Παρακλητικός Κανών εις την Αγία Ταβιθά την Ελεήμων η εν Ιόππη

Ποίημα Ηγουμένης Ισιδώρας  Αγιεροθεϊτίσσης

†Εορτάζεται στις 25 Οκτωβρίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλαδελφείας τὸν λαμπρὸν χαρακτῆρα, δικαιοσύνης τὴν πυρφόρον λαμπάδα, τῶν ἀρετῶν κειμήλιον, ζωῆς θησαυρόν, μέλψωμε φιλάγιοι, Ταβιθὰ τὴν ἁγίαν, ταύτῃ ἀνακράζοντες, ἐκ βαθέων καρδίας· τῆς σῆς ἀγάπης δώρησαι ἡμῖν, τὰς ἀντιδόσεις, ἐλέους ἐν χάρισιν.

Δόξα.
Ἡ τῆς Ἰόππης περιώνυμος πόλις, τῇ σῇ ἐνδόξῳ Ταβιθὰ πανηγύρει, μητροπρεπῶς ἀγάλλεται, σκιρτῶσα χαρᾷ· Πέτρος δὲ  Ἀπόσστολος, ὁ ζωήν σοι ἐμπνεύσας, χάριτι γηθόμενος, τῆς χορείας προάρχει, καὶ συγκαλεῖται πάντας τοῦ βοᾷν· χαίροις ὦ Μῆτερ, ἐλέους ἐπώνυμε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἐλαίῳ εὐποιΐας σου, ὦ Ταβιθά, προστρέχω. Ἰσιδώρας

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλαίῳ ἀγάπης πληρωτικῆς, ψυχῆς σου τὸν λύχνον, ἑτοιμάσασα Ταβιθά, εἰσῆλθες παρθένος ὡς φρονίμη, εἰς τοῦ φωτὸς τὸν νυμφῶνα τὸν πάντερπνον.

Λαμπρύνασα βίον σου Ταβιθά, ἐλπίδι καὶ πίστει, καὶ ἀγάπῃ τῇ καθαρᾷ, ἐν ἔργοις γνησίας εὐποιίας, ὑπὲρ χρυσοῦ διαλάμπεις τοῖς πέρασιν.

Ἁγνείας κειμήλιον τιμαλφές, συνέσεως πλοῦτος, σωφροσύνης περιωπή, σφραγὶς ἀγαθότητος τελείας, ὦ Ταβιθὰ ἐλεῆμον ἐγνώρισαι.

Ἰδών σου καρδίας τὸ εὐγενές, ψυχῆς σου τὸ κάλλος, καὶ τῆς γνώμης σου τὸ εὐθές, Θεὸς Ταβιθὰ ὁ παντεπόπτης, ἐν ἀγαθοῖς τὴν ζωήν σου ἐβράβευσεν.

Θεοτοκίον.
Ὡς πύλην χρυσήλατον Μαριάμ, Προφήτης σε εἶδεν, ἐν συμβόλοις εἰκονικῶς, ἐκ σοῦ γὰρ διῆλθεν ἀποῤῥήτως, ὁ Βασιλεὺς τῶν αἰώνων καὶ Κύριος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ πρωίας καὶ ὄρθρου ἕως νυκτὸς πάνσεμνε, λόγους νουνεχῶς ἐμελέτας, τοὺς τοῦ Κυρίου σου, καὶ τὰς Αὐτοῦ ἐντολάς, ἐν συνειδήσει εὐθείᾳ, Ταβιθὰ ἐφύλαττες, δούλη ὡς ἔμπιστος.

Ὑψηλῇ διανοίᾳ δεῦτε πιστοὶ ᾄσωμεν, τὴν ἐν ὑψηλαῖς ἀριστείαις, ἐνδιαπρέψασαν, καὶ ἐργασίαις καλαῖς, διακριθεῖσαν ἀξίως, Ταβιθὰ τὴν ἔνδοξον, καὶ θεοτίμητον.

Πτερωθεῖσα τῷ πόθῳ τοῦ θεϊκοῦ ἔρωτος, ὕλην Ταβιθὰ τῶν ματαίων, πᾶσαν κατέλιπες, καὶ ἀρετῶν τῇ σπουδῇ, εἰς οὐρανοὺς μετὰ δόξης, ἀναβάσασα ἔβλεψας, κάλλη τὰ ἄῤῥητα.

Ὁμονοίας εἰρήνης καταλλαγῆς γέγονας, ἔσοπτρον λαμπρὸν ἀπαυγάζον, τὴν ὡραιότητα, τοῦ εἰρηνάρχου Θεοῦ, ὃν Ταβιθὰ ἐκ καρδίας, καθαρᾶς ἠγάπησας, φίλτρῳ ἀμείνονι.

Θεοτοκίον.
Ἰατρὸν τοῖς ἀνθρώποις ὑπερφυῶς τέτοκας, πάθη τῶν ψυχῶν καὶ σωμάτων, τὰ ἀῤῥωστήματα, εὐσυμπαθήτω χειρί, ἀποσοβοῦντα Παρθένε, ὡς Θεὸς καὶ ἄνθρωπος, τὸ συναμφότερον.

Ἀνόθευτον, ἡμῖν παράσχου ἀγάπην πρὸς τὸ πλησίον, ταῖς πρεσβείαις σου Ταβιθὰ ἐλέους ἐπώνυμε, ἐν πράξεσι θείας ἀγαθωσύνης.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους Θεοῦ τὴν χάριν τὴν ἀμέτρητον, ἐν πράξει ζωῆς, ἀξίως ἐξηγόρασας, Ταβιθὰ ἀοίδιμε· τὸν πλησίον ἄμετρα στέρξασα, καὶ ἐν ἀγάπης ἔργοις ἀγαθοῖς, τὸν πλοῦτον λαβοῦσα τὸν ἀκίβδηλον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρότητι πνεύματος, καὶ καρδίας γνώμῃ εὐσυμπαθήτῳ σου, τοῖς πεινῶσι διεσκόρπισας, Ταβιθὰ τὸν ἄρτον ὡς φιλάδελφος.

Ἀγλαΐζεται ἅπασα, τῶν πιστῶν ὁμήγυρις καὶ εὐφραίνεται, Ταβιθὰ τῇ πανηγύρει σου, Ἐκκλησίας πέλεις γὰρ ἀγλάισμα.

Σελασφόροις σου λάμψεσι, Ταβιθὰ τὸ σκότος ἐναπεμείωσας, καὶ τὸ φῶς τῆς Ἀναστάσεως, ὡς ἡμέρας τέκνον πᾶσιν ἔδειξας.

Συμφωνίας σε ὄργανον, καὶ μελῳδεστάτην κιθάραν ἔγνωμεν, ἁρμονίαν τὴν οὐράνιον, Ταβιθὰ ἠχοῦσα ἐν τοῖς πέρασιν.

Θεοτοκίον.
Ὁ τοῦ σύμπαντος Κύριος, μήτραν σου Παρθένε ἁγνὴ κατώκησεν, καὶ παλάτιόν σε ἔμψυχον, τῆς Αὐτοῦ σαρκώσεως εἰργάσατο.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, μετὰ πάσης διαθέσεως, καὶ τὸν ἄνθρωπον ὡσαύτως ἐκτενῶς, ἐν συμπαθείᾳ Ταβιθὰ θερμῶς ἠγάπησας.

Ὦ τῶν θαυμαστῶν, μεγαλείων ὧν ἐποίησε, μετὰ σοῦ ὁ παντουργέτης Ταβιθά, ὅτι ἐκ κλίνης νεκρικῆς σε ἐξανέστησε.

Τέκνον Ταβιθά, τῆς χρηστότητός σε ἔγνωμεν, καὶ μητέρα ἀγαθότητος πολλῆς, φιλοστοργίας καὶ ἁπλότητος διδάσκαλον.

Ἄγγελος καθώς, ἐν τῷ κόσμῳ πεπολίτευσαι, Ταβιθὰ ἀρνησαμένη σεαυτήν, καὶ τῷ Κυρίῳ, γενομένη δῶρον ἅγιον.

Θεοτοκίον.
Βρύσις δωρεῶν, τῶν ἀύλων ἀνεξάντλητος, σὺ ὑπάρχεις Θεοτόκε Μαριάμ, ὡς τὸν δοτῆρα τῶν καλῶν ἀποκυήσασα.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκάνωσον, τὴν ψυχήν μου πράξεσι, Ταβιθὰ ταῖς φωτειναῖς ἀριστεύειν, καὶ τῶν καλῶν, ταῖς ἰδέαις ἁπάσαις, τὸν τῆς καρδίας μου λύχνον εὐπρέπισον, καὶ δώρησαί μοι καθορᾶν, τοῦ ἀκτίστου φωτὸς τὴν λαμπρότητα.

Θεράπαινα, τοῦ Θεοῦ γεγένησαι, καὶ ἐργάτης τῶν Αὐτοῦ θελημάτων, δούλη πιστή, οἰκονόμος τιμία, καὶ ἐραστὴς τῶν καλῶν ἀνυπόκριτος, Αὐτὸν ἐρῶσα Ταβιθά, ὃς ἐστὶν ἐφετῶν τὸ ἀκρότατον.

Ἀκοίμητα, σῆς ψυχῆς τὰ ὄμματα, ἐγρηγόρσει σου πολλῇ διετήρεις, καὶ ἐκτενῶς, τῷ Κυρίῳ ὡμίλεις, ὦ Ταβιθὰ ἐν φωνῇ οἰκειότητος, τῆς νήψεως καὶ προσευχῆς, ὡς λαμπὰς διαυγὴς καὶ ὑπέρφωτος.

Ποτίσασα, δαψιλῶς τοὺς αὔλακας, τῆς ψυχῆς σου Ταβιθὰ μακαρία, ταῖς θεϊκαῖς, ἐπομβρίαις ἐλέους, τὴν παγκαρπίαν πλουσίως ἐθέρισας, καὶ στάχυν θεῖον τῆς ζωῆς, τὸν Χριστὸν τοῖς πεινῶσιν ὑπέδειξας.

Θεοτοκίον.
Ῥωννύμενοι, κατ’ ἀμφοῖν πανύμνητε, διὰ σοῦ μετὰ χαρᾶς σοι τὸ χαῖρε, ὅλῃ ψυχῇ, καὶ καρδίᾳ βοῶμεν, ὅτι Θεὸν ἀληθῶς ἀπεγέννησας, τὰ πάθη πάντα τῆς ψυχῆς, καὶ σαρκὸς δωρεὰν ἀπαλείφοντα.

Ἀνόθευτον, ἡμῖν παράσχου ἀγάπην πρὸς τὸ πλησίον, ταῖς πρεσβείαις σου Ταβιθὰ ἐλέους ἐπώνυμε, ἐν πράξεσι θείας ἀγαθωσύνης.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μαρτυρίαν τὴν ἀληθινὴν ἐπεσφράγισας, τοῦ Κυρίου τὰς παραγγελίας φυλάξασα, τοῖς πεινῶσι μεταδιδοῦσα ἄρτον Ταβιθά, γυμνοῖς ἔνδυμα εἰς θαλπωρήν, ὡς ἀδελφόν σου δὲ ἀεί, τὸν πλησίον κουφίζουσα· ἤκουσας οὖν εὐλόγως, τὸν ἔπαινον τῶν δικαίων, καὶ εἰς νυμφῶνα τῆς χαρᾶς, μετὰ δόξης εἰσελήλυθας.

Προκείμενον
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στίχος. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. ιβ΄ 42-48)
Εἶπεν ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ, εὑρήσει οὕτω ποιοῦντα. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν, ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτόν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. Ἐκεῖνος δὲ ὁ δοῦλος, ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου ἑαυτοῦ, καὶ μὴ ἑτοιμάσας, μηδὲ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνούς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ᾿ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

Δόξα.
Ταῖς τῆς σῆς Ἁγίας, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δάκρυσι κοπτόμενοι, καὶ γοερῶς θρηνῳδοῦντες, Ταβιθὰ οἱ πένητες, νεκρικῷ κραβάτῳ σου πέριξ ἵσταντο, ταῖς χερσὶ ἔχοντες, ἀγαθῶν ἐλέη, καὶ ἱμάτια ἃ ἔδιδες, ἑστὼς ὁ Πέτρος δέ, τούτων συμπαθείᾳ ἐπήκουσε· καὶ αὖθις ἀνεβόησε, Ταβιθά σοι λέγω ἐγέρθητι· θαῦμα τοῦτο μέγα, μελούσης Ἀναστάσεως κοινῆς, ἣν προσδοκῶμεν βεβαίωσις, Θεὸς ὡς ὑπέσχετο.

Σῶσον ὀ Θεός τὸ λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανὸς ὥσπερ ἄλλος διηγεῖ μεγαλεῖα τὰ ὑπερκόσμια, καὶ γὰρ τῇ Ἐκκλησίᾳ, ἀστὴρ ὡς σελασφόρος, Ταβιθὰ ἐξανέτειλας, τοὺς κατοικοῦντας ἐν γῇ, φωτίζουσα πρεπόντως.

Συναφείᾳ ἀῤῥήτῳ τῷ Θεῷ σου ἠνώθης τῷ ἐλεήμονι, καὶ γὰρ τοῖς ἀσθενοῦσι, γυμνοῖς τε καὶ πεινῶσι, Ταβιθὰ ἀναδέδειξαι, ὡς συμπαθὴς ἀρωγός, ἐλέει σῆς προνοίας.

Τὴν ἁγίαν σου μνήμην Ταβιθὰ ἐλεῆμον συνεορτάζουσι, Ἀγγέλων στρατηγίαι, βροτῶν χοροστασίαι, καὶ τὰ θεῖα πληρώματα, ἀπὸ κοινοῦ σοι σεμνή, τὸ χαῖρε ἐκβοῶντες.

Ῥάβδῳ θείας σοφίας Ταβιθὰ στηριχθεῖσα καλῶς τετέλεκας, τῆς πίστεως τὸν δρόμον, βοῶσα ὡς ὁ Παῦλος, τῷ Θεῷ ἐν ἐξόδῳ σου· σοῦ ταῖς χερσὶν ἀγαθέ, ψυχήν μου παραθέτω.

Θεοτοκίον.
Ἐπανόρθωσις κόσμου σὺ ὑπάρχεις Παρθένε θεοχαρίτωτε, καὶ γὰρ ἀπειρογάμως, ἀπέτεκες τῷ κόσμῳ, τὸν Θεὸν μετὰ σώματος, τὸν ἀνορθοῦντα χειρί, Αὐτοῦ ἀνθρώπων γένος.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Χηρῶν ἀκούσας, καὶ ὀρφανῶν τοὺς θρηνώδεις, ὀδυρμοὺς Ταβιθὰ θεῖος Πέτρος, λόγῳ σε ἐκ κλίνης, ἐξήγειρε θανοῦσαν.

Ὡς χρυσοπτέρυξ, περιστερὰ εἰς τὰ κάλλη, Ταβιθὰ τὰ οὐράνια ἦλθες, πτέρυξιν ἀύλοις, ἀγάπης τῆς τελείας.

Ἴχνεσι θείοις, τῶν ἱερῶν Ἀποστόλων, Ταβιθὰ μακαρία στοιχοῦσα, πάντα ὅσα εἶχες, τοῖς χρήζουσιν ἐδίδους.

Σκεῦος ἐγένου, τῆς ἐκλογῆς ὡς ὁ Παῦλος, ἐντολὰς Ταβιθὰ τοῦ Κυρίου, πᾶσας εὐαρέστῳ, ποιοῦσα διαθέσει.

Θεοτοκίον.
Ἰδοὺ σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη παρθένε, ὡς σαρκὶ τεκοῦσα, Θεὸν καὶ Βασιλέα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δορκὰς ὥσπερ τιμία, ὄρεσιν ἁγίοις, τῆς ὑψηλῆς θεωρίας σεμνὴ Ταβιθά, ἐν ἀγαθότητι τρόποις, θείως κατέπαυσας.

Ὡς ὄρθρος ὡς ἡμέρα, θείας πανδαισίας, ὦ Ταβιθὰ μακαρία ἐπέστη ἡμῖν, ἡ παναγία σου μνήμη, πάντας λαμπρύνουσα.

Ῥοαῖς ταῖς ζωηῤῥύτοις, τοῦ Εὐαγγελίου, μετὰ ζεούσης καρδίας καὶ πόθου πολλοῦ, ὦ Ταβιθὰ προσδραμοῦσα, δίψαν σου ἔσβεσας.

Ἁγνείας σωφροσύνης, καὶ ἀκτημοσύνης, ὦ Ταβιθὰ σὺ ἐγνώσθης γνησία εἰκών, ἀποτυπώσασα κάλλη, τὰ ἀξιέραστα.

Θεοτοκίον.
Σιγῶσι Παναγία, Δέσποινα Παρθένε, τῶν εὐλαλούντων ῥητόρων τραναὶ λαλιαί, ἐν σοὶ Θεὸς ἀποῤῥήτως, σάρκα γὰρ ἔλαβεν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ἵνα τῷ Κυρίῳ σου ἀρεστή, γένῃ ἐν τοῖς ἔργοις, ἁγιότητος Ταβιθά, ἔστεργες τοὺς ἄλλους, στοργῇ ἀνυποκρίτῳ, ταῖς χρείαις τοῦ πλησίον, διακονήσασα.

Ὄρθρος ὡς ἡμέρας ἀειφεγγοῦς, ἔλαμψας τῷ κόσμῳ, θεοκόσμητε Ταβιθά, λύουσα τὰ νέφη, κακίας βαθυτάτης, παθῶν τε τὴν ὁμίχλην, διασκεδάζουσα.

Πτέρυξιν ἀγάπης ὁλοτελοῦς, ἤρθης εἰς τὰ ὕψη, τὰ οὐράνια Ταβιθά, ἔνθα κατοπτεύεις, τὸ κάλλος σοῦ Νυμφίου, τοῦ ἔχοντος ἐλέους, ἄμετρον πέλαγος.

Πένησιν ἐγένου διατροφή, ὕδωρ τοῖς διψῶσι, περιβόλαιον τοῖς γυμνοῖς, τοῖς ἐν περιστάσει, φιλόξενος προστάτης, ὦ Ταβιθὰ τὰ πάντα, πᾶσι παρέχουσα.

Ἦρας ὀφθαλμούς σου τοὺς νοητούς, ὄρη εἰς τὰ θεῖα, τοῦ Κυρίου σου Ταβιθά, ἔνθεν Τούτου εὗρες, ἀρίστην συμμαχίαν· ἐχθροῦ διὸ καθεῖλες, τὰ μηχανήματα.

Σέβας σοι προσφέρομεν Ταβιθά, πάντες οἱ τιμῶντες, ἀριστείας σου τὰς λαμπράς, αἶνον δὲ καὶ δόξαν, Κυρίῳ προσφωνοῦμεν, τῷ θείαις ἀγλαΐαις, σὲ θαυμαστώσαντι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῆς ἀγάπης ἡ σπουδή, ἐλεημοσύνης ἡ πρᾶξις, φιλαδελφείας λαβίς, χρίσις ἀνεξίτηλος, τῆς συμπαθείας τε, τῆς χρηστότητος δώρημα, θυσίας ὁ ὅρος, θείας ἀγαθότητος, ἡ ἀντιμέτρησις· χαίροις, Ταβιθὰ μακαρία, τοῦ Εὐαγγελίου τοὺς λόγους, ἐν σαὐτῇ ἀσμένως ἐφαρμόσασα.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.