Παρακλητικός Κανών εις την Αγία Τριάδα δια πάσαν Λοιμικήν Νόσον

Ποίημα Πρωτοπρεσβυτέρου του Οικουμενικού Θρόνου Ευάγγελου Παχυγιαννάκη


Αγία Τριάς 17ος αἰ. Ἱερά Μονή Ἀρετίου

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ τροπάρια∙

Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ἡ παντουργὸς καὶ συμφυὴς Θεαρχία, φιλανθρωπίας ὁ ἀκένωτος πλοῦτος, τῆς πανδημίας λύσιν τῶν δεινῶν, δίδου τοῖς προσπίπτουσι σῇ ἁγίᾳ εἰκόνι, σβεννύουσα καύσωνα, φοβερᾶς ἀῤῥωστίας, καὶ πειρασμῶν καὶ ζάλης καὶ φθορᾶς, ἡμᾶς ἀπάλλαττε ὡς ὑπεράγαθος.

Δόξα.
Ἦχος ὁ αὐτός.
Οἱ ἁμαρτήμασι πολλοῖς πεπτωκότες, ψυχῇ καὶ σώματι καὶ νῷ μολυνθέντες, ἐν συντριβῇ καρδίας νῦν προσπέσωμεν, κράζοντες∙ βοήθησον, ὦ Τριὰς Παναγία, Ἄναρχε, Ἀείφωτε Πάτερ, Λόγε καὶ Πνεῦμα, καὶ πειρασμῶν καὶ βλάβης καὶ δεινῶν, καἰ πάσης λύμης καὶ φόβου λυτρώσασθε.

Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·
ΤΡΙΑΣ ΑΓΙΑ ΣΩΣΟΝ ΚΙΝΔΥΝΕΥΟΝΤΑ ΚΟΣΜΟΝ.

Εἴς ἔκαστον τροπάριον λέγομεν·
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
τὰ δύο τελευταία·
Δόξα. Και νῦν.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.
Τριάς ἡ Ἁγία καὶ σωστικὴ, τὸ στόμα μου πλήρου, καὶ καταύγασόν μου τὸν νοῦν, ὅπως τῷ φωτί σου ἀναβλέψω, καὶ σωτηρίας τυχεῖν κἀμέ ποίησον.

Ῥοὰς τῶν δακρύων μου ἐκτενῶς, Τριάδι τῇ θείᾳ, νῦν προσφέρω, σὺν τῶ Πατρὶ, καὶ Πνεύματι θείῳ ἱκετεύω, σὺν τῷ Υἱῷ, ὅπως ἵλεῳ γένωνται.

Ἰλὺς τῶν παθῶν μου φθοροποιῶν, ἐκύκλωσε πᾶσαν τὴν ψυχὴν μου τὴν ζοφεράν∙ διὸ, ὦ Τριὰς μου Παναγία, τῶν παρά φύσιν κακῶν ἐλευθέρωσον.

Θεοτοκίον.
Ἁγνὴ ἀειπάρθενε, σὸν Υἱὸν, ἱκέτευσον Κόρη, Ὅν ἐγέννησας ἐκ Πατρὸς τῇ Πνεύματος Θείου ἐπινεύσει, ἐπιτυχεῖν θείας δόξης τὸν δείλαιον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στεναγμοὺς ἀλαλήτους ἐμῆς ψυχῆς ἄκουσον, καὶ ἐκ τῶν πολλῶν οἰκτιρμῶν σου, στέρξον βοήθησον, καὶ ῥῦσαι, Δέσποτα, τῆς λοιμικῆς ταύτης νόσου, πάντας τοὺς ὑμνοῦντάς σε Θεὸν καὶ Κύριον.

Ἀπορία καὶ ζάλη καὶ λογισμῶν σύγχυσις, νῦν ἐπικρατοῦσιν ἐν κόσμῳ, εὔσπλαγχνε Κύριε∙ διὸ ἐκδίωξον, τὴν λοιμικὴν ἀῤῥωστίαν, ἱλασμὸν αἰτούμενοι, θείῳ ἐλέει σου.

Γυμνωθέντες ἐξ ἔργων τῶν ἀγαθῶν ἄκουσον, Κύριε τῆς δόξης καὶ κόσμου, πάντας ἐλέησον, καὶ πάλιν δὸς ἡμῖν, πρώτην στολὴν ἀφθαρσίας, ἥν φθόνῳ τοῦ ὄφεως ἐξαπωλέσαμεν.

Θεοτοκίον.
Ἱκετεύομεν πάντες∙ τὸν τῶν δεινῶν κλύδωνα, νῦν καταλαβόντα τὸν κόσμον, παῦσον, Πανάχραντε, καὶ νόσων λύτρωσαι καὶ λοιμικῶν ἀλγηδόνων, τοὺς σὲ μεγαλύνοντας, Θεομακάριστε.

Διάσωσον, Τριὰς Ἁγία, ἐκ πάσης βλάβης καὶ λοιμικῆς ἀσθενείας τοὺς δούλους σου∙ τῇ σῇ γὰρ ἐλπίζομεν εὐσπλαγχνίᾳ.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐκ πόθου ψυχῆς προστρέχομεν τῇ σκέπῃ σου, ὦ Παναγία Τριάς, αἰτούμενοι συγχώρησιν καὶ τῶν πταισμάτων ἐκλύτρωσιν∙ Σοὶ γὰρ μόνῳ Θεῷ ἁμαρτάνομεν, ἀλλά καὶ σοὶ μόνῳ λατρεύομεν καὶ αἶνόν σοι θεῖον ἀναφέρομεν.

ᾩδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἀλγηδόνων ἀπάλλαξον κατακαμπτομένη ἡμῶν δεήσεσι, καὶ ἐκ πάσης περιστάσεως, ὦ Τριὰς Ἁγία, ἐλευθέρωσον.

Σωτηρίαν τῷ κόσμῳ σου, ἐν παντὶ παράσχου καὶ ἀναχαίτισον, λοιμικὴν νόσον καὶ ἴασαι, ὁ ἐλθὼν τοῦ σῶσαι τὸ ἀνθρώπινον.

Ὦ Τριὰς παντοδύναμε, ἐπὶ τὸν λαόν σου πάντα σπλαγχνίσθητι, καὶ τὴν λύπην νῦν μετάβαλε εἰς χαρὰν οὐράνιον, φιλάνθρωπε.

Θεοτοκίον.
Σαῖς λιταῖς Παναμώμητε, σὸν Υἱὸν δυσώπει καὶ μεταποίησον τὴν παροῦσαν νῦν δυσχέρειαν εἰς χαρὰν Κυρίου τὴν σωτήριον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλον μου τὸν νοῦν καθυπέταξα τοῖς πάθεσι, ἀλλ’ ἀνύσας νῦν συγχώρησιν ζητῶ, καὶ τῆς νόσου λοιμικῆς τὴν ἀπομάκρυνσιν.

Νόσος φοβερά, νῦν τῷ κόσμῳ πεφανέρωται, ἀλλ’ ἐλπίζομεν τῷ πλήθει οἰκτιρμῶν σοῦ ἐλέους καὶ ἀγάπης, ὑπεράγαθε.

Καῦσον τὰς πικράς, ἀκανθῶν ὀδύνας, Κύριε, Παντοδύναμε, Πανάγαθε Θεέ, καὶ ἐχθρὸν τῆς πανδημίας ἐξαφάνισον.

Θεοτοκίον.
Ἴδε τὸν ἐχθρὸν, δυσμενῶς ἐπιτιθέμενον, ὡς λοιμὸν πανσαρκοβόρον εἰς ἡμᾶς∙ διὸ, Ἄχραντε, ταῖς πρεσβείαις σου διάλυσον.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νηστείᾳ τε, καὶ κλαυθμῷ καὶ δάκρυσιν, ὁ προάναρχος Θεὸς ἐξιλεοῦται, καὶ πάσης βλάβης ἡμᾶς εὐχαρίστως, ἐξ ἀσθενείας πικρᾶς καὶ φλογώσεως, ἀφίεται ὡς ἀγαθὸς, συγχωρῶν τὰ ἡμῶν πλημμελήματα.

Διάσωσον, ἐκ μωλώπων Κύριε, τὴν ἡμῶν ἐπικρατοῦσαν ἐν κόσμῳ, πανδυστυχῆ ἐκ λοιμοῦ ἀτονίαν καὶ ἐκ τοῦ φόβου αὐτοῦ ἐξαπλώσεως καὶ ἴασαι ὡς ἰατρὸς, τὴν ἡμῶν κακοπάθειαν ἔνδοξε.

Ὑμνοῦμέν σε, τὴν Τριάδα ἄναρχον, τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, καὶ σοὶ προσπίπτομεν φόβῳ ἐν πίστει, ἐκ τοῦ λοιμοῦ χαλεποῦ ἡμᾶς ῥύσασθαι, ὥστε δοθῆναι τοῖς πιστοῖς, τὴν κατ’ ἄμφω ὑγιείαν σῇ χάριτι.

Θεοτοκίον.
Ναμάτων, πρεσβευτικῶν γινώσκοντές, σε πανύμνητε, Ἁγνή Παναγία, χρυσοπλοκώτατον Θρόνον Κυρίου, καὶ τοῦ ἀΰλου πυρὸς ὁπλοστάσιον, βοήθησον ὥστε ἡμᾶς, λυτρωθῆναι λοιμοῦ κινδυνεύοντας.

Διάσωσον, Τριὰς Ἁγία, ἐκ πάσης βλάβης καὶ λοιμικῆς ἀσθενείας τοὺς δούλους σου∙ τῇ σῇ γὰρ ἐλπίζομεν εὐσπλαγχνίᾳ.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύστως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς εὐσπλαγχνίας σου δεῖξον τὸ πέλαγος, καὶ πάντας σῶσον, οἰκτείρησον, Κύριε, παραμυθίαν ἔχοντάς Σε ἐν θλίψεσι∙ διό σου εὐχαριστίᾳ πολλῇ τὴν χάριν κηρύττομεν.

Προκείμενον. Ἦχος δ΄.
Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.
Στίχος· Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. η΄. 14-18)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.

Δόξα σοι, Κύριε, Δόξα σοι.

Δόξα Πατρί.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονἀδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὁλην ἀπεθέμεθα ψυχὴν καὶ νοῦν τε και σῶμα πόθους κατανύξεως, ἱερῶν ἐρώτων δὲ τὴν εὐγένειαν∙ ὡς καρπὸν εὔθετον τὴν σεπτἠν Τριάδα εὐλαβῶς παρακαλοῦμεν δὲ καὶ μετὰ θλίψεως νῦν ἐκδυσωποῦμεν τὴν ἄφατον Αὐτῆς χαρὰν ἀγήνορα βίου καὶ δεινῶν περιστάσεων, ἵνα διορθώσῃ πρὸς δρόμους παμφαεῖς τῶν ἀρετῶν καὶ ἀπαλλάξῃ πειρασμικῶν καὶ ἀδίκων πράξεων.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐπὶ σοὶ τῷ Δεσπότῃ, τοῦ παντὸς χορηγοῦντι ζωὴν ἐλπίζομεν, παντοίας ἐπηρείας λοιμοῦ θανατηφόρου, λυτρωθῆναι τοὺς ψάλλοντας∙ Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὑμνητὰς ἡμᾶς δέξαι, τῆς Ἁγίας Τριάδος τὸ δημιούργημα, καὶ πρόφθασον ἐκ λύμης, καὶ σῶσον τοὺς σοὺς δούλους, τοὺς ἐν πίστει κραυγάζοντας∙ Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Ὁ ἀφάτῳ προνοίᾳ, ἐκ μὴ ὄντος τὸν κόσμον ἐδημιούργησε, Θεὸς ὁ Παντοκράτωρ, πρὸς Ὅν ἐν κατανύξει, σῶσον βοῶμεν ἐκ πίστεως∙ Ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Νηπιόφρονα γνώμην, ὁ ταλαίπωρος ἔχων, πράττων οὐ παύομαι, ψυχῆς τὰ ἐναντία∙ διὸ παρακαλῶ σε, ὦ Παρθένε κραυγάζων σοι∙ μὴ ἐπιλάθῃ ἡμῖν Υἱῷ σου μεσιτεῦσαι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τάχυνον σπεῦσον, ἐπὶ σὲ μόνε Οἰκτίρμον, πεποιθότες σοὶ κραυγάζομεν∙ σῶσον, ῥῦσαι ἡμᾶς Σῶτερ, λοιμοῦ τοῦ παναθλίου.

Ἄφατον κλέος, ὦ Τρισαγία Θεότης, σοὶ προσπίπτομεν πόθῳ βοῶντες∙ ῥῦσαι ἡμᾶς Σῶτερ, πάσης λοιμώδους βλάβης.

Κοίμησον τάχει, ὦ Τρισαγία Θεότης, ψυχικάς μου ὁρμάς καὶ ὀρέξεις∙ καὶ ὁδήγησόν με, πρὸς φῶς θεογνωσίας.

Θεοτοκίον.
Ὁ πᾶσαν κτίσιν, ἡνιοχῶν καὶ προσφέρων, τὴν ζωὴν καὶ τὸ κάλλος ἀνθρώποις, πάλαι ἐβαστάχθη, ἀγκάλαις σαῖς, Παρθένε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σῶμα ψυχὴν καὶ πνεῦμα, ἐμόλυνα Σῶτερ, καὶ ἡδονῶν τῇ ἰλύι ἐσπήλωσα∙ ἀλλ’ ἐξαιτοῦμαι σὴν χάριν, ὅπως ῥυσθήσομαι.

Μεμολυσμένος ὅλος, ὑπάρχων Οἰκτίρμον, οἰκτρᾷ φωνῇ τοῦ οἰκέτου κραυγάζω σοι∙ ῥῦσαι λαὸν ἐκ κινδύνου, φρικτῆς λοιμώξεως.

Ὄμβρησόν μοι ῥανίδα, ὦ Τριὰς Ἁγία, ὁ κόσμος ὅλος ἐν θλίψει κραυγάζει σοι∙ ῥῦσαι ἡμᾶς τῆς λυθρώδους δεινῆς κακώσεως.

Θεοτοκίον.
Νύμφη Θεοῦ Παρθένε, λοιμοῦ, λιμοῦ, πυρός τε, καὶ ἐμφυλίου πολέμου ἐκλύτρωσαι, καὶ πᾶσι τοῖς ἀσθενοῦσιν, ἴασιν δώρησαι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Ὦ Θεὲ τῶν ὅλων καὶ Παντουργὲ, Τριὰς Παναγία, τοῖς προσώποις διαιρετὴ, τῇ οὐσίᾳ μία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, οἰκτείρησον καὶ σῶσον τοὺς προσκυνοῦντάς σε.

Ἄναρχε, Τρισήλιε ᾦ Θεέ, αἰτία τῶν πάντων καὶ τοῦ χρόνου δημιουργέ, χαρίτωσον κύκλουςἐτῶν εὐλογημένων καὶ δὸς μοι Παραδείσου ζωὴν τὴν ἄληκτον.

Τὰς ἀκτινοβόλους σου ἀστραπὰς, λάμψόν μοι, Θεέ μου, ὦ Τρισήλιε Παντουργὲ, καὶ οἶκόν με δεῖξον τῆς θείας εὐφροσύνης, φαιδρὸν καὶ φωτοφόρον υἱὸν σῆς χάριτος.

Δεῦτε ἀνυμνήσωμεν οἱ πιστοί, Τριάδα Ἁγίαν, τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ Πνεῦμα τὸ Θεῖον, ἄκτιστον μίαν φύσιν καὶ μίαν Βασιλείαν, Τρισὶν δ’ ὑποστάσεσιν.

Φύλαττε τοὺς δούλους σου ἀσινεῖς, μακρὰν πάσης βλάβης καὶ κινδύνων ὀδυνηρῶν, ὦ Τριὰς Ἁγία, τοῦ κόσμου σωτηρία καὶ τῶν ἐν θλίψει ὄντων στεῤῥὸν προσφύγιον.

Νῦν παρακαλοῦμέν σε ἐκτενῶς, Τριὰς Παναγία∙ διαφύλαξον σὸν λαὸν πάσης ἀσθενείας καὶ φόβου καὶ μανίας ἰοῦ τῆς ἀπωλείας τοῦ παναλάστορος.

Δόξα σοι κραυγάζομεν οἱ πιστοὶ, Τριὰς Παναγία, ἡ τῶν πάντων συνεκτικὴ, δύναμις τῶν πάντων, Ἀγγέλων χαρμοσύνη, δόξα τῶν Ἀποστόλων, Ἀγίων καύχημα.

Δόξα τῷ Πατρί τε καὶ τῷ Υἱῷ καὶ Πνεύματι Θείῳ, τῇ Τριάδι τῇ ἀληθεῖ∙ μόνη γὰρ ὑπάρχει τοῦ κόσμου σωτηρία πᾶσαν τὴν δυσπραγίαν ἀποδιώκουσα.

Θεοτοκίον.
Ὡς βρέφος ἐβάστασεν ἡ Ἁγνή Χριστὸν τὸν Σωτῆρα τὸν λαβόντα σάρκα θνητὴν, ἥν ἀφθαρτισθεῖσαν ἐζώωσε καὶ ταύτην εἰς οὐρανοὺς ἀνήγαγε καὶ διέσωσεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκὰς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τό Τροπάριον. Ἦχος β΄. Εὐσπλαχνίας.
Εὐσπλαγχνίας ἐλέους, Ἀγαθή, φιλανθρώπου προνοίας τὸ πέλαγος, βλέψον εἰς λαὸν τὸνἁμαρτήσαντα, δεῖξον τὴν πολλὴν φιλευσπλαγχνίαν σου∙ εἰς σὲ γἀρ ἐλπίζομεν, Τριὰς Ἁγία, πρόφθασον καὶ ῥῦσαι πάσης ἀπειλῆς τοὺς ἐκβοῶντας∙ δόξα τῷ κράτει σου.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Αἶνον ἀναμέλψωμεν πιστοί, τῷ Θεῷ καὶ Λόγῳ Σωτῆρι, καὶ εὐεργέτῃ Χριστῷ, ὅτι κατεδέξατο ἐνανθρωπῆσαι ἡμῖν∙ ὑποστὰς τὴν ταπείνωσιν, Σταυροῦ δὲ τῷ πάθει, στεῤῥῶς προσωμίλησεν δι’ ἁμαρτίας ἡμῶν∙ ὅθεν κατελάμπρυνε πάντων, τῶν ἀνθρώπων ἅπασαν φύσιν, καὶ χαρὰν τῷ κόσμῳ ἐδωρήσατο.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Τῷ πλέξαντὶ σοι, ὧ Παναγίᾳ Τριάς,
Τόνδε ἀδόκιμον ἱκέσιον ὕμνον,
Δίδου σὴν χάριν Εὐαγγέλῳ Ἱερεῖ,
Καὶ ὑγιείαν Γερασίμῳ Ἐπισκόπῳ.

Πηγή