Παρακλητικός Κανών της Αγίας Ενδόξου Οσιομάρτυς Θεοδοσία της Κωνσταντινοπουλίτισσης

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια
Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Η μνήμη αυτής τελείται τή 29 Μαΐου

 

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ ἐξῇς·

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τὴν ἐξανθήσασαν ὡς ἴον εὐῶδες, στεῤῥοψυχίας ἀκραιφνοῦς ἐν κοιλάσι, τῆς πίστεως τιμήσωμεν ἀμνάδα Χριστοῦ, κράζοντες ὡράισμα, ἀθληφόρων μὴ παύσῃ, τὸν σεπτὸν Νυμφίον σου, δυσωπεῖν ὑπὲρ πάντων, τῶν ἐκτελούντων μνήμην σὴς λαμπρᾶς, Θεοδοσίᾳ φωσφόρε, ἀθλήσεως.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καὶ ὁ Κανών, οὐ ἡ ἀκροστιχίς·
ΔΟΣΕΙΣ ΧΑΡΙΤΟΣ ΠΕΜΨΟΝ ΗΜΙΝ, ΘΕΟΔΟΣΙΑ. X.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμεσι θείαις ἐν οὐρανοῖς, συνευφραινομένη, ἀθληφόρε νῦν τὸν Χριστόν, ἱκέτευε δοῦναι μοι κατ’ ἄμφω, Θεοδοσίᾳ, ὑγιείαν καὶ δύναμιν.

Ὁδοὺς μετανοίας μοι σωστικάς, ὑπάνοιξον μάρτυς, ἡ ἀθλήσεως ἀτραπούς, ὁδεύσασα χάριτι τῇ θεία, Θεοδοσίᾳ, ἐν Πόλει τῶν Πόλεων.

Σοφίαν δεικνύουσα ἐν ἀκμή, τῆς σῆς ἡλικίας, πρεσβυτέρων τὸν Λυτρωτήν, σοφίσαι ἱκέτευε τοὺς πόθῳ, Θεοδοσίᾳ, ἀεὶ σε δοξάζοντας.

Θεοτοκίον.
Ἐλέους ῥανίδας τοῦ σου Υἱοῦ, ἐπόμβρισον Μῆτερ, Θεονύμφευτε ἐφ’ ἡμᾶς, τοὺς πίστει προστρέχοντας ταῖς θείαις, καὶ ῥυπτικαῖς σου πρὸς Κτίστην ἐντεύξεσιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν αἰτεῖ, μάρτυς καὶ συμφορῶν λύτρωσιν, πάντοτε παρὰ τοῦ Σωτῆρος, καὶ Παντοκράτορος, Θεοδοσίᾳ σεμνῇ, ἡ τῶν ἁγίων εἰκόνων, ἐποφθεῖσα πρόμαχος ἄχρι θανάτου σου.

Σηπεδόνας σωμάτων καὶ τῶν ψυχῶν ἴασαι, νόσους κατωδύνους ταχέως, τῇ χειρουργίᾳ σου, τῇ μυστικῇ εὐσταλές, Θεοδοσίᾳ τῶν ὕμνοις, μελιχροῖς ὑμνοῦντών σε, ὡς βάθρον πίστεως.

Χαριτόβρυτον φρέαρ τὸ σὸν σεπτὸν σκήνωμα, πάλαι ἀνεδείχθη θεόφρον, καὶ νῦν ἡ κάρα σου, Θεοδοσία κρουνός, ναμάτων ἄφθονος ὤφθη, ῥεῖθρα πᾶσι βλύζουσα θείας δυνάμεως.

Θεοτοκίον.
Ἀπειρόγαμε Κόρη, ἐκ συμφορῶν λύτρωσαι, βλάβης ἀνηκέστου καὶ ἄλγους, τοὺς μελῳδοῦντάς σε, ὡς τῆς θανάτου φθορᾶς ἀλεξητήριον θεῖον, καὶ πιστῶν θεώσεως Δέσποινα, πρόξενον.

Διάσωσον, ὁσιομάρτυς ἀλκίφρον, Θεοδοσίᾳ, ἐκ κινδύνων τοὺς εὐλαβῶς τιμῶντας τὴν μνήμην σου, παγίδων τοῦ πλάνου καὶ ἀλγηδόνων.

Ἐπίβλεψον, ἐν εύμενεία, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπήν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
Δοχεῖον λαμπρὸν χαρίτων ἐκ νεότητος, ὀφθεῖσα πιστοῖ ὀμβρίζεις θείας χάριτας· ἐκτενῶς οὖν κράζομεν· τὸν Χριστὸν δυσώπει ἑκάστοτε, Θεοδοσία, ἄφεσιν πολλῶν, πταισμάτων δοῦναι τοῖς ὑμνοῦσί σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥῶσιν δίδου ἀείποτε σουῦ Θεοδοσία, τοῖς καταφεύγουσι, ται πρεσβείαις καὶ τιμῶσί σε, ὡς ὁσιομάρτυρα τρισένδοξον.

Ἱκεσίας μου πρόσδεξαι, Βασιλίδος Πόλεων ἐγκαλλώπισμα, καὶ παθών μου τὴν σκοτόμαιναν, σκέδασον λιταῖς σου πρὸς τὸν Κύριον.

Τῶν μαρτύρων ἀκρώρειαν, καὶ ὁσίων κλεῖσμα ἐπαινέσωμεν, έκβοώντες· ῥῦσαι θλίψεων, νῦν Θεοδοσία, τοὺς ἱκέτας σου.

Θεοτοκίον.
Ὁλοπόρφυρον σκήνωμα, καὶ περικαλλέστατον ἀνακτόριον, τοῦ Παντάνακτος Μητρόθεε, ζόφον ἐγκλημάτων μου διάλυσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σύγκοψον ἐχθροῦ, τοῦ ἀπαύστως πολεμοῦντός με, τὴν ἰσχύν, Θεοδοσίᾳ γεραρά, τῇ μαχαίρᾳ σῶν πρὸς Κύριον δεήσεων.

Πέτρα ἀῤῥαγής, τῆς ἀμώμου ἡμῶν πίστεως, θαυμαστῇ Θεοδοσία ἀκλινεῖς, ἐν τῇ πίστει, διατήρησον σοὺς πρόσφυγας.

Ἔχομεν τὴν σὴν, ὥσπερ ὄλβον τιμαλφέστατον, ὀσίαθλε, ἁγίαν κεφαλήν, καὶ ἐκ ταύτης δόσεις θείας ἀρυόμεθα.

Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν ἀεὶ μεγαλυνόντων σε, ὡς μητέρα τοῦ Δεσπότου καὶ Θεοῦ, παναμώμητον καὶ κόσμου καταφύγιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ψυχόλεθρον, σκοτασμὸν διάλυσον, ἁμαρτίας πρεσβειῶν σου τῷ φέγγει, Θεοδοσία καὶ τίμιον ἐῷς, ἀνάτειλόν μοι τῷ σοὶ καταφεύγοντι, ὁσιομάρτυς ἀγλαή, Κωνσταντίνου τῆς Πόλεως σέμνωμα.

Ὁδήγησον, πρὸς λιμένα εὔδιον, ἀφθαρσίας τοὺς ἱκέτας σου σῶφρον, Θεοδοσία γενναία τῇ γνώμη, ὑπὲρ εἰκόνων τῶν θείων ἀθλήσασα, καὶ σῶν αἱμάτων ἐκροαῖς, Βυζαντίου τὰς ῥύμας φοινίξασα.

Νυμφίον σου, Κόρη τὸν οὐράνιον, ἀγαπήσασα τῶν εἰκονομάχων, πανευσθενώς ἀπεκρούσω τὴν λύσσαν, Θεοδοσία διὸ νῦν ἐν δώμασιν, οἰκοῦσα θείοις τὸν Χριστόν, ἱκετεύεις ὑπέρ τῶν τιμώντων σε.

Θεοτοκίον.
Ἡ τέξασα, τῆς ζωῆς τὸν Κύριον, καὶ ἀπαύγασμα Πατρός τοῦ ἀνάρχου, τὸν εἰς αἰῶνας φωτίζοντα κόσμον, καὶ τὰς καρδίας μερόπων θερμαίνοντα, πρὸς πολιτείαν εὐσεβῆ, Θεοτόκε σοὺς δούλους διάσωσον.

Διάσωσον, ὁσιομάρτυς ἀλκίφρον, Θεοδοσίᾳ, ἐκ κινδύνων τοὺς εὐλαβῶς τιμῶντας τὴν μνήμην σου, παγίδων τοῦ πλάνου καὶ ἀλγηδόνων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Ὁσιομάρτυς νεᾶνις πανεύφημε, τῆς βασιλίδος σεπτὸν ἀγαλλίαμα, Νυμφίον τὸν σὸν καθικέτευε, Θεοδοσίᾳ, πταισμάτων συγχώρησιν, διδόναι τοῖς ὕμνοις τιμῶσί σε.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῆ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατᾶ Ματθαίον
(Κέφ. ι’ 32-36, ια’ 1)

Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις ὄ᾿ ἂν ἀρνήσηται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπί τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατά τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατά τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατά τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροί τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.

Δόξα.
Ταῖς τῆς ἀθληφόρου πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Καὶ τὸ προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλῃ ἐκ νεότητος ἀνατεθεῖσα Κυρίῳ, μονοτρόπων τάγμασιν, ἠριθμήθης ἔνδοξε ὁσιόαθλε, καὶ καλῶς πλεύσασα, τὸ τοῦ μαρτυρίου, ἀθλητῶν ἀκρότης πέλαγος, πρός τὸν Νυμφίον σου, τὸν ἐν οὐρανίοις σκηνώμασιν, ἀνῆλθες ὦ καὶ πρέσβευε, ῥύεσθαι ἀπᾴσῃς κακώσεως, καὶ ἐκ τῶν τοῦ πλάνου, σεμνῇ Θεοδοσίᾳ προσβολῶν, τοὺς καταφεύγοντας πάντοτε, σκέπη τῇ ἁγία σου.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου..

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ ἐλλίπῃς πρεσβεύειν, τῷ Χριστῷ εἰρηναῖον ἡμῖν δωρήσασθαι, Θεοδοσία βίον, καὶ σάλον καταπαύσαι, τὸν ψυχὰς καταπνίγοντα, ὁσιομάρτυς Χρίστου, νεᾶνις στεφηφόρε.

Ἰατρεῖον ἐδείχθη ὁ ναός σου ἐν Πόλει ποτέ πανεύφημε, καὶ νῦν ἡ κεφαλῇ σου, ἴαται Κόρη νόσους, τῶν αὑτῇ μετὰ πίστεως, προσερχομένων τὴν σήν, πιστοποιοῦσα χάριν.

Νεκρωθεῖσα τῷ κόσμῳ, θεϊκῷ ἔρωτί σου καὶ έναθλήσασα, καλῶς Θεοδοσία, ζωήν τὴν αἰωνίαν, εὗρες ὅθεν νεκρώσεως, τῆς ψυχικῆς νῦν ἡμᾶς, τοὺς πρόσφυγάς σου ῥῦσαι.

Θεοτοκίον.
Θεοτόκε Παρθένε, οἰκετῶν σου τὰ πλήθη σε μακαρίζομεν, ὡς πύργον ἀσφαλείας, ἀσπίδα προστασίας, καὶ στεῤῥὸν περιτείχισμα, ἐκ τοῦ ἐχθροῦ προσβολῶν, ὐπερδεδοξασμένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐν οὐρανίῳ, Θεοδοσία νυμφῶνι, νῦν χορεύουσα μνήσθητι πάντων, σου τῶν ἐκζητούντων, τὰς πρὸς Θεὸν πρεσβείας.

Ὁσιομάρτυς,  ἐν Βασιλίδι ἐκλήθῃ, ὁ ναός σου ἀμάραντον ῥόδον, ὡς ἐπὶ σῇ μνήμη, λαμπρῶς κεκοσμημένος.

Δὸς μοι κατ’ ἄμφω, Θεοδοσίᾳ ὑψόθεν, τὴν ὑγείαν καὶ νόσων παντοίων, δίωξον εὐχαῖς σου, τὰ ὀχληρώδη νέφη.

Θεοτοκίον.
Οἱ τῇ σεπτή σου, Θεοχαρίτωτε Μῆτερ, καταφεύγοντες σκέπη ἀφθόνως, χάριτος σὴς θείας, πληρούμεθα Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σαρκὸς τὰς ἀλγηδόνας, καὶ τὰς ἀσθενείας, Θεοδοσία ψυχῆς ταῖς πρεσβείαις σου, πρὸς τὸν γλυκύν σου Νυμφίον ταχύ θεράπευσον.

Ἰσχὺν ἡμῖν καὶ σθένος, δίδουγενναιόφρον, Θεοδοσία τοῖς σε μακαρίζουσιν, ἵνα ὀφρύν τοῦ ἀνόμου, ἐχθροῦ πατήσωμεν.

Ἀμνάς Θεοδοσία, ἄμωμε τοῦ Κτίστου, πρὸς οὐρανίους νομὰς πάντας ἴθυνον τοὺς εὐλαβῶς εὐφημοῦντας, τὴν θείαν μνήμην σου.

Θεοτοκίον.
Χρίστου τοῦ Ζωοδότου, καὶ Παμβασιλέως, τροφὸς καὶ μήτηρ γλυκεία ὑπάρχουσα, τρυφῆς ἀλήκτου σοὺς δούλους, Ἁγνή, ἀξίωσον.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις όσιόαθλε θαυμαστή, ἀριστείας ἄνθος, εὐωδέστατον ἀληθῶς, χαίροις Βασιλίδος, Θεοδοσία κλέος καὶ νύμφη πιστότατη, τοῦ Παντοκράτορος.

Πέμψον οὐρανόθεν τοῖς σε πιστῶς, ἀνυμνολογοῦσι ῥῶσιν σώματος καὶ ψυχῆς, καὶ εἰρήνην πᾶσι σεπτὴ Θεοδοσία, λιταῖς σου πρός τὸν Κτίστην δὸς ἀστασίαστον.

Ῥόδον ἀμαράντινον ἀκλινῶν, ἀθληφόρων πάντας, κατεμύρισας ἀληθῶς, σαῖς ὀδμαῖς ἀνδρείας, λαμπρή Θεοδοσία, νεᾶνις πανόσια, τοὺς εὐσεβόφρονας.

Βρύει ἰαμάτων παντοδαπῶν, νάματα ἡ θεία, καὶ σῇ πάντιμος κεφαλή, τοῖς προσερχομένοις αὐτῇ μετ’ εὐλαβείας, Θεοδοσία σκεῦος χάριτος ἔμπλεως.

Κάλλος καὶ νεότητος τὴν ἀκμήν, πάριδουσα τρίβοις, ἠκολούθησας ἀθλητῶν, Ὁσιομαρτύρων κρηπίς Θεοδοσία, καί τῆς Βασιλευούσης κρίνον ἡδύπνευστον.

Χαίροις τῶν ἀμνάδων Χρίστου λαμπάς, φαίνουσα βολίσιν, εὐψυχίας πᾶσαν τὴν γῆν, χαίροις Βυζαντίου, κλυτὴ ὁσιομάρτυς, Θεοδοσία ῥόδον πίστεως ἥδιστον.

Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἄγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Γενναιότητος πράξεσι διαλάμπουσα, ὑπέρ τῶν θείων εἰκόνων, Θεοδοσίᾳ σεμνῇ, ἠνδραγάθησας καὶ ἤθλησας στεῤῥότατα· ὅθεν νῦν κάλλος τοῦ Θεοῦ, τὸ ἀμήχανον ὁρᾶν, ἐν πόλῳ ἀξιωθεῖσα, ἀνθῶν τερπνὲ Βυζαντίου, ὑπὲρ ἡμῶν Χριστὸν δυσώπει ἀεί.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Μάρτυς πανόσια τοῦ Χρίστου, Κωνσταντινουπόλεως γόνε, ἡ παιδιόθεν τρυφάς, διὰ τὴν τοῦ Κτίσαντος Χρίστου ἀγάπησιν, ἀρνηθεῖσα καὶ χύσασα, κρουνούς τῶν αἱμάτων, δι’ Αὐτόν, ἐκλύτρωσαι ἀπάσης θλίψεως, πάντας τοὺς πιστῶς προσιόντας, σοὶ Θεοδοσία ὡς ῥύστιν ταχινὴν καὶ θείαν κόσμου πρέσβειραν.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·
Πέμψον ὑψόθεν τὴν σήν, Θεοδοσίᾳ,
χάριν Χαραλάμπει, τῷ νῦν σπεύδοντί σοι.