Παρακλητικός Κανών εις την Αγίαν Πρωτομάρτυραν και Ισαποστόλον Θέκλας
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται 24 Σεπτεμβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τἀ παρόντα τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς Ἰσαπόστολος καὶ πρώταθλος Θέκλα, ἐν γυναιξίν τὸν σὸν νυμφίον δυσώπει, ἁμαρτιῶν συγχώρησιν δωρήσασθαι, καὶ παθῶν ἐκλύτρωσιν, καὶ διόρθωσιν βίου, πᾶσι τοῖς προστρέχουσι, τῇ θερμῇ σου πρεσβείᾳ, σὺ γὰρ μεγίστην ἔχεις πρὸς Χριστόν, Παρθενομάρτυς, παῤῥησίαν ἔνδοξε.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θέκλης σωθείην λιταῖς ὦ Λόγε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεὸν τὸν φανέντα σωματικῶς, ἠγάπησας Θέκλα, καὶ ηὐγάσθης θείῳ φωτί, διὸ φωτοφόροις σου πρεσβείαις, τὴν ζοφεράν μου καρδίαν καταύγασον.
Ἐκ πάσης μανίας καὶ προσβολῆς, ἐχθροῦ τοῦ δολίου, ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ἀπάλλαξον Θέκλα πρωτομάρτυς, τοὺς ἀδιστάκτῳ ψυχὴ προσιόντας σοι.
Κυρίῳ νενύμφευσαι ὡς Ἁγνή, τῷ ἐκ τῆς Παρθένου παρελθόντι δίχα τροπῆς, ὦ πρέσβευε Θέκλα πρωτομάρτυς, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Λυχνία ἐδείχθης χρυσοφαής, ἀστράψασα κόσμῳ, τὸ ἀπαύγασμα τοῦ Πατρός, ἐν ὕλη σαρκὸς Παρθενομήτωρ, φωταγωγοῦν τοὺς ἐν πίστει ὑμνοῦντάς σε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἠλλοιώθης ὦ Θέκλα, τῷ τοῦ Χριστοῦ ἔρωτι, Παύλου διδαχαῖς ζωηφόροις, ὅθεν ἀλλοίωσον, κᾀμὲ πρεσβείαις σου, ἐκ τῆς φθορᾶς θείῳ φόβῳ, πρὸς τὴν εὐαρέστησιν, τοῦ Παντοκράτορος.
Σωτηρίαν ἐξαίτει, καὶ τῶν παθῶν νέκρωσιν, Θέκλα πρωτομάρτυς Κυρίου, καὶ Ἰσαπόστολε, τοῖς καταφεύγουσι, τῇ θαυμαστῇ σου πρεσβείᾳ, καὶ σε μακαρίζουσιν, ὡς καλλιπάρθενον.
Συντριβεῖς ταῖς ἐφόδους τοῦ πονηροῦ δράκοντος, Θέκλα πρωτομάρτυς Ἁγία, πιστῶς κραυγάζω σοι· θᾶττον με ἔγειρον, ἀπὸ παθῶν ἀκαθάρτως, καὶ πρὸς μετανοίας με, τρίβον ὁδήγησον.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, τὸν τοῦ παντὸς ἄνακτα, φέρεις ἐν ἀγκάλαις Παρθένε, ἐκ σου δι’ ἔλεος, σάρκα γενόμενον, ὅθεν σαρκός μου τὰ πάθη, καὶ ψυχῆς τὰ τραύματα, ἴασαι δέομαι.
Διάσωσον ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πρωτομάρτυς ἐν γυναιξὶ Θέκλα ἔνδοξε, τὴν τῶν πταισμάτων ἡμῖν αἰτοῦσα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.
Ὡς νύμφη Χριστοῦ, καὶ ἀθληφόρος ἔνδοξος, δυσώπει ἀεί, ὦ Θέκλα ἰσαπόστολε, ῥυσθῆναι πάσης θλίψεως, καὶ ποικίλων σκανδάλων τοῦ ὄφεως, τοὺς προσιόντας τῇ σῇ ἀρωγή, καὶ μέλποντας Μάρτυς τοὺς ἀγῶνας σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θείου Παύλου τοῖς ῥήμασι, Θέκλα ἠκολούθησας ὅθεν ἅπαντας, ἡμᾶς Μάρτυς ἐνδυνάμωσον, κατακολουθεῖν θείοις ἐντάλμασιν.
Ἐκ δεινῶν περιστάσεων, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, ἀνωτέρους ἡμᾶς φύλαττε, Θέκλα ἰσαπόστολε πρεσβείαις σου.
Ἱλασμὸν ἡμῖν αἴτησαι, ἀπὸ τοῦ Νυμφίου σου Καλιπάρθενε, καὶ παθὼν ψυχῆς καὶ σώματος, Θέκλα πρωτομάρτυς ἀπολύτρωσιν.
Θεοτοκίον.
Θεὸν σαρκὶ τέξασα, καὶ μετὰ τὸν τόκον ἄφθορος μείνασα, Θεοτόκε ἀειπάρθενε, ἐκ φθοροποιῶν παθῶν με λύτρωσαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον ἡμῶν, πᾶν γεῶδες Μάρτυς φρόνημα, καὶ ἀνύψωσον τὸν νοῦν Θέκλα σεμνῇ, πρὸς ἀγάπην τοῦ λαμπρῶς σε θαυμαστώσαντος.
Λύτρωσαι ἡμᾶς, ἐκ πυρός τοῦ αἰωνίζοντος, ἡ πυρός τοῦ αἰσθητοῦ, Θέκλα σεμνή, ἀνενέργητον τὴν δύναμιν ποίησον.
Ἴασαι ψυχῶν, καὶ σωμάτων τὰ συντρίμματα, Πρωτομάρτυς ἰσαπόστολε Χριστοῦ, τῶν ἐν πίστει προσιόντων τῇ πρεσβεῖα σου.
Θεοτοκίον.
Τέξασα Θεόν, Θεοτόκε μετὰ σώματος, ἐκ παθῶν σωματικῶν καὶ ψυχικῶν, ἀποκαθαρῶν τοὺς πίστει σε δοξάζοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγρίοις, θηρσὶ ῥιφθεῖσα Ἁγία, ἀσινής τῆς τούτων ἔμεινας βλάβης, διὸ ἡμᾶς ἐκ θηρῶν νοουμένων, τῆς χαλεπῆς ἐπιθέσεως λύτρωσαι, καὶ κατασύντριψον αὐτῶν, τὴν ἰσχὺν καθ’ ἡμῶν τὴν ὀλέθριον.
Ἰλύος, ἁμαρτιῶν πολυτρόπων, τὴν καρδίαν μου ἀπόπλυνον Θέκλα, τῶν πρεσβειῶν σου τοῖς ῥείθροις Ἁγία, καὶ καθαρὸν τῷ Χριστῷ με παράστησον, δι’ ἐναρέτου ἀγωγῆς, ὥσπερ νύμφη αὺτοῦ Καλλιπάρθενος.
Συνοῦσα, τοῖς Ἀποστόλοις Κυρίου, ἰσαπόστολε θεόνυμφε Θέκλα, καὶ Ἀθληταῖς καὶ παρθένοις Ἁγίαις, Χριστὸν αεὶ σὺν αὺτοῖς καθικέτευε, δοθῆναι πᾶσι τοῖς πιστοῖς, ἱλασμὸν καὶ πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Ὡς Μήτηρ τοῦ Βασιλέως τῆς δόξης, Θεοτόκε ἀειπάρθενε Κόρη, αὐτὸν δυσώπει ἰσχὺν καταπέμψαι, ἡμῖν νεκρώσαι, παθῶν τὰ σκιρτήματα, καὶ ἐκφυγεῖν τοῦ πονηροῦ, καθ’ ἡμῶν τὰ δεινὰ μηχανήματα.
Διάσωσον ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πρωτομάρτυς ἐν γυναιξὶ Θέκλα ἔνδοξε, τήν τῶν πταισμάτων λύσιν ἡμῖν αἰτοῦσα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ανερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Παρθενομάρτυς Χριστοῦ Θέκλα ἔνδοξε, ἐν γυναιξὶ Πρωτομάρτυς ἀήττητε, Χριστῷ τῷ νυμφίῳ σου πρέσβευε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν, τοῖς πίστει καὶ πόθῳ τιμῶσί σε.
Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου….
Εὐαγγέλιον,
Ἐκ τοῦ κατά Ματθαῖον.
(Κεφ. κε΄ 1-13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι, καὶ αἱ πέντε μωραί. αἵτινες μωραὶ, λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· Ααἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι, καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδοὺ ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι, λέγουσαι· Μήποτε οὐκ ἀρκέσει ἡμῖν καὶ ὑμῖν· πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι, λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Θέκλα Ἰσαπόστολε, ἐν γυναιξὶ Πρωτομάρτυς, Παύλου ἡ συνέκδημος, καὶ Ἁγίου Πνεύματος ἐνδιαίτημα, ἐκτενῶς πρέσβευε, τῷ Θεῷ τῶν ὅλων, πάσης βλάβης ἐκλυτρώσασθαι, καὶ πάσης θλίψεως, τοὺς εἰλικρινῶς σε γεραίροντας, ὡς παῤῥησίαν ἔχουσα, πρὸς τὸν σὸν νυμφίον καὶ Κύριον, σε γὰρ εἰς πρεσβείαν, προβάλλομεν οἱ μέλποντες σεμνή, τῆς σῆς Ἁγίας ἀθλήσεως, τὰ λαμπρὰ παλαίσματα.
Σῶσον ὁ Θεός, τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λαμπηδὼν φανοτάτη, ἀνεδείχθης τῷ φέγγει τῆς σῆς ἀθλήσεως, ὦ Θέκλα πρωτομάρτυς, σκεδάζουσα τὸν ζόφον, τῶν παθὼν καὶ τῶν θλίψεων, ἐκ τῶν βοώντων ἀεί, Χριστὲ εὐλογητὸς εἶ.
Οὐδαμῶς καταφλέχθης, τῇ φλογὶ ὡς ἐῤῥίφθης Θέκλα πρωτόαθλε, διὸ τὴν φλόγα σβέσον, παθὼν ἐν τῇ ψυχή μου, καὶ βοῶντα με οἴκτειρον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Γαυριῶντας τυράννους, τοῦ Χριστοῦ τῇ ἀγάπῃ Θέκλα κατῄσχυνας, διὸ τῆς τυραννίδος, ῥοπῆς ἐπὶ τὰ χείρω, τοὺς βοῶντας εκλύτρωσαι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐσαρκώθη ἀφράστως, ἐξ Ἁγνῆς σου νηδύος ὁ Ὑπερούσιος, τῆς πλάνης τοῦ δολίου, ἐξαίρων Θεοτόκε, τοὺς ἐν πίστει βοῶντας σοι· χαῖρε Παρθένε ἁγνή, Ὑπερδεδοξασμένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμη ἀνδρεία, ταύρου θυμὸν μεταβάλλεις, Θέκλα ἔνδοξε διὸ τὰς τῆς ψυχῆς μου, ἐμπαθεῖς κινήσεις, μετάβαλε εἰς τέλος.
Ῥώμην μοι δίδου, κατὰ παθὼν ὀλεθρίων, Θέκλα πάνσεμνε, ἡ πᾶσαν τοῦ δολίου, καταβεβληκυίᾳ, ἰσχὺν ἐν τῇ ἀθλήσει.
Ἀποῤῥαγεῖσα, νεύσει Θεοῦ δέχεταί σε, πέτρα πάνσεμνε διὸ με ἐν τῇ πέτρα, στήριξον Ἁγία, τῶν θείων ἐνταλμάτων.
Θεοτοκίον.
Σῶσον με Κόρη, ἐκ τῶν χειρῶν τοῦ βελίαρ, καὶ ὑπόταξον τὸν νοῦν μου δυσωπῶ σε, νόμῳ τοῦ Κυρίου, ἵνα σε μεγαλύνω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰλέωσαι Ἁγία, ταῖς σαῖς ἱκεσίαις, τὸν σὸν νυμφίον Χριστὸν τὸν Φιλάνθρωπον, ἡμῖν τοῖς σπεύδουσι Θέκλα τῇ προστασίᾳ σου.
Μεγίστην παῤῥησίαν, ἔχουσα Ἁγία, πρὸς τὸν Σωτῆρα Χριστὸν δι’ ὃν ἤθλησας, μεγάλων πόνων καὶ θλίψεων ἡμᾶς λύτρωσαι.
Οἱ πόθῳ προσιόντες, Θέκλα μακαρίᾳ, τῇ σῇ πρεσβείᾳ παθῶν ἀπαλλάτονται, καὶ χαριστήριον ὕμνον σοι ἀναμέλπουσι.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας, ῥῦσαι τὴν ψυχήν μου, ἡ τὴν πηγὴν τῆς ζωῆς κόσμῳ βλύσασα, καὶ πότισον με Παρθένε ζωῆς τῷ ὕδατι.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ἰσαπόστολε τοῦ Χριστοῦ, Θέκλα μακαρία, Πρωτομάρτυς ἐν γυναιξί, Παρθενομαρτύρων ἀγλάισμα καὶ κλέος, ἡμῶν δε πρὸς τὸν Κτίστην, μεσῖτις ἔνθεος.
Παύλου, φωτισθεῖσα ταῖς διδαχαῖς, Θάμυριν ἠρνήσω, καὶ μεμνήστευσαι τῶν Χριστῷ, Θέκλα μακαρίᾳ, καὶ τούτῳ ὥσπερ προῖκα, προσήγαγες τοὺς πόνους, τῆς σῆς ἀθλήσεως.
Φύσιν γυναικείαν, γνώμη στεῤῥὰ Θέκλα ὑπερεῖδες, καὶ ἐχώρησας σταθερῶς, πρὸ τοῦ μαρτυρίου, τοὺς ἀνδρικοὺς ἀγῶνας, τῷ πόθῳ Ἰσαπόστολε τοῦ νυμφίου σου.
Πῦρ οὐκ ἐπτοήθης Θέκλα σεμνή, φλεγομένη πόθῳ, τοῦ Παντάνακτος Ἰησοῦ, καὶ τοὺς ἀτιθάσους, θήρας δυνάμει θείᾳ, ὡς ἄρνας ἐν σταδίῳ, ἡμέρους ἔδειξας.
Πέτρα σε ἐδέξατο θαυμαστώς, ῥαγεῖσα τῇ νεύσει, τοῦ νυμφίου σου Ἰησοῦ, Θέκλα πρωτομάρτυς, ἔνθα τελειωθεῖσα, ἐπήρθης μετὰ δόξης, πρὸς τὰ οὐράνια.
Πρέσβευε ἀπαύστως Θέκλα σεμνή, Χριστῷ τῷ Σωτῆρι, πάσης ῥύεσθαι συμφορᾶς, καὶ πειρατηρίων, ποικίλων ἐν τῷ βίῳ, τοὺς πίστει προσιόντας, τῇ ἀντιλήψει σου.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Αποστόων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Θέκλα πρωτομάρτυς τοῦ Χριστοῦ, παρθενομαρτύρων Ἁγίων, τὸ ἐγκαλλώπισμα, πάσης περιστάσεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, ἀσινεῖς διαφύλαττε, ταῖς σαῖς ἱκεσίαις, τοὺς πιστῶς προστρέχοντας, τῇ προστασίᾳ σου, λύουσα παθῶν τὰς ὀδύνας, καὶ πλημμελήματα αἰτοῦσα, πᾶσι τὴν συγχώρησιν πανεύφημε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Θέκλα Ἰσαπόστολε δεδοξασμένῃ
Γερασίμου πρόσδεξαι τὴν ἱκεσίαν.