καὶ ἐπηρείας πάσης δυσμενοῦς, σκέπασον ταύτην, θερμῶς σοι ἐλπίζουσαν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπη πιστῶν σὺ εἲ ῶ Παρθένε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σκεπάζουσα ὥφθης περιφανῶς, Ἀγνὴ τὸν λαόν σου, ἐν τῷ οἴκῳ τῶν Βλαχερνῶν, οὕτω καὶ νῦν σκέπασον Παρθένε, τοὺς ἐκζητοῦντας τὴν ἄμαχον Σκέπην σου.
Κινδύνων καὶ νόσων καὶ συμφορῶν, καὶ πάσης ἀνάγκης καὶ μανίας τοῦ δυσμενοῦς, ἁτρώτους διάσωζε Παρθένε, τοὺς τῇ ἁγίᾳ σου Σκέπῃ προστρέχοντας.
Ἐφάπλωσον ἄνωθεν νοερῶς, ταύτης τῆς Μονῆς σου, τὴν σὴν Σκέπην τὴν κραταιάν, καὶ σκέπε αὐτὴν ἐκ πάσης βλάβης, καὶ τῶν βελῶν τοῦ δολίου ἀλάστορος.
Πηγάζει ἡ Σκέπη σοὺ ἡ σεπτή, χαράν, εὐφροσύνην, καὶ ὑγιείαν καὶ φωτισμόν, ἁγνὴ Θεοτόκε τῷ λαῷ σου, διὸ πρὸς ταύτην ἀεὶ καταφεύγομεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Η ἁγία σου Σκέπη, καὶ φωταυγὴς Ἄχραντε, οἷα φωτοφόρος νεφέλη καλύπτει πάντοτε, τοὺς σὲ δοξάζοντας, ὅθεν μὴ παύσῃ Παρθένε, ταύτην ἀναπτύσσουσα, ἐπὶ τοὺς δούλους σου.
Περιβόλαιον θεῖον καὶ ἀῤῤαγὲς στήριγμα, ἡ σωτηριώδης σου Σκέπη, Παρθένε γένοιτο, ταύτῃ τῇ ποίμνῃ σου, ἐν ἀσφαλείᾳ τηροῦσα, ταύτην καὶ σεμνότητι, ἠθῶν ἀσκήσεως.
Ἰδοὺ πάντες Παρθένε, πίστει θερμῇ σπεύδομεν, οἷα περ νοσσία τῇ Σκέπῃ τῇ τῶν πτερύγων σου, σκέπε οὒν Ἂχραντε, ἐπιβουλῆς μανιώδους, τοῦ δολίου δράκοντος, ἡμᾶς ἑκάστοτε.
Σκέπη πάμφωτε κόσμου, καὶ συμπαθὴς ἔφορος, σκέπε Θεοτόκε παρθένε τῇ σῇ χρηστότητι, τοὺς ἀφορῶντας πιστῶς, πρὸς τὴν ἁγίαν σου Σκέπην, καὶ ζητοῦντας πάντοτε, ταύτης τὴν δύναμιν.
Διάσωσον τῇ παναγίᾳ σου Σκέπη Θεογεννῆτορ, τοὺς ἐν πίστει ταύτῃ ἀεὶ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμὴ.
Ἡ σκέπη ἡ σῇ, παρθένε Παναμώμητε, ἐκλάμπει ἀεὶ ὡς ἥλιος τοῖς πέρασι, καὶ δαιμόνων φάσματα, καὶ παντοῖα τοῦ σκότους συμπτώματα ἀπελαύνει ὀξέως Ἀγνή, καὶ πᾶσι παρέχει φῶς οὐράνιον.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Τῇ σῇ Σκέπῃ Πανάχραντε, πάσης ἐπηρείας ἀπολυτρούμεθα, διὰ τοῦτο μεγαλύνομεν, τὴν κηδεμονίαν ταύτης Πάναγνε.
Ὡς τὴν πόλιν πρὶν ἔσκεπες, τὴν τοῦ Κωνσταντίνου, τῇ θείᾳ Σκέπῃ σου, οὕτω σκέπε ἡμᾶς Δέσποινα, τὸ μικρόν σου ποίμνιον, δεόμεθα.
Νἐμει χάριν καὶ ἴασιν, ψυχῶν καὶ σωμάτων ἡ θεία Σκέπη σου, Θεοτόκε ἀειπάρθενε, διὰ τοῦτο ταύτῃ ἀεὶ σπεύδομεν.
Σκεπασθήσομαι πτέρυξι, τῆς σῆς προστασίας ὁ καταφεύγων σοι, Θεοτόκε ἀειπάρθενε, ἡ καταφυγὴ καὶ σωτηρία μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὓπερθεν Ἀγνή, τῆς Μονῆς σου ταύτης ἅπλωσον, τὴν σὴν Σκέπην μυστικῶς τὴν φωταυγῆ, τῆς τῇ κλήσει καυχωμένης ταύτης Δέσποινα.
Εἰδέ σε ποτέ, ὁ Ἀνδρέας ὁ πανόσιος, περισκέπουσαν λαὸν τὸν εὐσεβῆ, καὶ ἐξέστη Θεοτόκε, τῷ θεάματι.
Ἰαμα Ἀγνή, ὥσπερ δρόσον ἀερμώνειον, ἀποστάζει ἡ σῇ Σκέπῃ ἡ σεπτή, καὶ σβεννύει τῶν παθῶν ἡμῶν τοὺς ἄνθρακας.
Ὢσπερ συμπαθής, συμπαθῶς ταύτῃ τῇ Μάνδρᾳ σου, καυχωμένῃ τῇ σῇ Σκέπῃ τῇ λαμπρῇ, δίδου Κόρη οἰκτιρμῶν σου τὰ δωρήματα.
ᾨδὴ στ΄. Τἠν δέησιν ἐκχεῶ.
Πλουσίῳ ἀστραπτομένην φωτί σε, ὁ μακάριος κατεῖδεν Ἀνδρέας, σκέπουσαν Κόρη τοὺς σὲ ἀνυμνοῦντας, ἀλλὰ καὶ νῦν τῆς σῆς Σκέπης τῇ χάριτι, περιλαβοῦ πάντας ἡμᾶς, ὡς ἂν πάσης ῥυσθῶμεν κακώσεως.
Ἀστράπτει ἡ φωτοφόρος σοὺ Σκέπη, τὰς πολλὰς εὐεργεσίας σου Κόρη, καὶ καταυγάζει ἡμῶν τὰς καρδίας, τῇ φωταυγεῖ ἐνεργείᾳ τῆς χάριτος, καὶ διαλύει ὁλικῶς, τῶν παθῶν τὴν ζοφώδη ἐπήρειαν.
Ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ βαδίζειν τὴν ὁδὸν τὴν εὐθεῖαν, τῶν ἐντολῶν τοῦ Θεοῦ ἀπροσκόπτως, ἵνα ζωῆς εἰς τὴν πόλιν εἰσέλθωμεν, ἐνίσχυσον ἡμᾶς Ἀγνή, τοὺς προστρέχοντας πίστει τῇ Σκέπῃ σου.
Θεῷ μὲν εὐαρεστεῖν εὐσχημόνως, τοῦ ἐχθροῦ δὲ τὰς παγίδας συντρίβειν ταύτην ἐνίσχυσον Κόρη τὴν ποίμνην, τὴν τιμωμένην τῇ κλήσει τῆς Σκέπης σου, καὶ ἀφορῶσαν ὁλικῶς, πρὸς τὴν ταύτης ἀήττητον δύναμιν.
Διάσωσον τῇ παναγίᾳ σου Σκέπῃ Θεογεννῆτορ, τοὺς ἐν πίστει ταύτῃ ἀεὶ καταφεύγοντας, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἐν Βλαχέρναις ἀύλως ἀνέπτυξας, τὴν φωταυγῆ καὶ σωτήριον Σκέπην σου, οὔτω καὶ νῦν ταύτην ἅπλωσον Ἂχραντε, καὶ περισκέπασον ταύτην τὴν ποίμνην σου, αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σοὺ ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχος. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγἐνετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ, τὸν ἀσπασμον τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γὰρ ὠς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελελημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ Σωτῆρί μου ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ ἰδοὺ γᾶρ ἀπὸ τοῦ νῦν, μακαριοῦσί με πᾶσαι αἱ γενεαί ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριάμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Σκέπη πανυπέρτιμος, τῆς Παναγίας παρθένου, πηγὴ πάσης χάριτος, κόσμου καταφύγιον καὶ διάσωσμα· θησαυρὲ ἄυλε, δωρεῶν ἀύλων, σωστικῇ σου κραταιότητι, σκέπε καὶ φύλαττε, πάσης χαλεπῆς περιστάσεως, καὶ συνοχῆς καὶ θλίψεως, καὶ ἐκ τῶν σκανδάλων τοῦ ὄφεως, τοὺς πίστει τελείᾳ, προσφεύγοντας τῇ χάριτι τῇ σῇ, καὶ εὐλαβῶς μεγαλύνοντας, τὰ πολλά σου θαύματα.
Σῶσον ὀ Θεός, τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπιστᾶσα Παρθένε, νοητῶς τὸν λαόν σου πάλαι διέσκεπες, καὶ νῦν ἐπιφανεῖσα, σοῖς δούλοις ἀοράτως τῇ σῇ Σκέπῃ πυργήρωσον, τὴν εὐαγῆ σου Μονήν, ὡς βρύσις τοῦ ἐλέους.
Νοσημάτων παντοίων, καὶ ὀλεθρίων ἡμᾶς ἀπάλλαξον, παρθένε Θεοτόκε, τοὺς πίστει προσιόντας, τῆς σῆς Σκέπης τῇ χάριτι, καὶ ἀνυμνοῦντας αὐτῆς, τὰ μεγαλεῖα Κόρη.
Ἐν Βλαχέρναις μὲν πάλαι, τὸ σεπτὸν μαφόριον Κόρη ἥπλωσας, ἡμῖν δὲ τοῦτο Κόρη, ἅπλωσον ἀοράτως, ὡς νεφέλην πολύφωτον, καὶ ὄμβρισον δι᾽ αὐτοῦ, χαρὰν ἡμῖν τὴν θείαν.
Γεωργεῖν ἡμῶν Κόρη, τὰς καρδίας νοήματα τὰ σωτήρια, καὶ βίον διανύειν, ἐνάρετον ἐν πᾶσι, καταξίωσον Ἄχραντε, ἂν τῆς ἄνω ζωῆς, τύχωμεν μετὰ τέλος.
ᾨδὴ ζ΄. Τὀν Βασιλέα.
Ἐν τῇ σῇ Σκέπῃ καταπατοῦμεν Παρθένε, ἅπαν σκάνδαλον ἐχθροῦ τοῦ βροτοκτόνου, καὶ τῆς σωτηρίας, καρπούμεθα τὴν χάριν.
Ῥὥσιν παρέχει, ἡ παναγία σου Σκέπη, καὶ κραταίωσιν κατὰ παθῶν ποικίλων, ὅθεν γηθοσύνως, ὑμνοῦμέν σε Παρθένε.
Ἀγνὴ Παρθένε, ἡ κραταιὰ κόσμου Σκέπη, φρούρει καὶ σῶζε πάσης βλάβης, τοὺς ὑπερυψοῦντας, τὴν σὴν μεγαλωσύνην.
Σκέπασον Κόρη, ταύτην τὴν θείαν Μονήν σου, τὴν τιμῶσάν σου τὴν Σκέπην ἐξαιρέτως, καὶ στηριζομένην, ταύτης τῇ δυναστείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἀεὶ βραβεύει, ἡ σεπτή σου Σκέπη, τοῖς προσιοῦσι τῇ ταύτης χρηστότητι, καὶ μεγαλύνουσι Κόρη τὰ μεγαλεῖα σου.
Μὴ παύσῃ προνοοῦσα, Κόρη καὶ φρουροῦσα, καὶ περισκέπουσα ταύτην τὴν ποίμνην σου, τὴν ἀνυμνοῦσαν ἀπαύστῶς τὴν θείαν Σκέπην σου.
Ὀλόφωτε καθέδρα, τοῦ Παμβασιλέως, εὐλογημένη παρθένε Πανάμωμε, σκέπε καὶ σῶζε ἀπαύστως τοὺς σὲ δοξάζοντας.
Ὑψόθεν μὴ ἐλλείπῃς, σκέπουσα Παρθένε, τῇ κραταιᾷ προστασίᾳ τῆς Σκέπης σου, τοὺς ἀδιστάκτῳ καρδίᾳ σὲ μεγαλύνοντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σκέπη τῆς Παρθένου φωτολαμπής, πιστῶν σωτηρία καὶ ἀπίστων ἡ συντριβή, σκέπε πάσης βλάβης, ἡμᾶς τοὺς σὲ ὑμνοῦντας, καὶ ἀπεκδεχομένους τὴν σὴν βοήθειαν.
Ὢφθης Θεοτόκε ὑπερφυῶς, ἐν τῷ Βυζαντίῳ περισκέπουσα τοὺς πιστούς, ἐν τῇ ἀναπτύξει, τοῦ θείου σοὺ κρηδέμνου, διὸ τὴν πρὸς ἡμᾶς σου ὑμνοῦμεν πρόνοιαν.
Χαίρων ἐθεάσατο μυστικῶς, ὁ ἐν ναῷ σοὺ Κόρη τῷ ἁγίῳ τῶν Βλαχερνῶν ὁ σεπτὸς Ἀνδρέας, σὲ σκέπουσαν ἀύλως, τοῖς παννυχίοις ὕμνοις σε μεγαλύνοντας.
Ὢσπερ πάλαι ἥπλωσας νοερῶς, ἀχράντοις χερσί σου, σὸν μαφόριον τὸ σεπτόν, σκέπουσα τοὺς πάντας, οὕτως ἅπλωσον τοῦτο, καὶ σκέπε Θεοτόκε, ἡμᾶς δεόμεθα.
Βρύει ἡ σῇ Σκέπῃ ἡ θαυμαστή, δρόσον εὐφροσύνης, καὶ παράκλησιν ἐν δεινοῖς, καὶ παθῶν σβεννύει, τὴν φλόγα Θεοτόκε, καὶ νέμει τοῖς αἰτοῦσι, χάριν καὶ ἔλεος.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, Σκέπη φωτοφόρε, τῆς Παρθένου τε καὶ Ἀγνῆς, ταύτην τὴν Μονήν σου, ἀεὶ στηριζομένῆν, τῇ χάριτι τῇ θείᾳ, τῆς προστασίας σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπε ἀπὸ πάσης προσβολῆς, τῇ σῇ κραταιᾷ Κόρη Σκέπῃ, τοὺς καταφεύγοντας, καθ᾽ ἑκάστην Δέσποινα τῇ ἀντιλήψει αὐτῆς, καὶ τὸ μέγα σοῦ ὄνομα, καθ᾽ ὥραν φωνοῦσι, Δέσποινα βοήθησον, τῇ θείᾳ Σκέπῃ σου, πᾶσι τοῖς πικρῶς θλιβομένοις, πάντας συνοχῆς κατωδύνου, καὶ παντοίων πόνων ἀπαλλάττουσα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Σκέπη ἡ φωτόμορφος τῆς Θεοτόκου
Σκέπε Γεράσιμον τὸν σοὶ προσιόντα.